Date by century
Item set
- Title
-
Date by century
Items
-
Orationes 2.34
Dio Chrysostom
Τί δέ; εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις; Οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν· καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις κοσμοῦντα τοὺς θεοὺς1 ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν· ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω,καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 1.70
Dio Chrysostom
ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλ᾽ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι:Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Indica 20.9
Arrian
λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐπεοῦσα καὶ κόσμος τῶν νεῶν, καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντη δὴ κατοκνέοντας ἐς ὁρμὴν ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.12
Arrian
καὶ ὅστις μὲν ἐκεῖνον κατ᾽ ἐπιτυχίην συλλάβοι, τοῦτον μὲν εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων: εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτοισι δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρᾶσθαι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.10
Arrian
τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης θαλάσσης ἐς τὴν Ἰνδῶν δυναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 38.1
Arrian
μέχρι τοῦδε Καρμανίη: τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίων χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμουροί εἰσι Πέρσῃσι: καὶ τὰ ἐς τὸν πόλεμον ὡσαύτως κοσμέονται.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.8-10
Arrian
καὶ τάδε δὲ μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέος λέγουσιν, ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακόν, καινὸν εἶδος ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμου γυναικηίου, ὅντινα καὶ ἐς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρ᾽ ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι, καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῇ ὠνέονται τὸν μαργαρίτην δὴ τὰν θαλάσσιον οὕτω τῇ Ἰνδῶν γλώσσῃ καλεόμενον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.16.1
Arrian
ἐκ τούτου δὴ Ἡρακλείδην τὸν Ἀργαίου ἐκπέμπει ἐς Ὑρκανίαν ναυπηγοὺς ἅμα οἷ ἄγοντα, κελεύσας ὕλην τεμόντα ἐκ τῶν ὀρῶν τῶν Ὑρκανίων ναυπηγεῖσθαι ναῦς μακρὰς ἀφράκτους τε καὶ πεφραγμένας ἐς τὸν κόσμον τὸν Ἑλληνικόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.3.4
Arrian
καὶ τὸν μὲν ἵππον τοῦτον ὅτου ἐπιβήσεσθαι ἔμελλε, βασιλικὸν ὄντα τῶν Νησαίων, πρὶν ἀναβῆναι ἐπὶ τὴν πυρὰν Λυσιμάχῳ χαρίσασθαι, τῶν τινι θεραπευόντων αὐτὸν ἐπὶ σοφίᾳ: τῶν δὲ δὴ ἐκπωμάτων ἢ στρωμάτων ὅσα ἐμβληθῆναι εἰς τὴν πυρὰν κόσμον αὐτῷ τετάχει Ἀλέξανδρος, ἄλλα ἄλλοις δοῦναι τῶν ἀμφ᾽ αὑτόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 2.12.5-6
Arrian
καὶ Λεοννάτον παρελθόντα ἐς τὴν σκηνὴν τά τε περὶ Δαρείου εἰπεῖν καὶ ὅτι τὴν θεραπείαν αὐταῖς ξυγχωρεῖ Ἀλέξανδρος τὴν βασιλικὴν καὶ τὸν ἄλλον κόσμον καὶ καλεῖσθαι βασιλίσσας, ἐπεὶ οὐδὲ κατὰ ἔχθραν οἱ γενέσθαι τὸν πόλεμον πρὸς Δαρεῖον, ἀλλ᾽ ὑπὲρ τῆς ἀρχῆς τῆς Ἀσίας διαπεπολεμῆσθαι ἐννόμως.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.6.1
Arrian
ἧκον δὲ αὐτῷ καὶ οἱ σατράπαι οἱ ἐκ τῶν πόλεών τε τῶν νεοκτίστων καὶ τῆς ἄλλης γῆς τῆς δοριαλώτου παῖδας ἡβάσκοντας ἤδη ἐς τρισμυρίους ἄγοντες τὴν αὐτὴν ἡλικίαν γεγονότας, οὓς Ἐπιγόνους ἐκάλει Ἀλέξανδρος, κεκοσμημένους Μακεδονικοῖς ὅπλοις καὶ τὰ πολέμια ἐς τὸν τρόπον τὸν Μακεδονικὸν ἠσκημένους.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 6.29.10
Arrian
καὶ λέγει Ἀριστόβουλος αὐτὸς ταχθῆναι πρὸς Ἀλεξάνδρου κοσμῆσαι ἐξ ὑπαρχῆς τῷ Κύρῳ τὸν τάφον. καὶ τοῦ μὲν σώματος ὅσαπερ ἔτι σῶα ἦν καταθεῖναι ἐς τὴν πύελον καὶ τὸ πῶμα ἐπιθεῖναι, ὅσα δὲ λελώβητο αὐτῆς κατορθῶσαι: καὶ τὴν κλίνην ἐντεῖναι ταινίαις καὶ τἆλλα ὅσα ἐς κόσμον ἔκειτο κατὰ ἀριθμόν τε καὶ τοῖς πάλαι ὅμοια ἀποθεῖναι καὶ τὴν θυρίδα δὲ ἀφανίσαι τὰ μὲν αὐτῆς λίθῳ ἐνοικοδομήσαντα, τὰ δὲ πηλῷ ἐμπλάσαντα, καὶ ἐπιβαλεῖν τῷ πηλῷ τὸ σημεῖον τὸ βασιλικόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Greek Anthology 16.373
Leontius of Byzantium via Maximus Planudes
ἔνθεν ἑῶν τόδ᾽ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων,ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλοι,ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ᾽ ἐλατῆρσι,κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.Text Category: Literature: epigramCentury Range: 6th century CELocation: Constantinople or Jerusalem -
Greek Anthology 14.123
Metrodorus
ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,ῥέζετε δ᾽ Οὐδαίῳ Ζανὶ θυηπολίηνδισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 9.688
Unknown
εἰς πύλην τοῦ Ἄργουςτήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν,ἀμφότερον, κόσμον τε πάτρῃ] καὶ θάμβος ὁδίταις,τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης,Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης,τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων:Text Category: Literature: epigramCentury Range: 3rd century CE -
Greek Anthology: 9.668
Marianus Scholasticus
ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν,πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκωνκαὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπ᾽ ἄλλῳμαστὸς ἀναθλίβει χεύματα Ναϊάδος:Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 9.658
Paulus Silentarius
ἐν τῷ μεγάλῳ Πραιτωρίῳ καλλωπισθέντικόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήραςκαὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένηText Category: Literature: epigramCentury Range: 6th century CELocation: Constantinople -
Greek Anthology 9.323
Antipater of Sidon
τίς θέτο μαρμαίροντα βοάγρια; τίς δ᾽ ἀφόρυκταδούρατα, καὶ ταύτας ἀρραγέας κόρυθας,ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον;Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 9.293
Philippus of Thessalonica
πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτονΞέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ:κἠκ νεκύων δ᾽ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως:οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενονἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας: αἶρε τὰ Περσῶνχἤξω κεἰς ἀΐδην ὡς ΛακεδαιμόνιοςText Category: Literature: epigramCentury Range: 1st century BCE -
Greek Anthology 9.322
Leonidas of Tarentum
παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰνκοσμείτω καὶ τὸν νυμφίδιον θάλαμονἌρευς δ᾽ αἱματόεντα διωξίπποιο λάφυρανηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,.Text Category: Literature: epigramCentury Range: 3rd century BCELocation: Tarentum -
Greek Anthology 9.697
Unknown
εἰς ἕτερον μέρος τῆς αὐτῆς ἁψῖδοςἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν;ἔργου κοσμῆσαι θαύματι τοσσατίου,δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ,ἥ ς᾽ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ.Text Category: Literature: epigramCentury Range: 5th century CELocation: Constantinople -
Greek Anthology 7.679
St. Sophronius the Patriarch
τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτηςText Category: Inscription: epitaphCentury Range: 7th century CELocation: Alexandria -
Greek Anthology 7.385
Philippus
ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησαςἼλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος,καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε,πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλονἼλιον ἢν ἐσίδῃ γὰρ ἀπ᾽ ἀκρεμόνων κορυφαίων,καρφοῦται, πετάλων κόσμον ἀναινόμενα.Text Category: Literature: epigramCentury Range: 1st century CE -
Greek Anthology 7.230
Erycius of Cyzicus
ἁνίκ᾽ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχανεἶπε διὰ πλατέων ὠσαμένα λαγόνωνκάτθανε, μηδ᾽ ἐχέτω Σπάρτα ψόγον οὐ γὰρ ἐκείναἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.Text Category: Literature: epigramCentury Range: 1st century BCE -
Greek Anthology 6.163
Meleager of Gadara
τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεσκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος:ἀλλ᾽ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳοἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα:οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳλειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Tyre