1st century CE
Item set
- Title
-
1st century CE
Items
-
Antiquities of the Jews 16.139
Flavius Josephus
ὁ δ’ αὐτῷ πᾶσαν τὴν εἰς τὰ τοιαῦτα παρασκευὴν ἀπὸ τῶν οἰκείων διεπέμπετο τὴν φιλοτιμίαν ἐπικοσμῶν. ἰδίᾳ δὲ καὶ ἡ γυνὴ Καίσαρος Ἰουλία πολλὰ τῶν ἐκεῖ πολυτελεστάτων ἀπέστειλεν, ὡς μηδὲν ὑστερεῖν τὰ πάντα συντιμώμενα ταλάντωνπεντακοσίων.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 16.19
Flavius Josephus
ὁ δ’ ἐπιδιέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ καὶ πολλοὺς μὲν τῶν προσιόντων αὐτῷ δεξιούμενος ἀνελάμβανεν βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως ἰδὼν πεπτωκυῖαν στοάν, ἣν ἐν τῷ Μιθριδατικῷ πολέμῳ καθαιρεθεῖσαν οὐχ ὥσπερ τὰ ἄλλα διὰ μέγεθος καὶ κάλλος ἀναστῆναι ῥᾴδιον ἦν, χρήματα δοὺς ὅσα μὴ μόνον ἐπαρκεῖν, ἀλλὰ καὶ περιττεύειν ἐδύνατο πρὸς τὴν συντέλειαν τοῦ κατασκευάσματος, ἐνετέλλετο μὴ περιορᾶν, ἀλλὰ θᾶττον ἐγείρειν ἀποκαθιστάντας τῇ πόλει τὸν ἴδιον κόσμον.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.396
Flavius Josephus
περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δ’ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.394
Flavius Josephus
θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.384
Flavius Josephus
τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.364
Flavius Josephus
σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπ᾽ αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δ᾽ ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.331-332
Flavius Josephus
Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, ὃ πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλ’ ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς, τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δ’ ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδ’ ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλ’ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.318
Flavius Josephus
πάλιν οὖν αὐτῷ τῶν πραγμάτων πρὸς ἐπίδοσιν εὐθηνουμένων βασίλειον ἐξῳκοδόμει περὶ τὴν ἄνω πόλιν ὑπερμεγέθεις οἴκους ἐγείρων καὶ κόσμῳ κατασκευάζων πολυτελεστάτῳ χρυσοῦ καὶ λίθων καὶ περιαλειμμάτων ὡς ἕκαστον αὐτῶν κλισίας μὲν ἔχειν παμπόλλους ἄνδρας ὑποδέχεσθαι κατὰ μέτρα δὲ καὶ τὰς προσηγορίαςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.306
Flavius Josephus
καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν μὴ ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτ’ εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενοςText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.298
Flavius Josephus
ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ᾽ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.279-280
Flavius Josephus
Ἡρώδης δὲ τεταραγμένους ὁρῶν καὶ μὴ ῥᾳδίως ἂν μεταπεσόντας, εἰ μὴ τύχοιεν παρηγορίας, καλέσας αὐτῶν τοὺς ἐπιφανεστάτους εἰς τὸ θέατρον παρήγαγεν καὶ δείξας τὰ τρόπαια, τί ποτ’ ἔστιν ὃ δοκεῖ ταῦτα αὐτοῖς ἐπύθετο. τῶν δὲ ἐκβοησάντων ἀνθρώπων εἰκόνες, ἐπιτάξας ἀφαιρεθῆναι τὸν περιθέσιμον κόσμον ἐπιδείκνυσιν αὐτοῖς γυμνὰ τὰ ξύλα. τὰ δ’ εὐθὺς ἦν ἀποσυληθέντα γέλως καὶ πλεῖστον εἰς διάχυσιν ἐδυνήθη τὸ καὶ πρότερον αὐτοὺς ἐν εἰρωνείᾳ τίθεσθαι τὰς κατασκευὰς τῶν ἀγαλμάτων.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.104
Flavius Josephus
ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ’ Αἰγύπτου προύπεμψενἈντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.90
Flavius Josephus
χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.61
Flavius Josephus
τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.51
Flavius Josephus
τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶνText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 15.5
Flavius Josephus
Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 14.284
Flavius Josephus
τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 14.173
Flavius Josephus
ὁ δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπ’ αἰτίᾳ τοιαύτῃ κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 14.107-108
Flavius Josephus
ἡ δὲ μνᾶ παρ’ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ’ αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, ὅρκους παρ’ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ’ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 14.76
Flavius Josephus
αὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, ἣ κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας ὁ Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 14.46
Flavius Josephus
καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλ’ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 13.304
Flavius Josephus
τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθ᾽ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι,Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 13.20
Flavius Josephus
ὡς δ’ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψανText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 12.249
Flavius Josephus
ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναιText Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquities of the Jews 12.233
Flavius Josephus
προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome