Plutarch
Item set
- Title
-
Plutarch
Items
-
Septem sapientium convivium 20
Plutarch
χρησμοῦ γὰρ γενομένου τοῖς οἰκίζουσι Λέσβον, ὅταν ἕρματι πλέοντες προστύχωσιν ὃ καλεῖται Μεσόγειον, τότ᾽ ἐνταῦθα Ποσειδῶνι μὲν ταῦρον Ἀμφιτρίτῃ δὲ καὶ Νηρηίσι ζῶσαν καθεῖναι παρθένον: ὄντων οὖν ἀρχηγετῶν ἑπτὰ καὶ βασιλέων, ὀγδόου δὲ τοῦ Ἐχελάου πυθοχρήστου τῆς ἀποικίας ἡγεμόνος, οὗτος μὲν ἠίθεος ἦν ἔτι, τῶν δ᾽ ἑπτὰ κληρουμένων, ὅσοις ἄγαμοι παῖδες ἦσαν, καταλαμβάνει θυγατέρα Σμινθέως ὁ κλῆρος;. ἣν ἐσθῆτι καὶ χρυσῷ κοσμήσαντες ὡς ἐγένοντο κατὰ τὸν τόπον, ἔμελλον εὐξάμενοι καθήσειν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 18
Plutarch
ἔρημος οὖν ὢν βοηθείας καὶ ἀπορῶν ὁρμῇ τινι χρήσαιτο δαιμονίῳ τὸ μὲν σῶμα κοσμῆσαι καὶ λαβεῖν ἐντάφιον αὑπῷ τὸν ἐναγώνιον ἔτι ζῶν κόσμον, ἐξᾷσαι δὲ τὸν βίον τελευτῶν καὶ μὴ γενέσθαι κατὰ τοῦτο τῶν κύκνων ἀγεννέστερος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 12
Plutarch
οἶκον δέ μοι δοκεῖς, ὦ Αἴσωπε, ταυτὶ τὰ πήλινα καὶ ξύλινα καὶ κεραμεᾶ στεγάσματα νομίζειν, ὥσπερ εἰ κοχλίαν ἡγοῖο τὸ κέλυφος, ἀλλὰ μὴ τὸ ζῷον, εἰκότως οὖν σοι γέλωτα παρέσχεν ὁ Σόλων, ὅτι τοῦ Κροίσου τὴν οἰκίαν κεκοσμημένην πολυτελῶς θεασάμενος οὐκ εὐθὺς ἀπεφήνατο τὸν κεκτημένον εὐδαιμόνως οἰκεῖν καὶ μακαρίως, ἅτε δὴ τῶν ἐν αὐτῷ μᾶλλον ἀγαθῶν ἢ τῶν παρ᾽ αὐτῷ βουλόμενος γενέσθαι θεατής: σὺ δ᾽ ἔοικας οὐδὲ τῆς σεαυτοῦ μνημονεύειν ἀλώπεκος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 4
Plutarch
οἷς καθ᾽ ἡμέραν χρώμενος ἐπιεικῶς ὁ Περίανδρος ἐν τυραννίδι καὶ πλούτῳ καὶ πράγμασι, τότε πρὸς τοὺς ἄνδρας ἐκαλλωπίζετο λιτότητι καὶ σωφροσύνῃ δαπάνης. οὐ γὰρ μόνον τῶν ἄλλων ἀλλὰ καὶ τῆς γυναικὸς ἀφελὼν καὶ ἀποκρύψας τὸν συνήθη κόσμον ἐπεδείκνυε σὺν εὐτελείᾳ καὶ μετριότητι κεκοσμημένην.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 3
Plutarch
ἐν τοιούτοις λόγοις γενόμενοι κατὰ τὴν ὁδὸν ἀφικόμεθα πρὸς τὴν οἰκίαν, καὶ λούσασθαι μὲν ὁ Θαλῆς οὐκ ἠθέλησεν, ἀληλιμμένοι γὰρ ἦμεν: ἐπιὼν δὲ τούς τε δρόμους ἐθεᾶτο καὶ τὰς παλαίστρας καὶ τὸ ἄλσος τὸ παρὰ τὴν θάλασσαν ἱκανῶς διακεκοσμημένον, ὑπ᾽ οὐδενὸς ἐκπληττόμενος τῶν τοιούτων, ἀλλ᾽ ὅπως μὴ καταφρονεῖν δοκοίη μηδ᾽ ὑπερορᾶν τοῦ Περιάνδρου τῆς φιλοτιμίας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Septem sapientium convivium 2
Plutarch
τῶν δὲ κεκλημένων ἑκάστῳ συνωρὶς ἱκανῶς κεκοσμημένη προσήχθη: καὶ γὰρ ὥρα θέρους ἦν, καὶ τὴν ὁδὸν ἅπασαν ὑπὸ πλήθους ἁμαξῶν καὶ ἀνθρώπων ἄχρι θαλάττης κονιορτὸς καὶ θόρυβος κατεῖχεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Conjugalia Praecepta 1
Plutarch
ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ‘ ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pyrrhus 34.6
Plutarch
ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pyrrhus 34.5
Plutarch
τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσενText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pyrrhus 27.2
Plutarch
ὁ μὲν γάρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν καὶ παρεσκεύασαν ὡς δειπνήσοντος τοῦ Πύρρου παρ᾽ αὐτῷ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Lycurgus 22.1
Plutarch
τότε δὲ καὶ τοῖς νέοις τὰ σκληρότατα τῆς ἀγωγῆς ἐπανιέντες, οὐκ ἐκώλυον καλλωπίζεσθαι περὶ κόμην καὶ κόσμον ὅπλων καὶ ἱματίων, χαίροντες, ὥσπερ ἵπποις, γαυριῶσι καὶ φρυαττομένοις πρὸς τοὺς ἀγῶνας, διὸ κομῶντες εὐθὺς ἐκ τῆς τῶν ἐφήβων ἡλικίας, μάλιστα περὶ τοὺς κινδύνους ἐθεράπευον τὴν κόμην λιπαράν τε φαίνεσθαι καὶ διακεκριμένην, ἀπομνημονεύοντές τινα καὶ Λυκούργου λόγον περὶ τῆς κόμης, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 66.1
Plutarch
ἀλλὰ ταῦτα μὲν ἤδη που φέρει καὶ τὸ αὐτόματον: ὁ δὲ δεξάμενος τὸν φόνον ἐκεῖνον καὶ τὸν ἀγῶνα χῶρος, εἰς ὃν ἡ σύγκλητος ἠθροίσθη τότε, Πομπηΐου μὲν εἰκόνα κειμένην ἔχων, Πομπηΐου δὲ ἀνάθημα γεγονὼς τῶν προσκεκοσμημένων τῷ θεάτρῳ, παντάπασιν ἀπέφαινε δαίμονός τινος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴν πρᾶξιν ἔργον γεγονέναιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 63.6
Plutarch
οἱ δὲ οὔ φασι τῇ γυναικὶ ταύτην γενέσθαι τὴν ὄψιν ἀλλὰ ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳ προσκείμενον οἷόν ἐπὶ κόσμῳ καὶ σεμνότητι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον, ὡς Λίβιος ἱστορεῖ, τοῦτο ὄναρ ἡ Καλπουρνία θεασαμένη καταρρηγνύμενον ἔδοξε ποτνιᾶσθαι καὶ δακρύεινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 61.3
Plutarch
ταῦτα Καῖσαρ ἐθεᾶτο καθήμενος ἐπὶ τῶν ἐμβόλων ἐπὶ δίφρου χρυσοῦ, θριαμβικῷ κόσμῳ κεκοσμημένος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 29.3
Plutarch
Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, ἀφ᾽ ὧν καὶ τὴν βασιλικὴν ἐκεῖνος, ὀνομαστὸν ἀνάθημα, τῇ ἀγορᾷ προσεκόσμησεν ἀντὶ τῆς Φουλβίας οἰκοδομηθεῖσαν,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 27.5
Plutarch
ὁ δὲ τοῦ σύμπαντος ἡγεμὼν πολέμου Οὐεργεντόριξ ἀναλαβὼν τῶν ὅπλων τὰ κάλλιστα καὶ κοσμήσας τὸν ἵππον ἐξιππάσατο διὰ τῶν πυλῶν καὶ κύκλῳ περὶ τὸν Καίσαρα καθεζόμενον ἐλάσας, εἶτα ἀφαλόμενος τοῦ ἵππου τὴν μὲν πανοπλίαν ἀπέρριψεν, αὐτὸς δὲ καθίσας ὑπὸ πόδας τοῦ Καίσαρος ἡσυχίαν ἦγεν, ἄχρι οὗ παρεδόθη φρουρησόμενος ἐπὶ τὸν θρίαμβον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caesar 27.4
Plutarch
οὐ γὰρ πρότερον ᾔσθοντο τὴν νίκην ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶν καὶ κοπετὸν γυναικῶν ἀκουσθῆναι, θεασαμένων ἄρα κατὰ θάτερα μέρη πολλοὺς μὲν ἀργύρῳ καὶ χρυσῷ κεκοσμημένους θυρεούς, πολλοὺς δὲ αἵματι πεφυρμένους θώρακας, ἔτι δ᾽ ἐκπώματα καὶ σκηνὰς Γαλατικὰς ὑπὸ τῶν Ῥωμαίων εἰς τὸ στρατόπεδον κομιζομένας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 72.3
Plutarch
τύμβον δὲ καὶ ταφὴν αὐτοῦ καὶ τὸν περὶ ταῦτα κόσμον ἀπὸ μυρίων ταλάντων ἐπιτελέσαι διανοούμενος, ὑπερβαλέσθαι δὲ τῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευῆς τὴν δαπάνην, ἐπόθησε μάλιστα τῶν τεχνιτῶν Στασικράτην, μεγαλουργίαν τινὰ καὶ τόλμαν καὶ κόμπον ἐν ταῖς καινοτομίαις ἐπαγ γελλόμενον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 67.5
Plutarch
λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν ἀγῶνας χορῶν, τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρ᾽ αὐτόν: ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 56.1
Plutarch
τὰ δὲ λείψανα τέθριππον κεκοσμημένον λαμπρῶς ἐπὶ θάλασσαν κατεκόμισε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 43.3
Plutarch
τότε δὲ τοῦ Δαρείου τὸ μὲν σῶμα κεκοσμημένον βασιλικῶς πρὸς τὴν μητέρα ἀπέστειλε, τὸν δὲ ἀδελφὸν Ἐξάθρην εἰς τοὺς ἑταίρους ἀνέλαβεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 30.3
Plutarch
οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψει λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος, ὡς δεινὸς μαχόμενος.’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 21.2
Plutarch
θάψαι γὰρ ὅσους ἐβούλοντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳ χρησαμέναις ἐκ τῶν λαφύρων, θεραπείας τε καὶ τιμῆς ἦν εἶχον οὐδ᾽ ὁτιοῦν ἀφεῖλε, συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶν προτέρων,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Alexander 20.8
Plutarch
ὡς δὲ εἶδε μὲν ὅλκια καί κρωσσοὺς καί πυέλους καί ἀλαβάστρους, πάντα χρυσοῦ, ἠσκημένα περιττῶς, ὠδώδει δὲ θεσπέσιον οἷον ὑπὸ ἀρωμάτων καί μύρων ὁ οἶκος, ἐκ δὲ τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καί μεγέθει καί τῷ περὶ τὴν στρωμνὴν καί τραπέζας καί τὸ δεῖπνον αὐτοῦ κόσμῳ θαύματος ἀξίαν, διαβλέψας πρὸς τοὺς ἑταίρους, ‘τοῦτο ἦν, ὡς ἔοικεν,’ ἔφη, ‘τὸ βασιλεύειν.’Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Timoleon 39.1
Plutarch
ἐν τοιαύτῃ δὲ γηροτροφούμενος τιμῇ μετ᾽ εὐνοίας, ὥσπερ πατὴρ κοινός, ἐκ μικρᾶς προφάσεως τῷ χρόνῳ συνεφαψαμένης ἐτελεύτησεν. ἡμερῶν δὲ δοθεισῶν τοῖς μὲν Συρακουσίοις εἰς τὸ παρασκευάσαι τὰ περὶ τὴν ταφήν, τοῖς δὲ περιοίκοις καὶ ξένοις εἰς τὸ συνελθεῖν, τά τ᾽ ἄλλα λαμπρᾶς χορηγίας ἔτυχε, καὶ τὸ λέχος οἱ ψήφῳ τῶν νεανίσκων προκριθέντες ἔφερον κεκοσμημένον διὰ τῶν Διονυσίου τυραννείων τότε κατεσκαμμένων.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea