1st century CE

Item set

Items

Advanced search
  • Geography 4.1.5

    Strabo
    τῆς δὲ λιτότητος τῶν βίων καὶ τῆς σωφροσύνης τῶν Μασσαλιωτῶν οὐκ ἐλάχιστον ἄν τις θείη τοῦτο τεκμήριον: ἡ γὰρ μεγίστη προὶξ αὐτοῖς ἐστιν ἑκατὸν χρυσοῖ καὶ εἰς ἐσθῆτα πέντε καὶ πέντε εἰς χρυσοῦν κόσμον: πλέον δ᾽ οὐκ ἔξεστι.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 3.4.17

    Strabo
    τῆς δὲ βαρβαρικῆς ἰδέας καὶ τὸν τῶν γυναικῶν ἐνίων κόσμον θείη τις ἄν, ὃν εἴρηκεν Ἀρτεμίδωρος: ὅπου μὲν γὰρ περιτραχήλια σιδηρᾶ φορεῖν αὐτάς φησιν ἔχοντα κόρακας καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ, κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατασπᾶν τὸ κάλυμμα ὥστε ἐμπετασθὲν σκιάδιον τῷ προσώπῳ παρέχειν, καὶ νομίζειν κόσμον: ὅπου δὲ τυμπάνιον περικεῖσθαι πρὸς μὲν τῷ ἰνίῳ περιφερὲς καὶ σφίγγον τὴν κεφαλὴν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατ᾽ ὀλίγον: ἄλλας δὲ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον ὥστ᾽ ἀποστίλβειν τοῦ μετώπου μᾶλλον: τὰς δ᾽ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρᾳ μελαίνῃ περιστέλλειν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 3.4.6

    Strabo
    μετὰ τοίνυν Ἄβδηρα ἔστι Καρχηδὼν ἡ νέα, κτίσμα Ἀσδρούβα τοῦ διαδεξαμένου Βάρκαν τὸν Ἀννίβα πατέρα, κρατίστη πολὺ τῶν ταύτῃ πόλεων: καὶ γὰρ ἐρυμνή τ᾽ ἐστὶ καὶ τείχει κατεσκευασμένῳ καλῶς καὶ λιμέσι καὶ λίμνῃ κεκόσμηται καὶ τοῖς τῶν ἀργυρίων μετάλλοις, περὶ ὧν εἰρήκαμεν:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 1.2.31-32

    Strabo
    φησὶ δὴ πρὸς Τηλέμαχον ὁ Μενέλαος θαυμάσαντα τὸν τῶν βασιλείων κόσμον… ἅμα μὲν γὰρ θαυμάζουσι τοῦ κόσμου τῶν βασιλείων οἱ περὶ Τηλέμαχον τὸ πλῆθος ὅ ἐστι ‘χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.’

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • On the Judaean War 7.428

    Flavius Josephus
    τοῦ βωμοῦ δὲ τὴν κατασκευὴν πρὸς τὸν οἰκεῖον ἐξεμιμήσατο καὶ τοῖς ἀναθήμασιν ὁμοίως ἐκόσμησεν χωρὶς τῆς περὶ τὴν λυχνίαν κατασκευῆς

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 7.159

    Flavius Josephus
    τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησεν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 7.152

    Flavius Josephus
    μεθ’ ἃ Οὐεσπασιανὸς ἤλαυνε πρῶτος καὶ Τίτος εἵπετο, Δομετιανὸς δὲ παρίππευεν, αὐτός τε διαπρεπῶς κεκοσμημένος καὶ τὸν ἵππον παρέχων θέας ἄξιον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 7.136-139

    Flavius Josephus
    ἐφέρετο δὲ καὶ θεῶν ἀγάλματα τῶν παρ’ αὐτοῖς μεγέθεσι θαυμαστὰ καὶ κατὰ τὴν τέχνην οὐ παρέργως πεποιημένα, καὶ τούτων οὐδέν, ὅ τι μὴ τῆς ὕλης τῆς πολυτελοῦς, ζῴων τε πολλαὶ φύσεις παρήγοντο κόσμον οἰκεῖον ἁπάντων περικειμένων. ἦν δὲ καὶ τὸ κομίζον ἕκαστα τούτων πλῆθος ἀνθρώπων ἁλουργαῖς ἐσθῆσι καὶ διαχρύσοις κεκοσμημένον, οἵ τ’ εἰς αὐτὸ τὸ πομπεύειν διακριθέντες ἐξαίρετον εἶχον καὶ καταπληκτικὴν περὶ αὐτοὺς τοῦ κόσμου τὴν πολυτέλειαν. ἐπὶ τούτοις οὐδὲ τὸν αἰχμάλωτον ἦν ἰδεῖν ὄχλον ἀκόσμητον, ἀλλ’ ἡ τῶν ἐσθήτων ποικιλία καὶ τὸ κάλλος αὐτοῖς τὴν ἀπὸ τῆς κακώσεως τῶν σωμάτων ἀηδίαν ἔκλεπτε τῆς ὄψεως.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 6.390-392

    Flavius Josephus
    συλληφθεὶς δὲ καὶ ὁ γαζοφύλαξ τοῦ ἱεροῦ Φινέας ὄνομα τούς τε χιτῶνας καὶ τὰς ζώνας ὑπέδειξε τῶν ἱερέων πορφύραν τε πολλὴν καὶ κόκκον, ἃ πρὸς τὰς χρείας ἀπέκειτο τοῦ καταπετάσματος, σὺν οἷς κιννάμωμόν τε πολὺ καὶ κασσίαν καὶ πλῆθος ἑτέρων ἀρωμάτων, ἃ συμμίσγοντες ἐθυμίων ὁσημέραι τῷ θεῷ. παρεδόθη δὲ ὑπ’ αὐτοῦ πολλὰ καὶ τῶν ἄλλων κειμηλίων κόσμος τε ἱερὸς οὐκ ὀλίγος, ἅπερ αὐτῷ βίᾳ ληφθέντι τὴν τῶν αὐτομόλων συγγνώμην ἔδωκε.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 6.241

    Flavius Josephus
    ὁ δὲ Τίτος οὐδ’ ἂν ἐπιβάντες ἐπ’ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι φήσας ἀντὶ τῶν ἀνδρῶν ἀμυνεῖσθαι τὰ ἄψυχα οὐδὲ καταφλέξειν ποτὲ τηλικοῦτον ἔργον· Ῥωμαίων γὰρ ἔσεσθαι τὴν βλάβην, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας αὐτοῦ μένοντος

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 6.6

    Flavius Josephus
    τὰ γὰρ πάλαι δένδρεσι καὶ παραδείσοις κεκοσμημένα τότε πανταχόθεν ἠρήμωτο καὶ περικέκοπτο τὴν ὕλην, οὐδείς τε τὴν πάλαι Ἰουδαίαν καὶ τὰ περικαλλῆ προάστεια τῆς πόλεως ἑωρακὼς ἀλλόφυλος, ἔπειτα τὴν τότε βλέπων ἐρημίαν οὐκ ὠλοφύρατο καὶ κατεστέναξεν τὴν μεταβολὴν παρ’ ὅσον γένοιτο

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.563

    Flavius Josephus
    οἱ μέν γε Ῥωμαίων βασιλεῖς ἐτίμησάν τε καὶ προσεκόσμησαν τὸ ἱερὸν ἀεί, τότε δὲ ὁ Ἰουδαῖος καὶ τὰ τῶν ἀλλοφύλων κατέσπα.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.350

    Flavius Josephus
    οἱ δέ, ὥσπερ ἔθος, ἀποκαλύψαντες τὰ ὅπλα θήκαις ἐσκεπασμένα τέως κατάφρακτοι προῄεσαν καὶ τοὺς ἵππους ἄγοντες οἱ ἱππεῖς κεκοσμημένους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.204-205

    Flavius Josephus
    ἡ δ’ ὑπὲρ τὴν Κορινθίαν ἀπὸ τῆς γυναικωνίτιδος ἐξ ἀνατολῆς ἀνοιγομένη τῆς τοῦ ναοῦ πύλης ἀντικρὺ πολὺ μείζων· πεντήκοντα γὰρ πηχῶν οὖσα τὴν ἀνάστασιν τεσσαρακονταπήχεις τὰς θύρας εἶχε καὶ τὸν κόσμον πολυτελέστερον ἐπὶ δαψιλὲς πάχος ἀργύρου τε καὶ χρυσοῦ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.177-180

    Flavius Josephus
    οὔτε γὰρ πολυτελείας οὔτε κατασκευῆς τινος ἔλειπεν ὑπερβολήν, ἀλλὰ τετείχιστο μὲν ἅπασα τριάκοντα πήχεις τὸ ὕψος κύκλῳ κατ’ ἴσον διάστημα, κεκοσμημένοις δὲ πύργοις διείληπτο ἀνδρῶσί τε μεγίστοις καὶ εἰς ξενῶνας ἑκατοντακλίνους ἐν οἷς ἀδιήγητος μὲν ἡ ποικιλία τῶν λίθων ἦν, συνῆκτο γὰρ πολὺς ὁ πανταχοῦ σπάνιος, θαυμασταὶ δὲ ὀροφαὶ μήκει τε δοκῶν καὶ λαμπρότητι προκοσμημάτων, οἴκων δὲ πλῆθος καὶ διαφοραὶ σχημάτων περὶ τούτους μυρίαι, πᾶσίν γε μὴν ἀποσκευαὶ πλήρεις, καὶ τὰ πλείω τῶν ἐν ἑκάστοις κειμένων ἐξ ἀργύρου τε καὶ χρυσοῦ. 0περίστοα δὲ δι’ ἀλλήλων ἐν κύκλῳ πολλά, καὶ στῦλοι πρὸς ἑκάστῳ διάφοροι, τά γε μὴν τούτων ὕπαιθρα πάντα χλοερά,

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.170-171

    Flavius Josephus
    ὁ δὲ τρίτος πύργος ἡ Μαριάμμη, τοῦτο γὰρ ἡ βασιλὶς ἐκαλεῖτο, μέχρι μὲν εἴκοσι πηχῶν ναστὸς ἦν, εἴκοσι δὲ πήχεις εἰς εὖρος διέβαινε καὶ μῆκος ἴσον, πολυτελεστέραν δὲ καὶ ποικιλωτέραν τῶν ἄλλων τὴν οἴκησιν εἶχεν ἐπάνω, τοῦ βασιλέως οἰκεῖον ὑπολαβόντος τὸν ἀπὸ γυναικὸς ὀνομασθέντα κεκοσμῆσθαι πλέον ἢ τοὺς ἀπ’ ἀνδρῶν, ὥσπερ ἐκείνους τοῦ τῆς γυναικὸς ἰσχυροτέρους

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 5.167-168

    Flavius Josephus
    ἐπάνω δὲ αὐτοῦ περιῄει στοὰ δεκάπηχυς τὸ ὕψος θωρακίοις τε καὶ προβόλοις σκεπομένη. μέσην δὲ ὑπερῳκοδόμητο τὴν στοὰν πύργος ἕτερος εἴς τε οἴκους πολυτελεῖς καὶ δὴ καὶ βαλανεῖον διῃρημένος, ὡς μηδὲν ἐνδέοι τῷ πύργῳ βασίλειον δοκεῖν. τὰ δ’ ἄκρα τοῖς προμαχῶσι καὶ ταῖς τύρσεσιν † ἡ περιαυτοῦ κεκόσμητο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 4.559-562

    Flavius Josephus
    κἀκεῖνος αὐτοὺς ἐξ ἧς περιεποιήσατο δυναστείας ἠμείβετο πάντα ἐπιτρέπων δρᾶν ὧν ἕκαστος ἐπεθύμει. πόθοι δ’ ἦσαν ἁρπαγῆς ἀπλήρωτοι καὶ τῶν πλουσίων οἴκων ἔρευνα φόνος τε ἀνδρῶν καὶ γυναικῶν ὕβρεις ἐπαίζοντο, μεθ’ αἵματός τε τὰ συληθέντα κατέπινον καὶ μετ’ ἀδείας ἐνεθηλυπάθουν τῷ κόρῳ, κόμας συνθετιζόμενοι καὶ γυναικείας ἐσθῆτας ἀναλαμβάνοντες, καταντλούμενοι δὲ μύροις καὶ πρὸς εὐπρέπειαν ὑπογράφοντες ὀφθαλμούς. οὐ μόνον δὲ κόσμον, ἀλλὰ καὶ πάθη γυναικῶν ἐμιμοῦντο καὶ δι’ ὑπερβολὴν ἀσελγείας ἀθεμίτους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 4.155-156

    Flavius Josephus
    Καὶ δὴ μεταπεμψάμενοι μίαν τῶν ἀρχιερατικῶν φυλήν, Ἐνιάχιν καλεῖται, διεκλήρουν ἀρχιερέα, λαγχάνει δ’ ἀπὸ τύχης ὁ μάλιστα διαδείξας αὐτῶν τὴν παρανομίαν, Φαννί τις ὄνομα, υἱὸς Σαμουήλου κώμης Ἀφθίας, ἀνὴρ οὐ μόνον οὐκ ἐξ ἀρχιερέων, ἀλλ’ οὐδ’ ἐπιστάμενος σαφῶς τί ποτ’ ἦν ἀρχιερωσύνη δι’ ἀγροικίαν. ἀπὸ γοῦν τῆς χώρας αὐτὸν ἄκοντα σύραντες ὥσπερ ἐπὶ σκηνῆς ἀλλοτρίῳ κατεκόσμουν προσωπείῳ τήν τ’ ἐσθῆτα περιτιθέντες τὴν ἱερὰν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ διδάσκοντες.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 3.514

    Flavius Josephus
    τοῦ μὲν οὖν Πανείου τὸ φυσικὸν κάλλος ὑπὸ τῆς βασιλικῆς προσεξήσκηται πολυτελείας τῷ Ἀγρίππα πλούτῳ κεκοσμημένον

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 3.79

    Flavius Josephus
    Καὶ τὸ μὲν ἔνδον εἰς σκηνὰς διαλαμβάνουσιν, ἔξωθεν δ᾽ ὁ κύκλος τείχους ὄψιν ἐπίχει πύργοις ἐξ ἴσου διαστήματος κεκοσμημένος.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 2.444

    Flavius Josephus
    εἰ γὰρ καὶ δέοι τινὰ τῶν ὅλων ἀφηγεῖσθαι, παντὶ μᾶλλον ἢ ἐκείνῳ προσήκειν, συντίθενται καὶ κατὰ τὸ ἱερὸν ἐπεχείρουν αὐτῷ· σοβαρὸς γὰρ ἀναβεβήκει προσκυνήσων ἐσθῆτί τε βασιλικῇ κεκοσμημένος καὶ τοὺς ζηλωτὰς ἐνόπλους ἐφελκόμενος

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 2.412

    Flavius Josephus
    καὶ πρῶτον αὐτῶν πολλὰ πρὸς τὴν τόλμαν τῆς ἀποστάσεως χαλεπήναντες καὶ τὸ τηλικοῦτον ἐπισείειν τῇ πατρίδι πόλεμον, ἔπειτα τὸ τῆς προφάσεως ἄλογον διήλεγχον, φάμενοι τοὺς μὲν προγόνους αὐτῶν κεκοσμηκέναι τὸν ναὸν ἐκ τῶν ἀλλοφύλων τὸ πλέον ἀεὶ προσδεχομένους τὰς ἀπὸ τῶν ἔξωθεν ἐθνῶν δωρεάς

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 2.321

    Flavius Josephus
    Ἔνθα δὴ πᾶς μὲν ἱερεὺς πᾶς δ’ ὑπηρέτης τοῦ θεοῦ τὰ ἅγια σκεύη προκομίσαντες καὶ τὸν κόσμον, ἐν ᾧ λειτουργεῖν ἔθος ἦν αὐτοῖς, ἀναλαβόντες κιθαρισταί τε καὶ ὑμνῳδοὶ μετὰ τῶν ὀργάνων προσέπιπτον καὶ κατηντιβόλουν φυλάξαι τὸν ἱερὸν κόσμον αὐτοῖς καὶ μὴ πρὸς ἁρπαγὴν τῶν θείων κειμηλίων Ῥωμαίους ἐρεθίσαι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • On the Judaean War 2.85

    Flavius Josephus
    βεβασανικέναι γὰρ οὐ μόνον τὰ σώματα τῶν ὑποτεταγμένων ἀλλὰ καὶ τὰς πόλεις: τὰς μὲν γὰρ ἰδίας λελωβῆσθαι, τὰς δὲ τῶν ἀλλοφύλων κεκοσμηκέναι καὶ τὸ τῆς Ἰουδαίας αἷμα κεχαρίσθαι τοῖς ἔξωθεν δήμοις.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome