Date by century
Item set
- Title
-
Date by century
Items
-
Antiquities of the Jews 19.8
Flavius Josephus
ἐκόσμει τε τοῖς ἐνθένδε ἀγομένοις τήν τε οἰκίαν καὶ τοὺς κήπους ὁπόσαι τε αὐτῷ καταγωγαὶ διὰ γῆς τῆς τῶν Ἰταλῶν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 18.90
Flavius Josephus
Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσίαText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 18.55-56
Flavius Josephus
Πιλᾶτος δὲ ὁ τῆς Ἰουδαίας ἡγεμὼν στρατιὰν ἐκ Καισαρείας ἀγαγὼν καὶ μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις ἐπὶ καταλύσει τῶν νομίμων τῶν Ἰουδαϊκῶν ἐφρόνησε, προτομὰς Καίσαρος, αἳ ταῖς σημαίαις προσῆσαν, εἰσαγόμενος εἰς τὴν πόλιν, εἰκόνων ποίησιν ἀπαγορεύοντος ἡμῖν τοῦ νόμου. καὶ διὰ τοῦτο οἱ πρότερον ἡγεμόνες ταῖς μὴ μετὰ τοιῶνδε κόσμων σημαίαις ἐποιοῦντο εἴσοδον τῇ πόλειText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.306
Flavius Josephus
πόλεις τε τὰς μὲν περιοικίδας καὶ ὑπὸ ἀλλοφύλων οἰκουμένας κοσμοῦντα ῶν ἐκ παύσασθαι καὶ καταλύσεώς τε καὶ ἀφανισμῷ τῶν ἐν τῇ ἀρχῇ αὐτοῦ κατῳκημένων.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.196
Flavius Josephus
Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς ὃ συμπομπεύσειε τῷ νεκρῷ. ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν ὁ νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον. περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη ἢ προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετ’ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.162
Flavius Josephus
καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοιςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.81
Flavius Josephus
αὐτὸς δὲ τὰ περὶ Σύλλαιον ἠγωνίζετο καὶ θεραπεία τῶν πρώτων ἀνδρῶν ἐγεγόνει κόσμος τε ἀξιοπρεπὴς ταλάντων ἐώνητο διακοσίωνText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.68
Flavius Josephus
Ταῦτα συνῇδεν γὰρ τοῖς λόγοις τῆς ἀδελφῆς, καὶ πολὺ τοῦ μὴ ἀπιστίαν ἔτι ὑποπτεύεσθαι συνῆγεν αὐτοῖς, ὁ βασιλεὺς κρατυνάμενος ἐπὶ κακίᾳ τῇ Ἀντιπάτρου τὴν Δῶριν τὴν μητέρα αὐτοῦ πάντα τὸν περὶ αὐτὴν κόσμον ταλάντων πολλῶν ὄντα ἀφελόμενος ἔπειτα αὐτὴν ἀποπέμπεται καὶ ταῖς Φερώρου γυναιξὶν φιλίαν ἐσπείσατοText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.204
Flavius Josephus
τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.181
Flavius Josephus
ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.148-149
Flavius Josephus
Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρ’ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν. τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπ’ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.139
Flavius Josephus
ὁ δ’ αὐτῷ πᾶσαν τὴν εἰς τὰ τοιαῦτα παρασκευὴν ἀπὸ τῶν οἰκείων διεπέμπετο τὴν φιλοτιμίαν ἐπικοσμῶν. ἰδίᾳ δὲ καὶ ἡ γυνὴ Καίσαρος Ἰουλία πολλὰ τῶν ἐκεῖ πολυτελεστάτων ἀπέστειλεν, ὡς μηδὲν ὑστερεῖν τὰ πάντα συντιμώμενα ταλάντωνπεντακοσίων.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.19
Flavius Josephus
ὁ δ’ ἐπιδιέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ καὶ πολλοὺς μὲν τῶν προσιόντων αὐτῷ δεξιούμενος ἀνελάμβανεν βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως ἰδὼν πεπτωκυῖαν στοάν, ἣν ἐν τῷ Μιθριδατικῷ πολέμῳ καθαιρεθεῖσαν οὐχ ὥσπερ τὰ ἄλλα διὰ μέγεθος καὶ κάλλος ἀναστῆναι ῥᾴδιον ἦν, χρήματα δοὺς ὅσα μὴ μόνον ἐπαρκεῖν, ἀλλὰ καὶ περιττεύειν ἐδύνατο πρὸς τὴν συντέλειαν τοῦ κατασκευάσματος, ἐνετέλλετο μὴ περιορᾶν, ἀλλὰ θᾶττον ἐγείρειν ἀποκαθιστάντας τῇ πόλει τὸν ἴδιον κόσμον.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.396
Flavius Josephus
περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δ’ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.394
Flavius Josephus
θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.384
Flavius Josephus
τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.364
Flavius Josephus
σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπ᾽ αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δ᾽ ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.331-332
Flavius Josephus
Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, ὃ πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλ’ ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς, τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δ’ ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδ’ ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλ’ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.318
Flavius Josephus
πάλιν οὖν αὐτῷ τῶν πραγμάτων πρὸς ἐπίδοσιν εὐθηνουμένων βασίλειον ἐξῳκοδόμει περὶ τὴν ἄνω πόλιν ὑπερμεγέθεις οἴκους ἐγείρων καὶ κόσμῳ κατασκευάζων πολυτελεστάτῳ χρυσοῦ καὶ λίθων καὶ περιαλειμμάτων ὡς ἕκαστον αὐτῶν κλισίας μὲν ἔχειν παμπόλλους ἄνδρας ὑποδέχεσθαι κατὰ μέτρα δὲ καὶ τὰς προσηγορίαςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.306
Flavius Josephus
καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν μὴ ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτ’ εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενοςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.298
Flavius Josephus
ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.279-280
Flavius Josephus
Ἡρώδης δὲ τεταραγμένους ὁρῶν καὶ μὴ ῥᾳδίως ἂν μεταπεσόντας, εἰ μὴ τύχοιεν παρηγορίας, καλέσας αὐτῶν τοὺς ἐπιφανεστάτους εἰς τὸ θέατρον παρήγαγεν καὶ δείξας τὰ τρόπαια, τί ποτ’ ἔστιν ὃ δοκεῖ ταῦτα αὐτοῖς ἐπύθετο. τῶν δὲ ἐκβοησάντων ἀνθρώπων εἰκόνες, ἐπιτάξας ἀφαιρεθῆναι τὸν περιθέσιμον κόσμον ἐπιδείκνυσιν αὐτοῖς γυμνὰ τὰ ξύλα. τὰ δ’ εὐθὺς ἦν ἀποσυληθέντα γέλως καὶ πλεῖστον εἰς διάχυσιν ἐδυνήθη τὸ καὶ πρότερον αὐτοὺς ἐν εἰρωνείᾳ τίθεσθαι τὰς κατασκευὰς τῶν ἀγαλμάτων.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.104
Flavius Josephus
ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ’ Αἰγύπτου προύπεμψενἈντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.90
Flavius Josephus
χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.61
Flavius Josephus
τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome