Plutarch

Item set

Items

Advanced search
  • Timoleon 29.2-3

    Plutarch
    ἅμα δὲ τῇ φήμῃ τῆς νίκης ὁ Τιμολέων εἰς Κόρινθον ἔπεμψε τὰ κάλλιστα τῶν αἰχμαλώτων ὅπλων, βουλόμενος αὐτοῦ τὴν πατρίδα πᾶσιν ἀνθρώποις ζηλωτὴν εἶναι, θεωμένοις ἐν ἐκείνῃ μόνῃ τῶν Ἑλληνικῶν πόλεων τοὺς ἐπιφανεστάτους ναοὺς οὐχ Ἑλληνικοῖς κεκοσμημένους λαφύροις οὐδ᾽ ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων ἀναθημάτων μνήμας ἀτερπεῖς ἔχοντας, ἀλλὰ βαρβαρικὰ σκῦλα καλλίσταις ἐπιγραφαῖς δηλοῦντα μετὰ τῆς ἀνδρείας τῶν νενικηκότων τὴν δικαιοσύνην, ὅτι Κορίνθιοι καὶ Τιμολέων ὁ στρατηγός ἐλευθερώσαντες τοὺς Σικελίαν οἰκοῦντας Ἕλληνας ἀπὸ Καρχηδονίων χαριστήρια θεοῖς ἀνέθηκαν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Timoleon 19.2

    Plutarch
    ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, ὡς οὐ προσεδόκα τοὺς Κορινθίους καὶ μάτην ᾤετο καθῆσθαι, πείσας αὐτὸς ἑαυτὸν νενοηκέναι τι τῶν σοφῶν καὶ πανούργων πρὸς ἀπάτην, στεφανώσασθαι τοὺς ναύτας κελεύσας καὶ κοσμήσας τὰς τριήρεις ἀσπίσιν Ἑλληνικαῖς καὶ φοινικίσιν, ἔπλει πρὸς τὰς Συρακούσας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Tiberius Gracchus 17.2

    Plutarch
    ἦν γὰρ αὐτῷ κράνος ᾧ πρὸς τὰς μάχας ἐχρῆτο, κεκοσμημένον ἐκπρεπῶς καὶ διάσημον εἰς τοῦτο καταδύντες ὄφεις ἔλαθον ἐντεκόντες ὠά, καὶ ταῦτα ἐξεγλύψαντο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Sertorius 19.4

    Plutarch
    οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Publica 19.4

    Plutarch
    ὡς δὲ τὰς παρθένους κομισθείσας ὁ Πορσίνας εἶδε, τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις ἐζήτει. ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Publicola 14.1

    Plutarch
    τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος ὁ Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος ὁ Σούπερβος υἱὸς ὢν ἢ υἱωνὸς τοῦ εὐξαμένου: καθιερῶσαι δὲ οὐκ ἔφθασεν, ἀλλὰ μικρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν ὅτε Ταρκύνιος ἐξέπιπτεν. ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν καθιέρωσιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 72.4

    Plutarch
    αἱροῦντες δὲ τὸ στρατόπεδον ἐθεῶντο τὴν ἄνοιαν καὶ κουφότητα τῶν πολεμίων, πᾶσα γὰρ σκηνὴ μυρσίναις κατέστεπτο καὶ στρωμναῖς ἀνθιναῖς ἤσκητο καὶ τραπέζαις ἐκπωμάτων μεσταῖς καὶ κρατῆρες οἴνου προὔκειντο, καὶ παρασκευὴ καὶ κόσμος ἦν τεθυκότων καὶ πανηγυριζόντων μᾶλλον ἢ πρὸς μάχην ἐξοπλιζομένων.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 68.1

    Plutarch
    τῆς δὲ νυκτὸς ἔδοξε κατὰ τοὺς ὕπνους Πομπήϊος εἰς τὸ θέατρον εἰσιόντος αὐτόν κροτεῖν τὸν δῆμον, αὐτὸς δὲ κοσμεῖν ἱερὸν Ἀφροδίτης νικηφόρου πολλοῖς λαφύροις.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 45.1

    Plutarch
    τοῦ δὲ θριάμβου τῷ μεγέθει, καίπερ εἰς ἡμέρας δύο μερισθέντος, ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσεν, ἑτέρας ἀποχρῶντα πομπῆς ἀξίωμα καὶ κόσμος εἶναι, γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ᾽ ὧν ἐθριάμβευεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 36.6

    Plutarch
    τῷ δὲ Πομπηΐῳ καὶ τὸ χωρίον παρεδίδου τοῦτο καὶ δῶρα πολλὰ προσήνεγκεν, ὧν ἐκεῖνος ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρέξειν ἐφαίνετο λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἐκέλευε κεκτῆσθαι χαίρουσαν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 36.4

    Plutarch
    ὡς μέντοι περὶ ὄρθρον ἐγερθεὶς εἶδεν ἔνδον ἐκπωμάτων μὲν ἀργυρῶν καὶ χρυσῶν τραπέζας, ὄχλον δὲ θεραπείας πολύν, εὐνούχους δὲ καὶ παῖδας ἱμάτια τῶν πολυτελῶν προσφέροντας αὐτῷ, καὶ πρὸ τῆς θύρας ἵππον ἑστῶτα κεκοσμημένον ὥσπερ οἱ τῶν φίλων τοῦ βασιλέως, χλευασμὸν εἶναι τὸ χρῆμα καὶ παιδιὰν ἡγούμενος ὥρμησε φεύγειν διὰ θυρῶν,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 19.3

    Plutarch
    πλειόνων δὲ συνδραμόντων ἐπ᾽ αὐτόν, ἤδη τῆς τροπῆς γεγενημένης, ἀνελπίστως διέφυγε, προέμενος τὸν ἵππον τοῖς πολεμίοις φάλαρα χρυσᾶ καὶ κόσμον ἄξιον πολλοῦ περικείμενον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pompey 2.4

    Plutarch
    καίτοι τὴν Φλώραν οὕτω λέγουσιν ἀνθῆσαι καὶ γενέσθαι περιβόητον ὥστε Κεκίλιον Μέτελλον ἀνδριάσι καὶ γραφαῖς κοσμοῦντα τὸν νεὼν τῶν Διοσκούρων, κἀκείνης εἰκόνα γραψάμενον ἀναθεῖναι διὰ τὸ κάλλος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Phocion 19.3

    Plutarch
    αὐτὴ δὲ ἡ γυνή, ξένης τινὸς Ἰωνικῆς ἐπιδειξαμένης χρυσοῦν καί λιθοκόλλητον κόσμον ἐν πλοκίοις καί περιδεραίοις, ‘ἐμοὶ δέ,’ ἔφη, ‘κόσμος ἐστὶ Φωκίων εἰκοστὸν ἔτος ἤδη στρατηγῶν Ἀθηναίων.’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Phocion 19.2

    Plutarch
    καί ποτε θεωμένων καινοὺς τραγῳδοὺς Ἀθηναίων, ὁ μὲν τραγῳδὸς εἰσιέναι μέλλων βασιλίδος πρόσωπον ᾔτει κεκοσμημένας πολλὰς ὀπαδοὺς πολυτελῶς τὸν χορηγόν καί μὴ παρέχοντος ἠγανάκτει καί κατεῖχε τὸ θέατρον οὐ βουλόμενος προελθεῖν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Phocion 18.5

    Plutarch
    ἡ δὲ οἰκία τοῦ Φωκίωνος ἔτι νῦν ἐν Μελίτῃ δείκνυται, χαλκαῖς λεπίσι κεκοσμημένη, τὰ δὲ ἄλλα λιτὴ καὶ ἀφελής.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Philopoemen 21.3

    Plutarch
    οἱ δὲ στρατιῶται ὠπλισμένοι μὲν αὐτοί, τοῖς δ᾽ ἵπποις κεκοσμημένοις ἐπηκολούθουν, οὔτε, οἷον ἐπὶ πένθει τοσούτῳ, κατηφεῖς οὔτε τῇ νίκῃ γαυριῶντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Philopoemen 9.7

    Plutarch
    οὕτω δὲ κοσμήσας τοὺς νέους ἐγύμναζε καὶ διεπόνει, ταῖς κινήσεσι προθύμως ὑπακούοντας καὶ φιλοτίμως,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Philopoemen 9.5

    Plutarch
    ἦν οὖν ἰδεῖν τὰ μὲν ἐργαστήρια μεστὰ κατακοπτομένων κυλίκων καὶ Θηρικλείων, χρυσουμένων δὲ θωράκων καὶ καταργυρουμένων θυρεῶν καὶ χαλινῶν, τὰ δὲ στάδια πώλων δαμαζομένων καὶ νεανίσκων ὁπλομαχούντων, ἐν δὲ ταῖς χερσὶ τῶν γυναικῶν κράνη καὶ πτερὰ βαφαῖς κοσμούμενα καὶ χιτώνων ἱππικῶν καὶ στρατιωτικῶν χλαμύδων διηνθισμένων:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Philopoemen 9.4

    Plutarch
    καὶ τραπέζας, ὁ δὲ ἀρξάμενος ἐκτρέπειν ἀπὸ τῶν οὐκ ἀναγκαίων ἐπὶ τὰ χρήσιμα καὶ καλὰ τὴν φιλοκοσμίαν, ταχὺ πάντας ἔπεισε καὶ παρώρμησε τὰς καθ᾽ ἡμέραν περὶ σῶμα δαπάνας κολούσαντας ἐν ταῖς στρατιωτικαῖς καὶ πολεμικαῖς παρασκευαῖς διαπρεπεῖς ὁρᾶσθαι κεκοσμημένους,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Otho 17.4

    Plutarch
    ἀπέστη δὲ οὐδεὶς τῶν κατ᾽ αὐτόν, ἐγγὺς ὄντων τῶν πολεμίων, ἀλλὰ κοσμήσαντες τὸ σῶμα καὶ πυρὰν κατασκευάσαντες ἐξεκόμιζον ἐν τοῖς ὅπλοις οἱ φθάσαντες ὑποδῦναι καὶ βαστάσαι τὸ λέχος ἐπιγαυρούμενοι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Otho 6.3-4

    Plutarch
    ἦσαν δὲ καὶ τὰ ἄλλα τῶν Οὐϊτελλίου στρατηγῶν οἱ Ὄθωνος ἐντυχεῖν ἀλυπότεροι καὶ πόλεσι καὶ ἰδιώταις ἐκείνων δὲ Κεκίνας μὲν οὔτε φωνὴν οὔτε σχῆμα δημοτικός, ἀλλ᾽ ἐπαχθὴς καὶ ἀλλόκοτος, σώματος μεγάλου, Γαλατικῶς ἀναξυρίσι καὶ χειρῖσιν ἐνεσκευασμένος, σημείοις καὶ ἄρχουσι Ῥωμαϊκοῖς διαλεγόμενος, [4] καὶ τὴν γυναῖκα παρέπεμπον αὐτῷ λογάδην ἱππεῖς ὀχουμένην ἵππῳ κεκοσμημένην ἐπιφανῶς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Marcellus 30.2

    Plutarch
    ἀλλ᾽ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσε

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Marcellus 21.1

    Plutarch
    τὸν δὲ Μάρκελλον ἀνακαλουμένων τῶν Ῥωμαίων ἐπὶ τὸν ἐγχώριον καὶ σύνοικον πόλεμον, ἐπανερχόμενος τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἐν Συρακούσαις ἐκίνησεν ἀναθημάτων, ὡς αὐτῷ τε πρὸς τὸν θρίαμβον ὄψις εἴη καὶ τῇ πόλει κόσμος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Life of Marcellus 8.2

    Plutarch
    ὁ δὲ στρατὸς εἵπετο καλλίστοις ὅπλοις κεκοσμημένος, ᾁδων ἅμα πεποιημένα μέλη καὶ παιᾶνας ἐπινικίους εἷς τὸν θεὸν καὶ τὸν στρατηγόν,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea