1st century CE
Item set
- Title
-
1st century CE
Items
-
On the Judaean War 2.81
Flavius Josephus
ἀθροίσαντος δὲ Καίσαρος συνέδριον τῶν ἐν τέλει Ῥωμαίων καὶ τῶν φίλων ἐν τῷ κατὰ τὸ Παλάτιον Ἀπόλλωνος ἱερῷ, κτίσμα δ᾽ ἦν ἴδιον αὐτοῦ θαυμασίῳ πολυτελείᾳ κεκοσμημένον, μετὰ μὲν τῶν πρεσβευτῶν τὸ Ἰουδαϊκὸν πλῆθος ἔστη,Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.671
Flavius Josephus
παρέλιπεν δ’ οὐδὲν Ἀρχέλαος εἰς πολυτέλειαν, ἀλλὰ πάντα τὸν βασιλικὸν κόσμον προήνεγκεν συμπομπεύσοντα τῷ νεκρῷ· κλίνη μὲν γὰρ ὁλόχρυσος ἦν διάλιθος, στρωμνὴ δὲ ἁλουργὶς ποικίλη, τὸ σῶμα δ’ ἐπ’ αὐτῆς πορφύρᾳ κεκαλυμμένον, καὶ διάδημα μὲν ἐπέκειτο τῇ κεφαλῇ, στέφανος δ’ ὑπὲρ αὐτοῦ χρυσοῦς, τὸ δὲ σκῆπτρον παρὰ τὴν δεξιάνText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.591
Flavius Josephus
ἀποσκήπτει δ’ εἰς πρώτην ὁ θυμὸς Δωρίδα τὴν Ἀντιπάτρου μητέρα· καὶ γυμνώσας αὐτὴν παντὸς οὗ δεδώρητο κόσμου, πολλῶν δ’ ἦν ταλάντων, ἐκβάλλει δεύτερον.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.451
Flavius Josephus
ὡς βασιλεὺς γοῦν ἐπέμφθη καὶ πρὸς Καίσαρα τῷ τε κόσμῳ καὶ ταῖς ἄλλαις θεραπείαις πλὴν διαδήματος χρώμενοςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.425
Flavius Josephus
καὶ τί δεῖ λέγειν τὰς εἰς Λυκίους ἢ Σαμίους δωρεὰς ἢ τὴν δι’ ὅλης τῆς Ἰωνίας ἐν οἷς ἐδεήθησαν ἕκαστοι δαψίλειαν; ἀλλ’ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι Νικοπολῖταί τε καὶ τὸ κατὰ Μυσίαν Πέργαμον οὐ τῶν Ἡρώδου γέμουσιν ἀναθημάτων; τὴν δ’ Ἀντιοχέων τῶν ἐν Συρίᾳ πλατεῖαν οὐ φευκτὴν οὖσαν ὑπὸ βορβόρου κατέστρωσέν τε σταδίων εἴκοσι τὸ μῆκος οὖσαν ξεστῇ μαρμάρῳ καὶ πρὸς τὰς τῶν ὑετῶν ἀποφυγὰς ἐκόσμησεν ἰσομήκει στοᾷ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.411
Flavius Josephus
Καθάπαν δ’ ἔχων ἀντιπράσσοντα τὸν τόπον ἐφιλονείκησεν πρὸς τὴν δυσχέρειαν, ὡς τὴν μὲν ὀχυρότητα τῆς δομήσεως δυσάλωτον εἶναι τῇ θαλάσσῃ, τὸ δὲ κάλλος ὡς ἐπὶ μηδενὶ δυσκόλῳ κεκοσμῆσθαιText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.408
Flavius Josephus
Κατιδὼν δὲ κἀν τοῖς παραλίοις πόλιν ἤδη μὲν κάμνουσαν, Στράτωνος ἐκαλεῖτο πύργος, διὰ δὲ εὐφυίαν τοῦ χωρίου δέξασθαι δυναμένην τὸ φιλότιμον αὐτοῦ, πᾶσαν ἀνέκτισεν λευκῷ λίθῳ καὶ λαμπροτάτοις ἐκόσμησεν βασιλείοις, ἐν ᾗ μάλιστα τὸ φύσει μεγαλόνουν ἐπεδείξατο.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.265
Flavius Josephus
Βαρυτέρους δὲ κατὰ τὴν φυγὴν Πάρθων Ἰουδαίους ἐπείρασεν, ἐνοχλήσαντας μὲν διηνεκῶς, ἀπὸ δὲ ἑξήκοντα τῆς πόλεως σταδίων καὶ παραταξαμένους ἐπιεικῶς πολὺν χρόνον. ἔνθα κρατήσας Ἡρώδης καὶ πολλοὺς αὐτῶν ἀποκτείνας αὖθις εἰς μνήμην τοῦ κατορθώματος ἔκτισεν τὸ χωρίον καὶ βασιλείοις πολυτελεστάτοις ἐκόσμησεν καὶ ἀκρόπολιν ὀχυρωτάτην ἀνεδείματο Ἡρώδειόν τε ἐκάλεσεν ἀπὸ ἑαυτοῦText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.132
Flavius Josephus
οὐ μὴν οὐδ’ Ἀριστόβουλος ὑστέρει πεποιθὼς τῇ Σκαύρου δωροδοκίᾳ παρῆν τε καὶ αὐτὸς ὡς οἷόν τε βασιλικώτατα κεκοσμηκὼς ἑαυτόνText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.76
Flavius Josephus
πρὸς τοῦτο πάνυ πανούργως ἡ βασίλισσα συντάσσεται μετὰ τῶν ἐπιβούλων· τοὺς γὰρ πεμφθέντας πείθουσιν τὰ μὲν παρὰ τοῦ βασιλέως σιωπῆσαι, λέγειν δὲ πρὸς τὸν Ἀντίγονον ὡς ὁ ἀδελφὸς ἀκούσας ὅπλα τε αὐτῷ παρεσκευακέναι κάλλιστα καὶ πολεμικὸν κόσμον ἐν τῇ Γαλιλαίᾳ διὰ μὲν τὴν ἀσθένειαν αὐτὸς ἐπιδεῖν ἕκαστα κωλυθείη, νῦν δ’ ἐπεὶ καὶ χωρίζεσθαι μέλλοις, θεάσαιτ’ ἂν ἥδιστά σε ἐν τοῖς ὅπλοις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.73
Flavius Josephus
ὡς δ᾽ ὁ Ἀντίγονος λαμπρὸς ἀπὸ στρατείας ἦλθεν εἰς τὴν ἑορτήν, ἐν ᾗ σκηνοποιεῖσθαι πάτριον τῷ θεῷ, συνέβη μὲν κατ᾽ ἐκείνας τὰς ἡμέρας νόσῳ χρήσασθαι τὸν Ἀριστόβουλον, τὸν δὲ Ἀντίγονον ἐπὶ τέλει τῆς ἑορτῆς ἀναβάντα μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν ὡς ἐνῆν μάλιστα κεκοσμημένον προσκυνῆσαι τὸ πλέον ὑπὲρ τοῦ ἀδελφοῦ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
On the Judaean War 1.42
Flavius Josephus
πρὶν δὲ συνάψαι τὰς φάλαγγας Ἐλεάζαρος ὁ ἀδελφὸς αὐτοῦ προϊδὼν τὸν ὑψηλότατον τῶν ἐλεφάντων πύργῳ τε μεγάλῳ καὶ περιχρύσοις προτειχίσμασι κεκοσμημένον, ὑπολαβὼν ἐπ᾽ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, τῶν τε ἰδίων ἐκτρέχει πολὺ καὶ διακόψας τὸ στῖφος τῶν πολεμίων ἐπὶ τὸν ἐλέφαντα διήνυσεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 20.212
Flavius Josephus
σῖτον γὰρ ἐδίδου τῷ δήμῳ καὶ ἔλαιον διένεμεν καὶ τὴν πᾶσαν δὲ πόλιν ἀνδριάντων ἀναθέσεσιν καὶ ταῖς τῶν ἀρχαίων ἀποτύποις εἰκόσιν ἐκόσμει καὶ μικροῦ δεῖν πάντα τὸν τῆς βασιλείας κόσμον ἐκεῖ μετήνεγκεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 19.147
Flavius Josephus
πάντα κόσμον ἐπιτηδεύσας ὡς ἄν τις ἐπὶ τοῖς τιμιωτάτοις παρεσκεύαστο ἀπολωλόσιν, ἀποσημαίνει τοῦ Γαΐου τὸν θάνατον ἐπὶ τὸ θέατρον παρελθὼν καὶ ἔπαυσεν τοὺς ἀνθρώπους ἐπὶ πλέον ἀγνοίᾳ συμπεριφέρεσθαι τοῦ γεγονότοςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 19.8
Flavius Josephus
ἐκόσμει τε τοῖς ἐνθένδε ἀγομένοις τήν τε οἰκίαν καὶ τοὺς κήπους ὁπόσαι τε αὐτῷ καταγωγαὶ διὰ γῆς τῆς τῶν Ἰταλῶν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 18.90
Flavius Josephus
Οὐιτέλλιος δὲ εἰς τὴν Ἰουδαίαν ἀφικόμενος ἐπὶ Ἱεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσίαText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 18.55-56
Flavius Josephus
Πιλᾶτος δὲ ὁ τῆς Ἰουδαίας ἡγεμὼν στρατιὰν ἐκ Καισαρείας ἀγαγὼν καὶ μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις ἐπὶ καταλύσει τῶν νομίμων τῶν Ἰουδαϊκῶν ἐφρόνησε, προτομὰς Καίσαρος, αἳ ταῖς σημαίαις προσῆσαν, εἰσαγόμενος εἰς τὴν πόλιν, εἰκόνων ποίησιν ἀπαγορεύοντος ἡμῖν τοῦ νόμου. καὶ διὰ τοῦτο οἱ πρότερον ἡγεμόνες ταῖς μὴ μετὰ τοιῶνδε κόσμων σημαίαις ἐποιοῦντο εἴσοδον τῇ πόλειText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.306
Flavius Josephus
πόλεις τε τὰς μὲν περιοικίδας καὶ ὑπὸ ἀλλοφύλων οἰκουμένας κοσμοῦντα ῶν ἐκ παύσασθαι καὶ καταλύσεώς τε καὶ ἀφανισμῷ τῶν ἐν τῇ ἀρχῇ αὐτοῦ κατῳκημένων.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.196
Flavius Josephus
Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς ὃ συμπομπεύσειε τῷ νεκρῷ. ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν ὁ νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον. περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη ἢ προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετ’ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.162
Flavius Josephus
καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοιςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.81
Flavius Josephus
αὐτὸς δὲ τὰ περὶ Σύλλαιον ἠγωνίζετο καὶ θεραπεία τῶν πρώτων ἀνδρῶν ἐγεγόνει κόσμος τε ἀξιοπρεπὴς ταλάντων ἐώνητο διακοσίωνText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 17.68
Flavius Josephus
Ταῦτα συνῇδεν γὰρ τοῖς λόγοις τῆς ἀδελφῆς, καὶ πολὺ τοῦ μὴ ἀπιστίαν ἔτι ὑποπτεύεσθαι συνῆγεν αὐτοῖς, ὁ βασιλεὺς κρατυνάμενος ἐπὶ κακίᾳ τῇ Ἀντιπάτρου τὴν Δῶριν τὴν μητέρα αὐτοῦ πάντα τὸν περὶ αὐτὴν κόσμον ταλάντων πολλῶν ὄντα ἀφελόμενος ἔπειτα αὐτὴν ἀποπέμπεται καὶ ταῖς Φερώρου γυναιξὶν φιλίαν ἐσπείσατοText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.204
Flavius Josephus
τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.181
Flavius Josephus
ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.148-149
Flavius Josephus
Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρ’ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν. τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπ’ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome