Date by century

Item set

Items

Advanced search
  • Greek Anthology 6.287

    Antipater of Sidon
    ξανθὰ δ᾽ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον, πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι:

    Text Category: Literature: epigram
    Century Range: 2nd century BCE
    Location: Sidon?

  • Greek Anthology 6.246

    Philodemus
    κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν, τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον, κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον, ἄνθετο σοὶ νίκης Χάρμος ἀπ᾽ Ἰσθμιάδος, καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τ᾽ ἐπὶ νώτων μάστιγα, ῥοίζου μητέρα καρχαλέην.

    Text Category: Literature: epigram
    Century Range: 1st century BCE
    Location: Herculaneum?

  • Greek Anthology 6.206

    Antipater of Sidon
    σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα, εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματον τὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς, βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον: ῥιπίδα δ᾽ Ἀντίκλεια: καλύπτειραν δὲ προσώπου, ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον, ἁ καλὰ Ἡράκλεια: τὸν εὐσπειρῆ δὲ δράκοντα, χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων, πατρὸς Ἀριστοτέλους συνομώνυμος: αἱ συνομήθεις ἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.

    Text Category: Literature: epigram
    Century Range: 2nd century BCE
    Location: Sidon?

  • Greek Anthology 6.142

    Anacreon
    σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον Θεσσαλίας μ᾽ ἀνέθηκ᾽ ἀρχὸς Ἐχεκρατίδας.

    Text Category: Literature: epigram
    Century Range: 6th century BCE
    Location: Thessaly

  • Greek Anthology 6.40

    Simonides
    τόνδε ποθ᾽ Ἕλληνες ῥώμῃ χερός, ἔργῳ Ἄρηος, εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι, Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.

    Text Category: Literature: epigram
    Century Range: 5th century BCE
    Date: after 479
    Location: Athens

  • Greek Anthology 2.1

    Christodorus of Thebes
    εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων, καλὸς ἰδεῖν: πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις ἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή, χαλκῷ κόσμον ἄγουσα

    Text Category: Literature: epigram
    Century Range: 6th century CE

  • Greek Anthology 2.1

    Christodorus of Thebes
    χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷ κόσμον ἄγεις: δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν, εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.

    Text Category: Literature: epigram
    Century Range: 6th century CE

  • Greek Anthology 2.1

    Christodorus of Thebes
    ἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ χαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρ ἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.

    Text Category: Literature: epigram
    Century Range: 6th century CE

  • Greek Anthology 2.1

    Christodorus of Thebes
    Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ, σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς, πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ, οἷά τε μυρομένη

    Text Category: Literature: epigram
    Century Range: 6th century CE

  • Greek Anthology 1.12

    Unknown
    ἐκ δέ με κείνης Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ:᾿: εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο, τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων δῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδος μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης, κόσμον ἀεξήσασα παλαίτερον.

    Text Category: Inscription
    Century Range: 6th century CE
    Location: Constantinople

  • Greek Anthology 1.10

    Unknown
    ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν

    Text Category: Inscription
    Century Range: 6th century CE
    Location: Constantinople

  • Prometheus es in verbis

    Lucian
    οἱ δὲ πρὸς μὲν τὴν κάμηλον εφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῶ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο και ὁ χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • Navigium 5

    Lucian
    ὁ μὲν γὰρ ἄλλος κόσμος, αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸ τούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱ κατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • Quomodo historia conscribenda sit 8.11

    Lucian
    μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν, εἰ μὴ εἰδείη τις χωρίζειν τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ᾽ ἐπεισάγει τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα, τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς, ὥσπερ ἂν εἴ τις ἀθλητὴν τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑταιρικῷ καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ, Ἡράκλεις ὡς καταγέλαστον αὐτὸν ἀπεργάσαιτο αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De luctu 14

    Lucian
    πόσοι γὰρ καὶ ἵππους καὶ παλλακίδας, οἱ δὲ καὶ οἰνοχόους ἐπικατέσφαξαν καὶ ἐσθῆτα καὶ τὸν ἄλλον κόσμον συγκατέφλεξαν ἢ συγκατώρυξαν ὡς χρησομένοις ἐκεῖ καὶ ἀπολαύσουσιν αὐτῶν κάτω

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • Philopseudes sive incredulus 27

    Lucian
    τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De Domo 15

    Lucian
    καὶ πρῶτόν γε ἐπειδὴ γυναικῶν καὶ κόσμου καὶ χρυσοῦ ἐκεῖνος ἐμνημόνευσεν, κἀμοὶ ἐπιτρέψατε χρήσασθαι τῷ παραδείγματι: φημὶ γὰρ οὖν καὶ γυναιξὶ καλαῖς οὐχ ὅπως συλλαμβάνειν ἐς τὸ εὐμορφότερον, ἀλλὰ καὶ ἐναντιοῦσθαι τὸν κόσμον τὸν πολύν, ὁπόταν τῶν ἐντυγχανόντων ἕκαστος ὑπὸ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν πολυτελῶν ἐκπλαγεὶς ἀντὶ τοῦ ἐπαινεῖν ἢ ' χρόαν ἢ βλέμμα ἢ δειρὴν ἢ πῆχυν ἢ δάκτυλον, ὁ δὲ ταῦτ᾽ ἀφεὶς ἐς τὴν σαρδὼ ἢ τὸν σμάραγδον ἢ τὸν ὅρμον ἢ τὸ ψέλιον ἀποβλέπῃ, ὥστε ἄχθοιτο ἂν εἰκότως παρορωμένη διὰ τὸν κόσμον, οὐκ ἀγόντων σχολὴν ἐπαινεῖν αὐτὴν τῶν θεατῶν, ἀλλὰ πάρεργον αὐτῆς ποιουμένων τὴν θέαν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De Domo 9

    Lucian
    τὸν δὲ ἄλλον κόσμον καὶ τὰ τῶν τοίχων γράμματα καὶ τῶν χρωμάτων τὰ κάλλη καὶ τὸ ἐναργὲς ἑκάστου καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀληθὲς ἔαρος ὄψει καὶ λειμῶνι δὲ εὐανθεῖ καλῶς ἂν ἔχοι παραβαλεῖν:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • Phaleris 2.5

    Lucian
    ᾧ καὶ δῆλον ὅτι προσίεται τὴν τοῦ μονάρχου εὐσέβειαν. χρὴ δὲ καὶ ὑμᾶς τὰ αὐτὰ ἐκείνῳ ψηφισαμένους προσθεῖναι καὶ τὸν ταῦρον τουτονὶ τῷ ἄλλῳ κόσμῳ τοῦ ἱεροῦ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De Saltatione 63

    Lucian
    ὅ δὴ καὶ Δημήτριον τὸν Κυνικὸν παθεῖν λέγουσιν. ἐπεὶ γὰρ καὶ αὐτὸς ὅμοιά σοι κατηγόρει τῆς ὀρχηστικῆς, λέγων τοῦ αὐλοῦ καὶ τῶν συρίγγων καὶ τῶν κτύπων πάρεργόν τι τὸν ὀρχηστὴν εἶναι, μηδὲν αὐτὸν πρὸς τὸ δρᾶμα συντελοῦντα, κινούμενον δὲ ἄλογον ἄλλως κίνησιν καὶ μάταιον, οὐδενὸς αὐτῇ νοῦ προσόντος, τῶν δὲ ἀνθρώπων τοῖς περὶ τὸ πρᾶγμα γοητευομένων: ἐσθῆτι σηρικῇ καὶ προσωπείῳ εὐπρεπεῖ, αὐλῷ τε καὶ τερετίσμασι καὶ τῇ τῶν ᾀδόντων εὐφωνίᾳ, οἷς κοσμεῖσθαι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De Syria Dea 39

    Lucian
    τὰ μὲν ὦν ἐντὸς τοῦ νηοῦ ὧδε κεκοσμέαται: ἔξω δὲ βωμός τε κέαται μέγας χάλκεος, ἐν δὲ καὶ ἄλλα ξόανα μυρία χάλκεα βασιλέων τε καὶ ἱρέων: καταλέξω δὲ τῶν μάλιστα ἄξιον μνήσασθαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De Dea Syria 35

    Lucian
    ἐν δὲ καὶ ἄλλο τῷ σφετέρῳ Ἀπόλλωνι καινουργέουσι: μοῦνοι Ἀπόλλωνα εἵμασι κοσμέουσιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De Syria dea 32

    Lucian
    χειρὶ δὲ τῇ μὲν ἑτέρῃ σκῆπτρον ἔχει, τῇ ἑτέρῃ δὲ ἄτρακτον, καὶ ἐπὶ τῇ κεφαλῇ ἀκτῖνὰς τε φορέει καὶ πύργον καὶ κεστὸν τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • Imagines 9

    Lucian
    εἴ που κάλλιστον ὅρμον εἶδες ἐκ τῶν στιλπνοτάτων καὶ ἰσομεγεθῶν μαργαριτῶν, οὕτως ἐπὶ στίχου ἐπεφύκεσαν ἐκοσμοῦντο δὲ μάλιστα τῷ τῶν χειλῶν ἐρυθήματι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De luctu 12

    Lucian
    οἰμωγαὶ δ᾽ ἐπὶ τούτοις καὶ κωκυτὸς γυναικῶν καὶ παρὰ πάντων δάκρυα καὶ στέρνα τυπτόμενα καὶ σπαραττομένη κόμη καὶ φοινισσόμεναι παρειαί: καί που καὶ ἐσθὴς καταρρήγνυται καὶ κόνις ἐπὶ τῇ κεφαλῇ πάσσεται, καὶ οἱ ζῶντες οἰκτρότεροι τοῦ νεκροῦ: οἱ μὲν γὰρ χαμαὶ κυλινδοῦνται πολλάκις καὶ τὰς κεφαλὰς ἀράττουσι πρὸς τὸ ἔδαφος, ὁ δ᾽ εὐσχήμων καὶ καλὸς καὶ καθ᾽ ὑπερβολὴν ἐστεφανωμένος ὑψηλὸς πρόκειται καὶ μετέωρος ὥσπερ εἰς πομπὴν κεκοσμημένος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens