Inscription by Location/ Region

Item set

Items

Advanced search
  • Persians 849-850

    Aeschylus
    ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 472
    Location: Athens

  • Persians 831-834

    Aeschylus
    σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς λαβοῦσ᾽ ὑπαντίαζε παιδί.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 472
    Location: Athens

  • Eumenides 50-56

    Aeschylus
    εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι: ῥέγκουσι δ᾽ οὐ πλατοῖσι φυσιάμασιν: ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 458
    Location: Athens

  • Suppliant Women 463

    Aeschylus
    νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 460-469
    Location: Athens

  • Seven Against Thebes 473-479

    Aeschylus
    καὶ δὴ πέπεμπται, κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους, ὃς οὔ τι μάργων ἱππικῶν φρυαγμάτων βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ᾿ ἢ θανὼν τροφεῖα πληρώσει χθονὶ ἢ καὶ δύ᾿ ἄνδρε καὶ πόλισμ᾿ ἐπ᾿ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 467
    Location: Athens

  • Agamemnon 1270-1272

    Aeschylus
    ἐποπτεύσας δέ με κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα φίλων ὑπ᾿ἐχθρῶν οὐ διχορρόπως, μάτην

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 458
    Location: Athens

  • Against Ctesiphon 3.154

    Aeschines
    προελθὼν ὁ κῆρυξ καὶ παραστησάμενος τοὺς ὀρφανοὺς ὧν οἱ πατέρες ἦσαν ἐν τῷ πολέμῳ τετελευτηκότες, νεανίσκους πανοπλίᾳ κεκοσμημένους

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 336
    Location: Athens

  • Agaist Timarchus 1.183

    Aeschines
    ὁ δὲ Σόλων ὁ τῶν νομοθετῶν ἐνδοξότατος γέγραφεν ἀρχαίως καὶ σεμνῶς περὶ τῆς τῶν γυναικῶν εὐκοσμίας. τὴν γὰρ γυναῖκα ἐφ’ ᾗ ἂν ἁλῷ μοιχός, οὐκ ἐᾷ κοσμεῖσθαι, οὐδὲ εἰς τὰ δημοτελῆ ἱερὰ εἰσιέναι, ἵνα μὴ τὰς ἀναμαρτήτους τῶν γυναικῶν ἀναμειγνυμένη διαφθείρῃ· ἐὰν δ’ εἰσίῃ ἢ κοσμῆται, τὸν ἐντυχόντα κελεύει καταρρηγνύναι τὰ ἱμάτια καὶ τὸν κόσμον ἀφαιρεῖσθαι καὶ τύπτειν, εἰργόμενον θανάτου καὶ τοῦ ἀνάπηρον ποιῆσαι, ἀτιμῶν τὴν τοιαύτην γυναῖκα καὶ τὸν βίον ἀβίωτον αὐτῇ κατασκευάζων.

    Text Category: Literature: prose
    Century Range: 4th century BCE
    Date: 346
    Location: Athens

  • Leucippe and Clitophone 8.6.13

    Achilles Tatius
    ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 3.7.4-4

    Achilles Tatius
    οὕτως αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ.... ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀϊδωνεῖ νύμφη κεκοσμημένη

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophone 8.17.4

    Achilles Tatius
    καὶ ταῦτα εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν. ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 8.16.2

    Achilles Tatius
    περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 2.11.4

    Achilles Tatius
    ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 2.1.2

    Achilles Tatius
    “Εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. γῆς ἐστι κόσμος, φυτῶν ἀγλάϊσμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα, κάλλος ἀστράπτον·

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Oration 1.16.C-D

    Julian
    Γενόμενος δὲ ἐφ᾿ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι.

    Text Category: Literature: prose
    Century Range: 4th century CE
    Date: 356-357

  • Epistulae 21.379

    Julian
    εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ᾿ ὑμῶν παρώξυνεν, εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον.

    Text Category: Literature: letter
    Century Range: 4th century CE
    Date: 362
    Location: Alexandria

  • Historiae Romanae 80.12.2,2

    Cassius Dio
    Ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 72.36

    Cassius Dio
    Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ᾿ ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.13.2

    Cassius Dio
    καὶ ἑκουσία τε πλευσεῖσθαι ἔλεγε, καὶ κόσμους τινὰς ἀποθέτους ἐς δῶρα ἡτοιμάζετο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 79.31.3

    Cassius Dio
    οῦ τε γὰρ Ταραύτου υἱὸν αὐτὸν μοιχίδιον εἶναι πλασάμενος, καὶ τῇ ἐσθῆτι τῇ ἐκείνου, ᾗ ποτὲ ἐν παισὶν ἐχρῆτο, κοσμήσας

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romaae 75.5.3

    Cassius Dio
    ὁ δ᾿ αὐτοκράτωρ ἐφ᾿ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπ᾿ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ ἤλαυνεν.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 75.4..2-3

    Cassius Dio
    ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ βῆμα ξύλινον ἐν χρῷ τοῦ λιθίνου κατεσκευάσθη, καὶ ἐπ᾿ αὐτοῦ οἴκημα ἄτοιχον περίστυλον, ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποικιλμένον, ἐτέθη, καὶ ἐν αὐτῷ κλίνη ὁμοία, κεφαλὰς πέριξ θηρίων χερσαίων τε καὶ θαλασσίων ἔχουσα, ἐκομίσθη στρώμασι πορφυροῖς καὶ διαχρύσοις κεκοσμημένη

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 75.1.4

    Cassius Dio
    ἥ τε γὰρ πόλις πᾶσα ἄνθεσί τε καὶ δάφναις ἐστεφάνωτο καὶ ἱματίοις ποικίλοις ἐκεκόσμητο, φωσί τε καὶ θυμιάμασιν ἔλαμπε, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες καὶ γανύμενοι πολλὰ ἐπευφήμουν, οἵ τε στρατιῶται ἐν τοῖς ὅπλοις ὥσπερ ἐν πανηγύρει τινὶ πομπῆς ἐκπρεπόντως ἀνεστρέφοντο, καὶ προσέτι ἡμεῖς 5ἐν κόσμῳ περιῄειμεν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 74.2,5.3

    Cassius Dio
    ὕστερον δὲ τὸν αὐτὸν τοῦτον ἵππον ἀπαλλαγέντα τε τῶν δρόμων ὑπὸ τοῦ γήρως καὶ ἐν ἀγρῷ ὄντα μετεπέμψατο ὁ Κόμμοδος, καὶ ἐσήγαγεν ἐς τὸν ἱππόδρομον τάς τε ὁπλὰς αὐτοῦ καταχρυσώσας καὶ τὰ νῶτα3 δέρματι ἐπιχρύσῳ κοσμήσας

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 67.9.5

    Cassius Dio
    καὶ τέλος ὁ παῖς ἐκεῖνος, τὸ δαιμόνιον ἑκάστῳ, λελουμένος τε καὶ κεκοσμημένος

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia