Authors
Item set
- Title
-
Authors
Items
-
Antiquitates Romanae 4.2.2-3
Dionysius of Halicarnassus
καὶ μετὰ τοῦτο τὴν γυναῖκα κοσμησαμένην, οἷς ἔθος ἐστὶ κοσμεῖσθαι τὰς γαμουμένας, κατακλεισθῆναι μόνην εἰς τὸν 3οἶκον, ἐν ᾧ τὸ τέρας ὤφθη.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 3.67.4-5
Dionysius of Halicarnassus
τήν τε ἀγοράν, ἐν ᾗ δικάζουσι καὶ ἐκκλησιάζουσι καὶ τὰς ἄλλας πολιτικὰς ἐπιτελοῦσι πράξεις, ἐκεῖνος ἐκόσμησεν ἐργαστηρίοις τε καὶ παστάσι περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο3 λίθοις ἁμαξιαίοις εἰργασμένοις 5πρὸς κανόνα.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 3.62.3
Dionysius of Halicarnassus
οὐθὲν δὲ κωλύει τὸ μὲν εὕρημα Τυρρηνῶν εἶναι, χρήσασθαι δ᾿ αὐτῷ πρῶτον Ῥωμύλον παρ᾿ ἐκείνων λαβόντα, κομισθῆναι δὲ Ταρκυνίῳ σὺν τοῖς ἄλλοις κόσμοις βασιλικοῖς καὶ τοὺς δώδεκα πελέκεις, ὥσπερ γε καὶ νῦν Ῥωμαῖοι τὰ σκῆπτρα καὶ τὰ διαδήματα δωροῦνται τοῖς βασιλεῦσι βεβαιοῦντες αὐτοῖς τὰς ἐξουσίας, ἐπεὶ καὶ μὴ λαβόντες γε παρ᾿ ἐκείνων ἔχουσιν αὐτά.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 3.23.2-3
Dionysius of Halicarnassus
πλεῖστον δὲ καὶ κράτιστον ἐπικουρικὸν ἐκ τῆς Ἀλβανῶν πόλεως Μέττιος Φουφέττιος ἧκεν ἄγων ὅπλοις κεκοσμημένον ἐκπρεπέσιν, ὥστε πάσας ὑπερβαλέσθαι 3τὰς συμμαχικὰς δυνάμεις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquitates Romanae 2.72.6
Dionysius of Halicarnassus
εἷς μὲν ἐκ τῶν εἰρηνοδικῶν, ὃν οἱ λοιποὶ προχειρίσαιντο, κεκοσμημένος ἐσθῆτι καὶ φορήμασιν ἱεροῖς, ἵνα διάδηλος ᾖ παρὰ τοὺς ἄλλους, εἰς τὴν τῶν ἀδικούντων παρεγίνετο πόλιν·Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 2.68.4
Dionysius of Halicarnassus
ζῶσαι γὰρ ἔτι πομπεύουσιν ἐπὶ κλίνης φερόμεναι τὴν ἀποδεδειγμένην τοῖς νεκροῖς ἐκφοράν, ἀνακλαιομένων αὐτὰς καὶ προπεμπόντων φίλων τε καὶ συγγενῶν, κομισθεῖσαι δὲ μέχρι τῆς Κολλίνης πύλης, ἐντὸς τείχους εἰς σηκὸν ὑπὸ γῆς κατεσκευασμένον ἅμα τοῖς ἐνταφίοις κόσμοις τίθενται καὶ οὔτ᾿ ἐπιστήματος οὔτ᾿ ἐναγισμῶν οὔτ᾿ ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσιText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 2.22.2
Dionysius of Halicarnassus
ὅσα μὲν γὰρ αἱ κανηφόροι καὶ ἀρρηφόροι λεγόμεναι λειτουργοῦσιν ἐπὶ τῶν Ἑλληνικῶν ἱερῶν, ταῦτα παρὰ Ῥωμαίοις αἱ προσαγορευόμεναι τουτολᾶται συντελοῦσι στεφάναις κοσμούμεναι τὰς κεφαλάς, οἵαις κοσμεῖται τὰ τῆς Ἐφεσίας Ἀρτέμιδος ἀφιδρύματα παρ᾽ Ἕλλησιν.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 2.3.1
Dionysius of Halicarnassus
ἐπεὶ οὖν ἥ τε τάφρος αὐτοῖς ἐξείργαστο καὶ τὸ ἔρυμα τέλος εἶχεν αἵ τε οἰκήσεις τὰς ἀναγκαίους κατασκευὰς ἀπειλήφεσαν, ἀπῄτει δ᾽ ὁ καιρὸς καὶ περὶ κόσμου πολιτείας ᾧ χρήσονται σκοπεῖν, ἀγορὰν ποιησάμενος αὐτῶν ὁ Ῥωμύλος ὑποθεμένου τοῦ μητροπάτορος καὶ διδάξαντος ἃ χρὴ λέγειν, τὴν μὲν πόλιν ἔφη ταῖς τε δημοσίαις καὶ ταῖς ἰδίαις κατασκευαῖς ὡς νεόκτιστον ἀποχρώντως κεκοσμῆσθαι: ἠξίου δ᾽ ἐνθυμεῖσθαι πάντας ὡς οὐ ταῦτ᾽ ἐστι τὰ πλείστου ἄξια ἐν ταῖς πόλεσιν.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romana 1.64.5
Dionysius of Halicarnassus
καὶ αὐτῷ κατασκευάζουσιν οἱ Λατῖνοι ἡρῶον ἐπιγραφῇ τοιᾷδε κοσμούμενον: πατρὸς θεοῦ χθονίου, ὃς ποταμοῦ Νομικίου ῥεῦμα διέπει. εἰσὶ δ᾽ οἳ λέγουσιν ἐπ᾽ Ἀγχίσῃ κατασκευασθῆναι αὐτὸ ὑπ᾽ Αἰνείου, ἐνιαυτῷ πρότερον τοῦ πολέμου τούτου τελευτήσαντιText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 1.64.1
Dionysius of Halicarnassus
Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων: τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 1.54.2
Dionysius of Halicarnassus
Ἰλίῳ μὲν γὰρ τὸ μὴ πασσυδὶ διαφθαρῆναι κατὰ τὴν ἅλωσιν παρασχών, τῇ δὲ καλουμένῃ Βεβρυκίᾳ τὸ ἐπικουρικὸν διασωθῆναι παρασκευάσας, ἐν Φρυγίᾳ δὲ τὸν υἱὸν Ἀσκάνιον βασιλέα καταλιπών, ἐν Παλλήνῃ δὲ πόλιν ἐπώνυμον κτίσας, ἐν Ἀρκαδίᾳ δὲ θυγατέρας κηδεύσας, ἐν Σικελίᾳ δὲ μέρος τῆς στρατιᾶς ὑπολιπόμενος, ἐν πολλοῖς δὲ ἄλλοις χωρίοις φιλανθρώπους τὰς διατριβὰς δωρήσασθαι δοκῶν ἑκούσιον εἶχε παρ᾽ αὐτῶν τὴν εὔνοιαν, δι᾽ ἣν τὸν μετ᾽ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 1.38.2
Dionysius of Halicarnassus
λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ ἐν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται καὶ ἐν ἄλλοις τισὶ τῶν ἑσπερίων ἐθνῶν ἀνδροφόνους, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατουρνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν εἴη τοῖς ἀνθρώποις ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τεβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον ἐμβαλεῖν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 1.16.2
Dionysius of Halicarnassus
ὁπότε γὰρ εἰς ὄχλου πλῆθος ἐπίδοσιν αἱ πόλεις τισὶ λάβοιεν ὥστε μηκέτι τὰς οἰκείας τροφὰς ἅπασιν εἶναι διαρκεῖς, ἢ κακωθεῖσα ταῖς οὐρανίοις μεταβολαῖς ἡ γῆ σπανίους τοὺς εἰωθότας καρποὺς ἐξενέγκειεν, ἢ τοιόνδε τι πάθος ἄλλο τὰς πόλεις κατασχὸν εἴτε ἄμεινον εἴτε χεῖρον ἀνάγκην ἐπιστήσειε μειώσεως τοῦ πλήθους, θεῶν ὅτῳ δὴ καθιεροῦντες ἀνθρώπων ἐτείους γονὰς ἐξέπεμπον ὅπλοις κοσμήσαντες ἐκ τῆς σφετέραςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Orationes 30.31
Dio Chrysostom
διακονεῖσθαι δὲ τὰς Ὥρας, οἷα δὴ νεωτάτας οὔσας τῶν θεῶν, εὖ μὲν ἀμπεχομένας, καλὰς δὲ ἰδεῖν, οὔτι που χρυσῷ κεκοσμημένας, ἀλλὰ παντοίων ἀνθῶν στεφάνοις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 28.6
Dio Chrysostom
καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν· ἀποδυσαμένου δ᾿ οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένωνText Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 18.3
Dio Chrysostom
πολλάκις γοὖν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 45.12-13
Dio Chrysostom
περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε· δεῖ δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 36.33
Dio Chrysostom
ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ᾿ ἔνδον παριοῦσινText Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 31.147
Dio Chrysostom
λήθει τῶν ἀνδριάντων, εἰκότως: οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν. τι δὲ κἀκεῖνό ἐστιν· οὐ γὰρ μόνον διὰ τὸ πλείστους εἶναι παρ᾿ ὑμῖν ἀνδριάντας τοῦτο συμβέβηκεν, ἀλλ᾿, οἶμαι, καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρ᾿ ὑμῖν μηδένText Category: Literature: proseCentury Range: 1st century CELocation: BIthynia: Prusa -
Orationes 31.55
Dio Chrysostom
τί οὖν; ἆρά γε καὶ λαμβάνουσιν ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τις, ἢ δανείζονται γοῦν, ὃ τάχα δόξει μηδὲν εἶναι δεινόν; ἀλλ᾽ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν κόσμον τῆς θεοῦ πρὶν ἢ τούτων ἅψασθαιText Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 31.151
Dio Chrysostom
καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι μετέφερον, ὥστ᾽ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδ᾽ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 13.36
Dio Chrysostom
ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 4.114
Dio Chrysostom
προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοισπορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπ᾽ αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύν τε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 2.49
Dio Chrysostom
νὴ Δία γε, ἦ δ᾽ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 2.40-41
Dio Chrysostom
διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσί τε καὶ ὀπώραις δι᾿ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς ἐν νήσῳ καθ᾿ αὑτὴν ἀπῳκισμένης· τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων1 θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελον περιήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa