Date by century

Item set

Items

Advanced search
  • Historiae Romanae 51.17.8

    Cassius Dio
    τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.12.1

    Cassius Dio
    Οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ᾿ ἐκείνου οἱ πεμφθείσας ἐς τὸν κόλπον λαβοῦσα

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.1.3

    Cassius Dio
    τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.45.7

    Cassius Dio
    οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.42.5

    Cassius Dio
    κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 44.31.3

    Cassius Dio
    ἐν δ᾿ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romana 44.16.1

    Cassius Dio
    Ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ τήν τε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψηφίσματος ἀνάγκῃ τοῦ δήμου ἦσαν) καὶ αὐτοί τε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔν τε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ στεφάνῳ ἐτίμησαν, ὥσθ᾿ ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώθεσαν αὐτῷ χρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 44.11.2

    Cassius Dio
    ἐπειδὴ γὰρ ἐν τῇ τῶν Λυκαίων γυμνοπαιδίᾳ ἔς τε τὴν ἀγορὰν ἐσῆλθε καὶ ἐπὶ τοῦ βήματος τῇ τε ἐσθῆτι τῇ βασιλικῇ κεκοσμημένος καὶ τῷ στεφάνῳ τῷ διαχρύσῳ λαμπρυνόμενος ἐς τὸν δίφρον τὸν κεχρυσωμένον ἐκαθίζετο, καὶ αὐτὸν ὁ Ἀντώνιος βασιλέα τε μετὰ τῶν συνιερέων προσηγόρευσε καὶ διαδήματι ἀνέδησεν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.43.1

    Cassius Dio
    Τοῦτο μὲν δὴ τῇ Ῥώμῃ ἔδωκεν, αὐτὸς δὲ τήν τε στολὴν τὴν ἐπινίκιον ἐν πάσαις ταῖς πανηγύρεσι κατὰ δόγμα ἐνεδύετο, καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἐκοσμεῖτο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.18.3

    Cassius Dio
    ἀλλ᾿ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ᾿ ὧν ἥ τε πόλις κοσμηθήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 37.21.2

    Cassius Dio
    καὶ αὐτὰ μὲν ἅπαξ ἀπὸ πάντων τῶν πολέμων ἤγαγε, τρόπαια δὲ ἄλλα τε πολλὰ καὶ καλῶς κεκοσμημένα καθ᾿ ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον ἔπεμψε, καὶ ἐπὶ πᾶσιν ἓν μέγα, πολυτελῶς τε κεκοσμημένον καὶ γραφὴν ἔχον ὅτι τῆς οἰκουμένης ἐστίν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 30-35.102.9

    Cassius Dio
    καὶ ἦν τὸ θέαμα οὐδέν τι τοῦ ὀλέθρου αὐτῶν πραότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσπαρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπεκοσμεῖτο.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Varia Historia 12.1

    Aelian
    ἐπεὶ δὲ αὐτὴν ἤγαγον δεδεμένην, ἠγανάκτει καὶ τοὺς μὲν τοῦτο δράσαντας εἰς δεσμωτήριον ἐνέβαλε, προσέταξε δὲ αὐτῇ δοθῆναι κόσμον πολυτελῆ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 9.39

    Aelian
    νεανίσκος δὲ Ἀθήνησι τῶν εὖ γεγονότων πρὸς τῷ πρυτανείῳ ἀνδριάντος ἑστῶτος τῆς Ἀγαθῆς Τύχης θερμότατα ἠράσθη. κατεφίλει γοῦν τὸν ἀνδριάντα περιβάλλων, εἶτα ἐκμανεὶς καὶ οἰστρηθεὶς ὑπὸ τοῦ πόθου, παρελθὼν ἐς τὴν βουλὴν καὶ λιτανεύσας ἕτοιμος ἦν πλείστων χρημάτων τὸ ἄγαλμα πρίασθαι. ἐπεὶ δὲ οὐκ ἔπειθεν, ἀναδήσας πολλαῖς ταινίαις καὶ στεφανώσας τὸ ἄγαλμα καὶ θύσας καὶ κόσμον αὐτῷ περιβαλὼν πολυτελῆ εἶτα ἑαυτὸν ἀπέκτεινε, μυρία προκλαύσας.`

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 4.22

    Aelian
    Οἱ πάλαι Ἀθηναῖοι ἁλουργῆ μὲν ἠμπείχοντο ἱμάτια, ποικίλους δὲ ἐνέδυνον χιτῶνας· κορύμβους δὲ ἀναδούμενοι τῶν ἐν τῇ κεφαλῇ τριχῶν, χρυσοῦς ἐνείροντες αὐταῖς τέττιγας καὶ κόσμον ἄλλον πρόσθετον περιαπτόμενοι χρυσοῦ προῄεσαν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 2.14

    Aelian
    ἀλλὰ καὶ ἐξῆψεν αὐτῆς κόσμον πολυτελῆ, στρεπτοῖς καὶ ψελλίοις τιμῶν τοὺς κλάδους, καὶ μελεδωνὸν αὐτῇ κατέλιπεν, ὥσπερ ἐρωμένῃ φύλακα καὶ φρουρόν. ἐκ δὲ τούτων τί τῷ δένδρῳ καλὸν ἀπήντησεν; ὁ μὲν γὰρ κόσμος ὁ ἐπίκτητος καὶ μηδὲν αὐτῷ προσήκων ἄλλως ἐκρέματο καὶ συνεμάχετο εἰς ὥραν οὐδέν, ἐπεὶ τοῦ φυτοῦ κάλλος ἐκεῖνό ἐστιν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 1.20

    Aelian
    Διονύσιος ἐξ ἁπάντων τῶν ἐν Συρακούσαις ἱερῶν ἐσύλησε τὰ χρήματα. τοῦ δὲ ἀγάλματος τοῦ Διὸς περιεῖλε τὴν ἐσθῆτα καὶ τὸν κόσμον, ὃς ἦν, φασι, χρυσίου πέντε καὶ ὀγδοήκοντα ταλάντων

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 1.16

    Aelian
    Ὅτε ἧκεν ἡ ναῦς ἡ ἐκ Δήλου καὶ ἔδει Σωκράτην ἀποθνῄσκειν, ἀφίκετο εἰς τὸ δεσμωτήριον Ἀπολλόδωρος ὁ τοῦ Σωκράτους ἑταῖρος, χιτῶνά τε αὐτῷ φέρων ἐρίων πολυτελῆ καὶ εὐήτριον καὶ ἱμάτιον τοιοῦτο. καὶ ἠξίου ἐνδύντα αὐτὸν τὸν χιτῶνα καὶ θοἰμάτιον περιβαλόμενον εἶτα οὕτω πιεῖν τὸ φάρμακον. ἔλεγε γὰρ αὐτῷ καλῶν ἐνταφίων μὴ ἀμοιρήσειν, εἰ ἐν αὐτοῖς ἀποθάνοι· καὶ γὰρ οὖν καὶ προκείσεσθαι25 σὺν τῷ κόσμῳ τὸν νεκρὸν οὐ πάνυ τι ἀδόξως.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 14.7

    Aelian
    ἐτίθεντο δὲ καὶ φροντίδα οἱ ἔφοροι καθ᾿ ἑκάστην πολυπραγμονεῖν τὰ περὶ τὴν στολήν, ἵνα9 ἕκαστα αὐτῆς μὴ ἀπολείπηται τοῦ κόσμου τοῦ δέοντος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 11.9

    Aelian
    Ὅτι Σκιπίων τέτταρα καὶ πεντήκοντα ἔτη βιώσας οὐδὲν οὔτε ἐπρίατο οὔτε ἀπέδοτο· οὕτως ἄρα ὀλίγων ἐδεῖτο, ἀσπίδα δὲ αὐτῷ τινος ἐπιδείξαντος εὖ κεκοσμημένην εἶπεν· “ἀλλὰ τόν γε Ῥωμαῖον ἄνδρα προσήκει ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν, ἀλλ᾿ οὐκ ἐν τῇ ἀριστερᾷ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 8.7

    Aelian
    καὶ ἑκάστη κλίνη ἀργυρόπους ἦν, ἡ δὲ αὐτοῦ χρυσόπους, καὶ κεκόσμηντο πᾶσαι ἁλουργοῖς καὶ ποικίλοις ἱματίοις ὑφῆς βαρβαρικῆς μεγατίμου.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 6.12

    Aelian
    ἡ δὲ πόλις τῶν Συρακουσίων λιμέσιν ἐκεκόσμητο μεγίστοις, καὶ τεῖχος αὐτῇ περιεβέβλητο ὑψηλότατον, σκεύη δὲ εἶχεν ἕτοιμα ναυσὶν ἄλλαις πεντακοσίαις, τεθησαύριστο δὲ αὐτῇ καὶ σῖτος εἰς ἑκατὸν μεδίμνων μυριάδας καὶ ὁπλοθήκη νενησμένη ἀσπίσι καὶ μαχαίραις καὶ δόρασι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • De Natura Animalium 16.5

    Aelian
    καὶ Ὅμηρος μὲν λέγει βασιλεῖ κεῖσθαι ἄγαλμα Ἕλληνι χαλινὸν καὶ κόσμον ἵππου, ὁ δὲ ἔποψ οὗτος Ἰνδῶν βασιλεῖ ἄθυρμά ἐστι, καὶ διὰ χειρῶν αὐτὸν φέρει, καὶ ἥδεται αὐτῷ, καὶ συνεχὲς ἐνορᾷ τὴν ἀγλαΐαν τεθηπὼς τοῦ ὄρνιθος καὶ τὸ κάλλος τὸ αὐτοφυές.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • De Natura Animalium 5.21

    Aelian
    Ὁ ταῶς οἶδεν ὀρνίθων ὡραιότατος ὤν, καὶ ἔνθα οἱ τὸ κάλλος κάθηται, καὶ τοῦτο οἶδε, καὶ ἐπ᾿ αὐτῷ κομᾷ καὶ σοβαρός ἐστι, καὶ θαρρεῖ τοῖς πτεροῖς, ἅπερ οὖν αὐτῷ καὶ κόσμον περιτίθησι, καὶ πρὸς τοὺς ἔξωθεν φόβον ἀποστέλλει, καὶ ἐν ὥρᾳ θερείῳ σκέπην οἴκοθεν καὶ οὐκ ᾐτημένην οὐδὲ ὀθνείαν παρέχεται.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • De Natura Animalium 3.42

    Aelian
    τὸν ταῶν μὲν οὖν ὡραῖον ὄντα καὶ καταθύουσι καὶ σιτοῦνται οἱ ἄσωτοι· τοῦ γὰρ ὄρνιθος τὰ μὲν πτερὰ κόσμος ἐστί, τὸ δὲ σῶμα ἤ τι ἢ οὐδέν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome