Authors
Item set
- Title
-
Authors
Items
-
Histories 3.114.1
Polybius
Ἦν δ’ ὁ καθοπλισμὸς τῶν μὲν Λιβύων Ῥωμαϊκός, οὓς πάντας Ἀννίβας τοῖς ἐκ τῆς προγεγενημένης μάχης σκύλοις ἐκλέξας κατακεκοσμήκειText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 3.49.11-12
Polybius
οὐ γὰρ μόνον σίτῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἀφθόνως ἐχορήγησε τὸ στρατόπεδον, ἀλλὰ καὶ τῶν ὅπλων τὰ παλαιὰ καὶ τὰ πεπονηκότα πάντα διαλλάξας ἐκαινοποίησε πᾶσαν τὴν δύναμιν εὐκαίρως, ἔτι δὲ τοὺς πλείστους ἐσθῆτι καὶ πρὸς τούτοις ὑποδέσει κοσμήσας μεγάλην εὐχρηστίαν παρέσχετο πρὸς τὰς τῶν ὀρῶν ὑπερβολάς.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 2.31.5-6
Polybius
καὶ τὸ μὲν Καπετώλιον ἐκόσμησε ταῖς τε σημείαις καὶ τοῖς μανιάκαις — τοῦτο δ᾽ ἔστι χρυσοῦν ψέλιον, ὃ φοροῦσι περὶ τὸν τράχηλον οἱ Γαλάται — τοῖς δὲ λοιποῖς σκύλοις καὶ τοῖς αἰχμαλώτοις πρὸς τὴν εἴσοδον ἐχρήσατο τὴν ἑαυτοῦ καὶ πρὸς τὴν τοῦ θριάμβου διακόσμησιν.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 2.17.5
Polybius
τὰ δὲ πρὸς τὸν Ἀδρίαν ἤδη προσήκοντα γένος ἄλλο πάνυ παλαιὸν διακατέσχεν· προσαγορεύονται δ’ Οὐένετοι, τοῖς μὲν ἔθεσι καὶ τῷ κόσμῳ βραχεῖ διαφέροντες Κελτῶν, γλώττῃ δ’ ἀλλοίᾳ χρώμενοιText Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Histories 1.72.4-5
Polybius
αἱ δὲ γυναῖκες αἱ τὸν πρὸ τοῦ χρόνον ἀπαγομένους περιορῶσαι τοὺς σφετέρους ἄνδρας καὶ γονεῖς πρὸς τὰς εἰσφοράς, τότε συνομνύουσαι κατὰ πόλεις ἐφ’ ᾧ μηδὲν κρύψειν τῶν ὑπαρχόντων αὐταῖς, ἀφαιρούμεναι τὸν κόσμον εἰσέφερον ἀπροφασίστως εἰς τοὺς ὀψωνιασμούς.Text Category: Literature: proseCentury Range: 2nd century BCELocation: Rome -
Trachiniae 763-764
Sophocles
καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετοText Category: Literature: poetryCentury Range: 5th century BCEDate: 450-425Location: Athens -
Philoctetes 1063-1064
Sophocles
οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖςὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 409Location: Athens -
Electra 1400-1401
Sophocles
ἡ μὲν ἐς τάφονλέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 420-414Location: Athens -
Electra 1136-1142
Sophocles
νῦν δ’ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰςκακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,κοὔτ’ ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ ἐγὼλουτροῖς σ’ ἐκόσμησ’ οὔτε παμφλέκτου πυρὸςἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,ἀλλ’ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλαςσμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 420-414Location: Athens -
Antigone 891-904
Sophocles
ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴςοἴκησις ἀείφρουρος, οἷ πορεύομαιπρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖςπλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων·ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷκάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφωφίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼἔλουσα κἀκόσμησα κἀπιτυμβίουςχοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸνδέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.καίτοι σ’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Antigone 388-396
Sophocles
ἄναξ, βροτοῖσιν οὐδέν ἔστ’ ἀπώμοτον. ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον κοσμοῦσα.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Ajax 1402-1409
Sophocles
ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταταιχρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετονχερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατοντρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίωνθέσθ’ ἐπίκαιρον·μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλητὸν ὑπασπίδιον κόσμον φερέτω.χρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετονχερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατοντρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίωνθέσθ’ ἐπίκαιρον·μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλητὸν ὑπασπίδιον κόσμον φερέτω.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 442Location: Athens -
Symposium 9.3
Xenophon
ἐκ τούτου πρῶτον μὲν ἡ Ἀριάδνη ὡς νύμφη κεκοσμημένη παρῆλθε καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360-369 -
Economics 11.9-10
Xenophon
μέλει γὰρ δή σοι, ὦ Ἰσχόμαχε, ὅπως πλουτῇς καὶ πολλὰ χρήματα ἔχων πολλὰ ἔχῃς πράγματα τούτων ἐπιμελόμενος; καὶ πάνυ γ’, ἔφη ὁ Ἰσχόμαχος, μέλει μοι τούτων ὧν ἐρωτᾷς· ἡδὺ γάρ μοι δοκεῖ, ὦ Σώκρατες, καὶ θεοὺς μεγαλείως τιμᾶν καὶ φίλους, ἄν τινος δέωνται, ἐπωφελεῖν καὶ τὴν πόλιν μηδὲν <τὸ> κατ’ ἐμὲ χρήμασιν ἀκόσμητον εἶναι. καὶ γὰρ καλά, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, ἐστὶν ἃ σὺ λέγεις, καὶ δυνατοῦ γε ἰσχυρῶς ἀνδρός· πῶς γὰρ οὔ; ὅτε πολλοὶ μὲν εἰσὶν ἄνθρωποι οἳ οὐ δύνανται ζῆν ἄνευ τοῦ ἄλλων δεῖσθαι, πολλοὶ δὲ ἀγαπῶσιν, ἂν δύνωνται τὰ ἑαυτοῖς ἀρκοῦντα πορίζεσθαι. οἱ δὲ δὴ δυνάμενοι μὴ μόνον τὸν ἑαυτῶν οἶκον διοικεῖν, ἀλλὰ καὶ περιποιεῖν ὥστε καὶ τὴν πόλιν κοσμεῖν καὶ τοὺς φίλους ἐπικουφίζειν, πῶς τούτους οὐχὶ βαθεῖς τε καὶ ἐρρωμένους ἄνδρας χρὴ νομίσαι;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Economics 10.13
Xenophon
αἱ δ᾽ ἀεὶ καθήμεναι σεμνῶς πρὸς τὰς κεκοσμημένας καὶ ἐξαπατώσας κρίνεσθαι παρέχουσιν ἑαυτάς. καὶ νῦν, ἔφη, ὦ Σώκρατες, οὕτως εὖ ἴσθι ἡ γυνή μου κατεσκευασμένη βιοτεύει ὥσπερ ἐγὼ ἐδίδασκον αὐτὴν καὶ ὥσπερ νῦν σοι λέγω.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Economics 9.2
Xenophon
οὐ γὰρ ποικίλμασι κεκόσμηται, ὦ Σώκρατες, ἀλλὰ τὰ οἰκήματα ᾠκοδόμηται πρὸς αὐτὸ τοῦτο ἐσκεμμένα, ὅπως ἀγγεῖα ὡς συμφορώτατα ᾖ τοῖς μέλλουσιν ἐν αὐτοῖς ἔσεσθαι: ὥστε αὐτὰ ἐκάλει τὰ πρέποντα εἶναι ἐν ἑκάστῳ.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Economics 5.3
Xenophon
ἔπειτα δὲ ὅσοις κοσμοῦσι βωμοὺς καὶ ἀγάλματα καὶ οἷς αὐτοὶ κοσμοῦνται, καὶ ταῦτα μετὰ ἡδίστων ὀσμῶν καὶ θεαμάτων παρέχει:Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Economics 4.23
Xenophon
καὶ ὁ Λύσανδρος ἔφη, ἀποβλέψας εἰς αὐτὸν καὶ ἰδὼν τῶν τε ἱματίων τὸ κάλλος ὧν εἶχε καὶ τῆς ὀσμῆς αἰσθόμενος καὶ τῶν στρεπτῶν καὶ τῶν ψελίων τὸ κάλλος καὶ τοῦ ἄλλου κόσμου οὗ εἶχεν, εἰπεῖν: τί λέγεις, φάναι, ὦ Κῦρε; ἦ γὰρ σὺ ταῖς σαῖς χερσὶ τούτων τι ἐφύτευσας;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 362-354 -
Hiero 11.2-3
Xenophon
οἰκίαν πρῶτον ὑπερβαλλούσῃ δαπάνῃ κεκαλλωπισμένην μᾶλλον ἡγῇ κόσμου ἄν σοι παρέχειν ἢ πᾶσαν τὴν πόλιν τείχεσί τε καὶ ναοῖς καὶ παστάσι καὶ ἀγοραῖς καὶ λιμέσι κατεσκευασμένην; ὅπλοις δὲ πότερον τοῖς ἐκπαγλοτάτοις αὐτὸς κατακεκοσμημένος δεινότερος ἂν φαίνοιο τοῖς πολεμίοις ἢ τῆς πόλεως ὅλης εὐόπλου σοι οὔσης;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360 -
Hiero 2.2
Xenophon
ἀλλ’ ἐκείνῃ γε πολὺ διαφέρετε τῶν ἰδιωτῶν, ὅτι μεγάλα μὲν ἐπινοεῖτε, ταχὺ δὲ κατεργάζεσθε, πλεῖστα δὲ τὰ περιττὰ ἔχετε, κέκτησθε δὲ διαφέροντας μὲν ἀρετῇ ἵππους, διαφέροντα δὲ κάλλει ὅπλα, ὑπερέχοντα δὲ κόσμον γυναιξί, μεγαλοπρεπεστάτας δ’ οἰκίας, καὶ ταύτας κατεσκευασμένας τοῖς πλείστου ἀξίοις, ἔτι δὲ πλήθει καὶ ἐπιστήμαις θεράποντας ἀρίστους κέκτησθε, ἱκανώτατοι δ’ ἐστὲ κακῶσαι μὲν ἐχθρούς, ὀνῆσαι δὲ φίλους.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 360 -
Constitution of the Lacedaemonians 7.3
Xenophon
καὶ γὰρ δὴ τί πλοῦτος ἐκεῖ γε σπουδαστέος, ἔνθα ἴσα μὲν φέρειν εἰς τὰ ἐπιτήδεια, ὁμοίως δὲ διαιτᾶσθαι τάξας ἐποίησε μὴ ἡδυπαθείας ἕνεκα χρημάτων ὀρέγεσθαι; ἀλλὰ μὴν οὐδ᾽ ἱματίων γε ἕνεκα χρηματιστέον: οὐ γὰρ ἐσθῆτος πολυτελείᾳ ἀλλὰ σώματος εὐεξίᾳ κοσμοῦνται.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 387-375 -
Agesilaus 9.6
Xenophon
ἐκεῖνό γε μὴν πῶς οὐ καλὸν καὶ μεγαλογνῶμον, τὸ αὐτὸν μὲν ἀνδρὸς ἔργοις καὶ κτήμασι κοσμεῖν τὸν ἑαυτοῦ οἶκον, κύνας τε πολλοὺς θηρευτὰς καὶ ἵππους πολεμιστηρίους τρέφοντα, Κυνίσκαν δὲ ἀδελφὴν οὖσαν πεῖσαι ἁρματοτροφεῖν καὶ ἐπιδεῖξαι νικώσης αὐτῆς ὅτι τὸ θρέμμα τοῦτο οὐκ ἀνδραγαθίας ἀλλὰ πλούτου ἐπίδειγμά ἐστι;Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 350-359 -
Ways and Means 4.8
Xenophon
καὶ μὴν ὅταν γε εὖ πράττωσιν αἱ πόλεις, ἰσχυρῶς οἱ ἄνθρωποι ἀργυρίου δέονται. οἱ μὲν γὰρ ἄνδρες ἀμφὶ ὅπλα τε καλὰ καὶ ἵππους ἀγαθοὺς τε καὶ οἰκίας καὶ κατασκευὰς μεγαλοπρεπεῖς βούλονται δαπανᾶν, αἱ δὲ γυναῖκες εἰς ἐσθῆτα πολυτελῆ καὶ χρυσοῦν κόσμον τρέπονται.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 355 -
Ways and Means 3.13
Xenophon
εἰ δὲ καὶ τοῖς ἀγοραίοις οἰκήσεις τε καὶ πωλητήρια κατασκευασθείη καὶ ἐν Πειραιεῖ καὶ ἐν τῷ ἄστει, ἅμα τ’ ἂν κόσμος εἴη τῇ πόλει καὶ πολλαὶ ἂν ἀπὸ τούτων πρόσοδοι γίγνοιντο.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 355 -
Memorabilia 3.11.4
Xenophon
ἐκ δὲ τούτου ὁ Σωκράτης ὁρῶν αὐτήν τε πολυτελῶς κεκοσμημένην καὶ μητέρα παροῦσαν αὐτῇ ἐν ἐσθῆτί τε καὶ θεραπείᾳ οὐ τῇ τυχούσῃ, καὶ θεραπαίνας πολλὰς καὶ εὐειδεῖς καὶ οὐδὲ ταύτας ἠμελημένως ἐχούσας, καὶ τοῖς ἄλλοις τὴν οἰκίαν ἀφθόνως κατεσκευασμένην, εἰπέ μοι, ἔφη, ὦ Θεοδότη, ἔστι σοι ἀγρός; οὐκ ἔμοιγ᾽, ἔφη.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 371