Date by century

Item set

Items

Advanced search
  • Fragment 13 line 11-14

    Ion of Chios
    ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον. ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ᾽ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Omphale, Fragment 24 line 2

    Ion of Chios
    βακκάρις δὲ καὶ μύρα καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Ode 17, Dithyramb 3, line 62

    Bacchylides
    εἰ δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι φύτευσεν Αἴθρα Ποσει- δᾶνι, τόνδε χρύσεον χειρὸς ἀγλαὸν ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός, δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους. εἴσεαι δ᾽ αἴ κ᾽ ἐμᾶς κλύῃ Κρόνιος εὐχᾶς ἀναξιβρόντας ὁ πάντων μεδέων.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Fragment 358 line 1

    Hecataeus of Abdera
    Σαπφὼ δ᾽ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτην ῾fr. 44 B':' χειρόμακτρα δὲ καγγονων πορφύρᾳ καταυταμενἀτατι Μνᾶσις πέμψ᾽ ἀπὺ Φωκάας δῶρα τίμια [καγγόνων], κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ ῾FHG I 25':' ‘γυναῖκες δ᾽ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτρα.'

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Anth. Gr. 6.50; fragment 26 subfragment 1 line 9

    Simonides of Ceos
    Τόνδε ποθ’ ῞Ελληνες ῥώμῃ χερὸς ἔργῳ ῎Αρηος, εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι, Πέρσας ἐξελάσαντες, ἐλεύθερον ῾Ελλάδι κόσμον ἱδρύσαντο Διὸς βωμὸν ᾿Ελευθερίου.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Ad Nicoclem 2.32

    Isocrates
    τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ τοῖς περὶ τὸ σῶμα κόσμοις, καρτέρει δὲ ὡς χρὴ τοὺς βασιλεύοντας ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἵν᾽ οἱ μὲν ὁρῶντες διὰ τὴν ὄψιν ἄξιόν σε τῆς ἀρχῆς εἶναι νομίζωσιν, οἱ δὲ συνόντες διὰ τὴν τῆς ψυχῆς ῥώμην τὴν αὐτὴν ἐκείνοις γνώμην ἔχωσιν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Schol. Hom. Od. XIV 533.

    Acusilaus
    Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς ἴσχει θυγατέρα τοὔνομα Ὠρείθυιαν κάλλει διαπρεπεστάτην. Kοσμήσας δὲ ταύτην ποτὲ πέμπει κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιν τῇ πολιάδι Ἀθηνᾷ.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 45q line 15

    Ctesias
    ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας, οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματος

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • De Cirone 8.22

    Isaeus
    δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν καὶ λεγούσης ὅτι βούλοιτ᾽ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθ᾽ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην,

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Odes 12.7

    Bacchylides
    ἐς γὰρ ὀλβίαν ξείνοισί με πότνια Νίκα νᾶσον Αἰγίνας ἀπάρχει ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Fragment 1 line 2

    Melanthius
    αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τε Κεκροπίαν κόσμησ᾽ ἡμιθέων ἀρεταῖς.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.24 (Fragment 2 line 58)

    Unknown
    αἰ γὰρ τὰν γυναῖκα καλόν ἐστι κοσμεῖσθαι, τὰν γυναῖκα αἰσχρὸν κοσμεῖσθαι, αἴπερ τωὐτὸν αἰσχρὸν καὶ καλόν· καὶ τἆλλα κατὰ τωὐτόν.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.6 (Fragment 2 line 10)

    Unknown
    καὶ κοσμεῖσθαι καὶ ψιμυθίῳ χρίεσθαι καὶ χρυσία περιάπτεσθαι, τῷ μὲν ἀνδρὶ αἰσχρόν, τᾷ δὲ γυναικὶ καλόν.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.15 (Fragment 2 line 31)

    Unknown
    τοὶ δὲ Πέρσαι κοσμεῖσθαι τε ὥσπερ τὰς γυναῖκας καὶ τὼς ἄνδρας καλὸν νομίζοντι καὶ τᾷ θυγατρὶ καὶ τᾷ ματρὶ καὶ τᾷ ἀδελφᾷ συνίμεν· τοὶ δὲ Ἕλλανες καὶ αἰσχρὰ καὶ παράνομα.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment B2 Line 8

    Critias
    Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE

  • Fragment 1b line 451

    Ctesias
    προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 26 line 30

    Ctesias
    κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως, ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ‘ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια: πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν.’

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Fragment 1p, Alpha* line 9

    Ctesias
    ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Phil., Fragment P. 143 line 11

    Perictione
    σκῆνος δὲ ἄγειν χρὴ πρὸς μέτρα φύσιος τροφῆς τε πέρι καὶ ἱματίων καὶ λουτρῶν καὶ ἀλειψίων καὶ τριχῶν θέσιος καὶ τῶν ὁκόσα ἐς κόσμον ἐστὶ χρυσοῦ καὶ λίθων. ὁκόσαι γὰρ πολυτελέα πάντα ἐσθίουσι καὶ πίνουσι καὶ ἀμπέχονται καὶ φορέουσι τὰ φορέουσι γυναῖκες, ἐς ἁμαρτίην ἕτοιμαι κακίης συμπάσης ἔς τε λέχεα καὶ ἐς τὰ ἄλλα ἀδικοπρηγέες. λιμὸν ὦν καὶ δίψαν ἐξακέεσθαι δεῖ μοῦνον, κἢν ἐκ τῶν εὐτελέων ἔῃ, καὶ ῥῖγος, κἢν νάκος κἢν σισύρη.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • History Fragment 150b line 2

    Timaeus
    Τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτ΄ ἄλλος ἐποίησε μείζω• ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίονας

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • History Fragment 111 line 2

    Timaeus
    τὸν αὐτὸν τρόπον ἐπὶ *** τοῦ Διονυσίου τοῦ τυράννου, κλινοκοσμοῦντος καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζομένου συνεχῶς.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • History Fragment 164 line 236

    Timaeus
    αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις: οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατ᾽ αὐτὴν λουτρὰ πολλὰ συμβάλλεται, ἀλλὰ καὶ κατὰ τὴν τῶν θερμῶν ὑδάτων ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ τὴν τυχοῦσαν.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 27 line 28-29

    Megasthenes
    λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 23 line 86

    Megasthenes
    Καὶ ὅστις μὲν ἐκεῖνον κατ ̓ ἐπιτυχίην συλλάβοι, τοῦτον δὲ εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεὺς, τούτῳ δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους· τοὺς ἁλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρῆσθαι.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE

  • Indica, Fragment 23 line 76

    Megasthenes
    τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης τῆς θαλάσσης ἐς τὴν Ἰνδῶν γῆν συναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον

    Text Category: Literature: prose
    Century Range: 4th century BCE