Date by century
Item set
- Title
-
Date by century
Items
-
SB 14 11858
Heraclius, presbyter
ἐγὼ Ἡράκλειος πρ(εσβύτερος) ὁμολογῶ ἐσχη-κέναι παρά σου τὴν βίβλον εἰςκόσμησιν ἐπεὶ(*) τῷ με πάλιν εἴσωμην̣ὸ̣ς ἀποκαταστῆσαί σοιἄνευ̣ ε̣ὑρεσιλογίας.Text Category: PapyrusCentury Range: 4th century CELocation: Egypt -
SB 12 11075
Unknown
ἐν] κοσμαριδίοις λίτρα[ν] μίαν οὐγκίας τρεῖς , ἀσήμου δὲ ἐν σκευαριδίοις λίτρας τέσσαρας ἅσπερ ὁ αὐτὸς ΤιμόθεοςText Category: PapyrusCentury Range: 5th century CEDate: first halfLocation: Oxyrhynchos -
P.Strasb. 3 138
Flavius Asklepiades
χείας(*) ἐπὶ τοῦ λιθοστρώτου[ -ca.?- ] ̣αρ ̣ ̣ν τῶν βιβλίων ἐπιστελ-[λω](*) [ὑμῖν ἵνα ε]ἰδῆτε(*) καὶ σπουδάσητε ἀν̣α-[ -ca.?- ] ὑπὲρ τοῦ τὴν πόλιν τὸν ἴ(*)δι-[ον κόσμον ἔχε]ιν(*) πλησιαζούσης μάλιστα[τῆς λαμπροτ]άτης (?)(*) ἡμέρας τῶν Οὐικεναλλίων[τοῦ πάντα νι]κ̣ῶντος δεσπότου ἡμῶν[Κωνσταντί]νου τοῦ αἰωνίου βασιλέωςText Category: PapyrusCentury Range: 4th century CEDate: 325Location: Hermopolis -
PSI 15 1514
Unknown
ἱερὸν κόσμον συντετελεσμέ(νον)ὑπὸ Ἀκουσιλάου τ̣ο̣ῦ̣ Νίκω̣νος Αἰγυπ̣τ̣ί̣ο̣υκαὶ λογευτοῦ ἐπιστροφηι(*) οὐ γέγον(εν)... παρὰ τὰ ὑ[πὸ]τῶν βασιλέων προστεταγμέν(α),εἰσβιασάμενος ἔνδον παρʼ ἐμοὶκαὶ διαρπάσας τοῖς θεαταῖς πολὺ τῶνκόσμων καὶ τῶν ἄλλων ἀπεχρή-σατο... ἔστι δέ· θυμιατήρι(ον) κασι(τέρινον)(*) (δραχμῶν) ιβ,σπονδεῖον ἀργυ(ρίου) (δραχμῶν) μ, λιβανωτρίδαἀξίαν (δραχμῶν) δ, κίστην στολιστοῦθεῶν ἄξιον (δραχμῶν) ρ, ̣ ̣ ̣στολ̣ι̣με̣ν̣ ̣ (?)ἀξίαν ἀργυ(ρίου) (δραχμῶν) ζ.Text Category: PapyrusCentury Range: 1st century BCEDate: 89-53Location: Egypt -
P.Oxy. 43 3088
Flavius Titianus
ἀποδέχομαι ὑμᾶς τὴν πατρί̣δ̣α̣κοσμεῖν προῃρημένο̣υ̣ς̣ κ̣αὶ ἐ̣π̣ι̣τ̣ρ̣[έ]π̣ω̣κατασκευάζειν τὸ βαλανεῖο̣ν̣ ἔ̣κ̣ τετῶν ἤδη σ̣υ̣νειλεγμένων χρη-μάτων, ὥς̣ φατε, καὶ ἐξ ὧν̣ ἄν ̣ ̣ ̣Text Category: PapyrusCentury Range: 2nd century CEDate: 128Location: Oxyrhynchos -
P.Oxy. 6 899 V Kol. II
Apollonarion
καὶ περὶ Σενεκελεὺ καὶ Κε̣[- ca.25 -][ ̣ ̣ ̣]σ̣ος. ἐς(*) ὅσον μὲν οὖν δύναμίς μοι ὑ(*)πῆρχεν ταύτας ἐγεώργουν καὶ ἀν̣[- ca.25 -][τὰ τ]ελούμενα, ἐπεὶ δὲ συνέβη μοι ἔκ τε ἐπικλ[α]σμῶν κελευσθέντων [- ca.11 - ὑπὸ τοῦ λαμπροτά-][του] ἡγεμόνος Αἰμιλίου Σατουρνίνου καὶ ἐξ ἄλλων τινῶν ἀφορμῶν καὶ ς̣[- ca.25 -][ἀνα]γκαίως σχεδόν τι διενιαυτίσαι με ἐν τούτοις οὐ μόνον συνεχομέν[ην - ca.19 - ἀλλὰ][καὶ] δ̣ι̣ὰ τοῦτο τήν τε ἐνδομενείαν(*) μου καὶ τὸν οἰκεῖον κόσμον καὶ τὴν ἀ ̣[- ca.25 -][καὶ ἄ]λλα τῶν ἐμῶν πλεῖστα ἔμφορα πολλοῦ ἄξια ὀλίγου παντελῶς ἐν τῷ [- ca.25 -][εἰς ἔνδειά]ν̣ με οὐ τὴν τυχοῦσαν περιστῆναι.Text Category: PapyrusCentury Range: 3rd century CEDate: 200-201Location: Oxyrhynchus -
P.Harrauer 36
senate of Heromopolis
ἡ πολιτικὴ ἀγορὰ καὶ [πρὸς κό-]σμον τῆς πόλε̣ω̣ς̣ ἄρισ[τον οἰκοδό-]μημα καὶ πρὸς ὠ̣φ̣[έλειαν οὐκ ὀ-]λίγα συμβάλλετ[αι] π̣ρ̣ο̣[σόδους παρέχου(?)-]σα ἀπὸ τῶν μισθουμ̣[ένων ̣ ̣ ̣ ̣ ̣ ̣]Text Category: PapyrusCentury Range: 3rd century CEDate: 269-270Location: Hermopolis -
P. Harris 2 197
Unknown
[ -ca.?- Λου]κρητίωι Βλάνδωι τριηράρχωι [πολλὰ χαίρειν -ca.?- ][ -ca.?- πρὸ πολλοῦ κελε]ύσαντος τοῦ διασημοτάτου ἡγε[μόνος -ca.?- ][ -ca.?- πλοῖα (?)-ca.?- ἀ]ναπέμψαι εἰς Ἀκῶριν πρὸς κα[ταγωγὴν λίθων -ca.?-(?)][ -ca.?- εἰς] κόσμον τῆς λαμπροτάτης τῶν [Ἀλεξανδρέων πόλεως -ca.?- ]Text Category: PapyrusCentury Range: 2nd century CEDate: 169-176Location: Egypt -
Orations 38.8
Aelius Aristides
οὕτω δὴ φύντες καὶ τραφέντες καὶ παιδευθέντες μέχρι μὲν ἡσύχαζε τὰ τῶν Ἀχαιῶν, οἵδ᾽ ἐν Θετταλίᾳ τε ἦσαν κόσμος πολὺ λιμνῶν τε καὶ πεδίων καὶ ποταμῶν ἐπιφανέστερος καὶ τοὺς ταύτῃ Ἕλληνας ὤρθουν, εἴς τε τὸ κοινὸν πολιτευόμενοι τὰ ἐκείνοις πρέποντα καὶ τὰς ἰδίας ἑκάστου συμφορὰς ἐπανορθοῦντες, οὐδ᾽ ἦν νοσεῖν ὅπου φανείη Μαχάων ἢ Ποδαλείριος.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 147Location: Pergamon -
Orations 3.243
Aelius Aristides
καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδ᾽ ὑπεχώρησεν οὔτε πόλει οὔτ᾽ ἀνθρώπων οὐδενὶ, ἀλλ᾽ αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλ᾽ οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δ᾽ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο, παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν, καὶ δὴ καὶ τότε εὐθύς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 145-147 -
Orations 25.49
Aelius Aristides
ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθ᾽ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.52
Aelius Aristides
οἱ μὲν γὰρ οὐδ᾽ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλ᾽ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.9
Aelius Aristides
οἱ δ᾽ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.5
Aelius Aristides
τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστ᾽ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν: ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστουςText Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 23.20
Aelius Aristides
ὅσος γὰρ κόσμος χρείᾳ συγκεκλήρωται σώματι μὲν λυσιτελεῖς ἀναπαύσεις ἔχων, ψυχῇ δ᾽ ἐξουσίαν καὶ ῥᾳστώνην εἰς τοὺς προσήκοντας παρέχων πόνους, ἅπας συνελήλυθεν ἐξ ἱερῶν, ἐκ λουτρῶν, ἐκ λιμένων, ἐκ δρόμων.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 21.14
Aelius Aristides
Μέλητα δὲ κοσμεῖν ἑτέροις τὰ νῦν παρίημι: καίτοι μέγιστός γε αὐτὸς αὑτῷ κόσμος ἐστὶν ὁρώμενος, ᾧ γε καὶ θέρος καὶ χειμὼν τὸν αὐτὸν ἔχει λόγον, καὶ οὔτε ἐξ ὄμβρων ποτὲ ὕβρισεν οὔτε αὐχμοῖς εἶξεν, ἀλλ᾽ ὥσπερ ἄλλο τι τῶν ἀκινήτων, ἓν μὲν σχῆμα, μίαν δὲ χρόαν τὸν ἀεὶ σώζει χρόνον.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 21.7
Aelius Aristides
καὶ δὴ καὶ τῇ ἡμετέρᾳ πόλει τοσοῦτον νικώσῃ συνέβη τρόπον τινὰ ὀλισθεῖν: οὗ δὴ καθαρῶς ἐξεφάνη ὅσος τις ὁ παρ᾽ αὐτῆς τῆς Ἀσίας κόσμος ἦν, λέγω δὲ οὐχὶ τὴν μέχρι Μαιάνδρου πηγῶν, οὐδ᾽ ὅσην ὁ τῶν ἡγεμόνων ὑμῶν κλῆρος ὁρίζεται, ἀλλ᾽ ἣν ἐξ ἀρχῆς Ἕλληνες προσεῖπον Ἀσίαν, προσηγόρευον δὲ καὶ ἤπειρον διαφερόντως αὐτὴν τῶν τριῶν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 20.22
Aelius Aristides
ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον: παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλ᾽ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν: οἱ δ᾽ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις: ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 20.8
Aelius Aristides
οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστ᾽ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 37.11
Aelius Aristides
εἰ δὲ δεῖ καὶ τῶν ἐν μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶμεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπ᾽ αὐτῆς, καὶ ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς ὑγιείας φάρμακον.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 153Location: Baris -
Orations 37.9
Aelius Aristides
οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, ἡ δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι. πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρ᾽ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ γένοςText Category: Literature: proseCentury Range: 2nd century CEDate: 153Location: Baris -
Orations 22.10
Aelius Aristides
πλάσματα τοίνυν καὶ γραφὰς καὶ τὸν κύκλῳ κόσμον τοῦτον τίς ἂν οὐχὶ καὶ ἐν ταῖς τριόδοις ὁρῶν ἐγανώθη, μή τί γε δὴ ἐν προσθήκῃ τῶν σεμνοτέρων εἶδεν;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 171Location: Smyrna -
Orations 17.20
Aelius Aristides
ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 17.16
Aelius Aristides
ἐκεῖ μὲν γὰρ τὰ ὄρη διαστήσας Θετταλίαν ἐποίησε γῆν ἄπεδον ἐκ λίμνης ἐξιεὶς κατὰ ῥεῦμα τὸν Πηνειὸν, ἐνταῦθα δὲ ἐπανήγαγε τὴν θάλατταν ἀπὸ τῶν ὀρῶν, ἀντίστροφον τὸν ἐκ τῆς ἠπείρου κόσμον τῷ παρὰ τῆς θαλάττης ἁρμόττων τῇ πόλει.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 31.93-95, 97
Aelius Aristides
νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατ᾽ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 161Location: Cyzicus