Authors
Item set
- Title
-
Authors
Items
-
Helen 10.23
Isocrates
κάλλιστον μὲν οὖν ἔχω περὶ Θησέως τοῦτ᾽ εἰπεῖν, ὅτι κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γενόμενος ἐνάμιλλον τὴν αὑτοῦ δόξαν πρὸς τὴν ἐκείνου κατέστησεν. οὐ γὰρ μόνον τοῖς ὅπλοις ἐκοσμήσαντο παραπλησίοις, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασιν ἐχρήσαντο τοῖς αὐτοῖς, πρέποντα τῇ συγγενείᾳ ποιοῦντες.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Areopagiticus 7.66
Isocrates
καὶ μὲν δὴ καὶ τάδε τίς οὐ μνημονεύει τῶν ἡλικιωτῶν τῶν ἐμῶν, τὴν μὲν δημοκρατίαν οὕτω κοσμήσασαν τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις, ὥστ᾽ ἔτι καὶ νῦν τοὺς ἀφικνουμένους νομίζειν αὐτὴν ἀξίαν εἶναι μὴ μόνον τῶν Ἑλλήνων ἄρχειν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντωνText Category: Literature: proseCentury Range: 5th century BCE -
To Nicocles 2.32
Isocrates
τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ τοῖς περὶ τὸ σῶμα κόσμοις, καρτέρει δὲ ὡς χρὴ τοὺς βασιλεύοντας ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἵν᾽ οἱ μὲν ὁρῶντες διὰ τὴν ὄψιν ἄξιόν σε τῆς ἀρχῆς εἶναι νομίζωσιν, οἱ δὲ συνόντες διὰ τὴν τῆς ψυχῆς ῥώμην τὴν αὐτὴν ἐκείνοις γνώμην ἔχωσιν.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
To Archidamus 9.9-10
Isocrates
οἳ τῆς μὲν βασιλέως χώρας μικρὸν μέρος λυμαίνονται, τὰς δὲ πόλεις τὰς Ἑλληνίδας, εἰς ἣν ἂν εἰσέλθωσιν, ἀναστάτους ποιοῦσι, τοὺς μὲν ἀποκτείνοντες, τοὺς δὲ φυγαδεύοντες, τῶν δὲ τὰς οὐσίας διαρπάζοντες, ἔτι δὲ παῖδας καὶ γυναῖκας ὑβρίζοντες, καὶ τὰς μὲν εὐπρεπεστάτας καταισχύνοντες, τῶν δ᾿ ἄλλων ἃ περὶ τοῖς σώμασιν ἔχουσι περισπῶντες, ὥσθ᾿ ἃς πρότερον οὐδὲ κεκοσμημένας ἦν ἰδεῖν τοῖς ἀλλοτρίοις, ταύτας ὑπὸ πολλῶν ὁρᾶσθαι γυμνάς, ἐνίας δ᾿ αὐτῶν ἐν ῥάκεσι περιφθειρομένας δι᾿ ἔνδειαν τῶν ἀναγκαίων.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Homeric Hymns 5.161-167
Homer
οἳ δ᾽ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους.λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόενταἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλουἈγχίσης: ὃ δ᾽ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymn 32.3-8
Homer
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτοςText Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymns 6.5-18
Homer
τὴν δὲ χρυσάμπυκες Ὧραιδέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν:κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκανκαλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσινἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος:δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισινὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶὯραι κοσμείσθην χρυσάμπυκες, ὁππότ᾽ ἴοιενἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,ἦγον ἐς ἀθανάτους: οἳ δ᾽ ἠσπάζοντο ἰδόντεςχερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστοςεἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι,εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymns 5.64-67
Homer
ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰχρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτησεύατ᾽ ἐπὶ Τροίης προλιποῦσ᾽ εὐώδεα Κύπρον,ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Iliad 14.187-189
Homer
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμονβῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ᾽ Ἀφροδίτηντῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε:Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Works and Days 69-76
Hesiod
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.αὐτίκα δ᾽ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς:ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη:ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼὅρμους χρυσείους ἔθεσαν χροΐ: ἀμφὶ δὲ τήν γεὯραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν:πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.Text Category: Literature: poetryCentury Range: 7th century BCELocation: Boeotia -
Theogony 586-587
Hesiod
ἐξάγαγ᾽, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι,κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Theogony 573-580
Hesiod
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνηἀργυφέη ἐσθῆτι: κατὰ κρῆθεν δὲ καλύπτρηνδαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι:ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήειςἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.Text Category: Literature: poetryCentury Range: 8th century BCEDate: 730-700Location: Boeotia -
Histories 7.83.2
Herodotus
κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν: σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην: σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 7.31
Herodotus
ὡς δὲ ἐκ τῆς Φρυγίης ἐσέβαλε ἐς τὴν Λυδίην, σχιζομένης τῆς ὁδοῦ καὶ τῆς μὲν ἐς ἀριστερὴν ἐπὶ Καρίης φερούσης τῆς δὲ ἐς δεξιὴν ἐς Σάρδις, τῇ καὶ πορευομένῳ διαβῆναι τὸν Μαίανδρον ποταμὸν πᾶσα ἀνάγκη γίνεται καὶ ἰέναι παρὰ Καλλάτηβον πόλιν, ἐν τῇ ἄνδρες δημιοεργοὶ μέλι ἐκ μυρίκης τε καὶ πυροῦ ποιεῦσι, ταύτην ἰὼν ὁ Ξέρξης τὴν ὁδὸν εὗρε πλατάνιστον, τὴν κάλλεος εἵνεκα δωρησάμενος κόσμῳ χρυσέῳ καὶ μελεδωνῷ ἀθανάτῳ ἀνδρὶ ἐπιτρέψας δευτέρῃ ἡμέρῃ ἀπίκετο ἐς τῶν Λυδῶν τὸ ἄστυ.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 5.92G.3
Herodotus
ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ, πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη, ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας. αἳ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι, ὃ δ᾽ ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσε σφέας πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμφορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 3.123.1
Herodotus
ταῦτα ἀκούσας Πολυκράτης ἥσθη τε καὶ ἐβούλετο: καί κως ἱμείρετο γὰρ χρημάτων μεγάλως, ἀποπέμπει πρῶτα κατοψόμενον Μαιάνδριον Μαιανδρίου ἄνδρα τῶν ἀστῶν, ὅς οἱ ἦν γραμματιστής: ὃς χρόνῳ οὐ πολλῷ ὕστερον τούτων τὸν κόσμον τὸν ἐκ τοῦ ἀνδρεῶνος τοῦ Πολυκράτεος ἐόντα ἀξιοθέητον ἀνέθηκε πάντα ἐς τὸ Ἥραιον.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 9.76.1
Herodotus
ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι, ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος: ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας, ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω, κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων, καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας, ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα, ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 9.20.1
Herodotus
Μαρδόνιος δέ, ὡς οὐ κατέβαινον οἱ Ἕλληνες ἐς τὸ πεδίον, πέμπει ἐς αὐτοὺς πᾶσαν τὴν ἵππον, τῆς ἱππάρχεε Μασίστιος εὐδοκιμέων παρὰ Πέρσῃσι, τὸν Ἕλληνες Μακίστιον καλέουσι, ἵππον ἔχων Νησαῖον χρυσοχάλινον καὶ ἄλλως κεκοσμημένον καλῶςText Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 7.209.3
Herodotus
οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου, καὶ ταῦτα παρασκευάζονται. νόμος γάρ σφι ἔχων οὕτω ἐστί: ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ, τότε τὰς κεφαλὰς κοσμέονται.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 7.40.2
Herodotus
προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι, ἐκ Περσέων πάντων ἀπολελεγμένοι: μετὰ δὲ αἰχμοφόροι χίλιοι καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι, τὰς λόγχας κάτω ἐς τὴν γῆν τρέψαντες: μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι δέκα κεκοσμημένοι ὡς κάλλιστα.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 6.41.4
Herodotus
Δαρεῖος δέ, ὡς οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον, ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ συχνά: καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα, ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 4.180.3-4
Herodotus
πρὶν δὲ ἀνεῖναι αὐτὰς μάχεσθαι, τάδε ποιεῦσι κοινῇ. παρθένον τὴν καλλιστεύουσαν ἑκάστοτε κοσμήσαντες κυνέῃ τε Κορινθίῃ καὶ πανοπλίῃ Ἑλληνικῇ καὶ ἐπ᾽ ἅρμα ἀναβιβάσαντες περιάγουσι τὴν λίμνην κύκλῳ. ὁτέοισι δὲ τὸ πάλαι ἐκόσμεον τὰς παρθένους πρὶν ἤ σφι Ἕλληνας παροικισθῆναι, οὐκ ἔχω εἰπεῖν, δοκέω δ᾽ ὦν Αἰγυπτίοισι ὅπλοισι κοσμέεσθαι αὐτάς: ἀπὸ γὰρ Αἰγύπτου καὶ τὴν ἀσπίδα καὶ τὸ κράνος φημὶ ἀπῖχθαι ἐς τοὺς Ἕλληνας.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 3.47.2
Herodotus
καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ ἢ τὸν κρητῆρα οἱ Σάμιοι, ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν, κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου:Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 3.24.2
Herodotus
ἐπεὰν τὸν νεκρὸν ἰσχνήνωσι, εἴτε δὴ κατά περ Αἰγύπτιοι εἴτε ἄλλως κως, γυψώσαντες ἅπαντα αὐτὸν γραφῇ κοσμέουσι, ἐξομοιεῦντες τὸ εἶδος ἐς τὸ δυνατόν, ἔπειτα δέ οἱ περιιστᾶσι στήλην ἐξ ὑέλου πεποιημένην κοίλην: ἣ δέ σφι πολλὴ καὶ εὐεργὸς ὀρύσσεται.Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia -
Histories 3.1.3-4
Herodotus
ἦν Ἀπρίεω τοῦ προτέρου βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδὴς μούνη τοῦ οἴκου λελειμμένη, οὔνομα δέ οἱ ἦν Νίτητις: ταύτην δὴ τὴν παῖδα ὁ Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀποπέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα. μετὰ δὲ χρόνον ὥς μιν ἠσπάζετο πατρόθεν ὀνομάζων, λέγει πρὸς αὐτὸν ἡ παῖς ‘ὦ βασιλεῦ, διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις. ὃς ἐμὲ σοὶ κόσμῳ ἀσκήσας ἀπέπεμψε ὡς ἑωυτοῦ θυγατέρα διδούς, ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω, τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετ᾽ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε.’Text Category: Literature: proseCentury Range: 5th century BCEDate: 440Location: Ionia