Euripides

Item set

Items

Advanced search
  • Trojan Women 1207-1208

    Euripides
    καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 415
    Location: Athens

  • Trojan Women 1200-1203

    Euripides
    φέρετε, κομίζετ᾽ ἀθλίῳ κόσμον νεκρῷ ἐκ τῶν παρόντων: οὐ γὰρ ἐς κάλλος τύχας δαίμων δίδωσιν: ὧν δ᾽ ἔχω, λήψῃ τάδε.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 415
    Location: Athens

  • Rhesus 403

    Euripides
    ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Location: Athena

  • Medea 1156-1162

    Euripides
    ἡ δ᾽, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο, ἀλλ᾽ ᾔνεσ᾽ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο, χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην, ἄψυχον εἰκὼ προσγελῶσα σώματος.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 431
    Location: Athens

  • Medea 978-981

    Euripides
    δέξεται νύμφα χρυσέων ἀναδεσμᾶν δέξεται δύστανος ἄταν: ξανθᾷ δ᾽ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα κόσμον αὐτὰ χεροῖν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 431
    Location: Athens

  • Medea 945-955

    Euripides
    εἴπερ γυναικῶν <γ᾽> ἐστι τῶν ἄλλων μία. συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου: πέμψω γὰρ αὐτῇ δῶρ᾽ ἃ καλλιστεύεται τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ᾽ ἐγώ, πολὺ [λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον] παῖδας φέροντας. ἀλλ᾽ ὅσον τάχος χρεὼν κόσμον κομίζειν δεῦρο προσπόλων τινά. εὐδαιμονήσει δ᾽ οὐχ ἕν, ἀλλὰ μυρία, ἀνδρός τ᾽ ἀρίστου σοῦ τυχοῦσ᾽ ὁμευνέτου κεκτημένη τε κόσμον ὅν ποθ᾽ Ἥλιος πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 431
    Location: Athens

  • Medea 784-789

    Euripides
    πέμψω γὰρ αὐτοὺς δῶρ᾽ ἔχοντας ἐν χεροῖν, [νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,] λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον: κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ, κακῶς ὀλεῖται πᾶς θ᾽ ὃς ἂν θίγῃ κόρης: τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 431
    Location: Athens

  • Iphigenia in Tauris 1222-1225

    Euripides
    τούσδ᾽ ἄρ᾽ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους καὶ θεᾶς κόσμους νεογνούς τ᾽ ἄρνας, ὡς φόνῳ φόνον μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ᾽ ἄλλ᾽ ὅσα προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 414-412
    Location: Athens

  • Iphigenia in Tauris 632-635

    Euripides
    πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, ξανθῷ τ᾽ ἐλαίῳ σῶμα σὸν κατασβέσω, καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 414-412
    Location: Athens

  • Hippolytus 630-633

    Euripides
    ὁ δ᾽ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν γέγηθε κόσμον προστιθεὶς ἀγάλματι καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 428
    Location: Athens

  • Heracleidae 723-725

    Euripides
    εἰ δὲ τευχέων φοβῇ βάρος, νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν κόσμῳ πυκάζου τῷδ᾽: ἐγὼ δ᾽ οἴσω τέως.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 430
    Location: Athens

  • Heracleidae 698-699

    Euripides
    ἀλλ᾽ εἴσιθ᾽ εἴσω κἀπὸ πασσάλων ἑλὼν ἔνεγχ᾽ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 430
    Location: Athens

  • Heracles 548

    Euripides
    κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 416
    Location: Athens

  • Heracles 327-331

    Euripides
    κἀγώ σ᾽ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, ἡμῖν ἵν᾽ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ: κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, όμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — ὡς ἀλλὰ ταῦτά γ᾽ ἀπολάχωσ᾽ οἴκων πατρός.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 416
    Location: Athens

  • Helen 1279

    Euripides
    ἐλθὼν δ᾽ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ:

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 412
    Location: Athens

  • Helen 1067-1068

    Euripides
    τοῦτ᾽ αὖ κατορθοῖς: εἶτ᾽ ἐγὼ συμπλεύσομαι καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 412
    Location: Athens

  • Helen 1061-1062

    Euripides
    δοῦναι κελεύσω πορθμίδ᾽, ᾗ καθήσομαι κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 412
    Location: Athens

  • Hecuba 615-618

    Euripides
    κόσμον τ᾽ ἀγείρασ᾽ αἰχμαλωτίδων πάρα, αἵ μοι πάρεδροι τῶνδ᾽ ἔσω σκηνωμάτων ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας λαθοῦσ᾽ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 424
    Location: Athens

  • Hecuba 577-578

    Euripides
    Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 424
    Location: Athens

  • Andromache 147-153

    Euripides
    κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο δόμων ἀπαρχὰς δεῦρ᾽ ἔχουσ᾽ ἀφικόμην, ἀλλ᾽ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ πολλοῖς σὺν ἕδνοις, ὥστ᾽ ἐλευθεροστομεῖν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 425
    Location: Athens

  • Bacchae 857-861

    Euripides
    ἀλλ᾽ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, Πενθεῖ προσάψων: γνώσεται δὲ τὸν Διὸς Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, δεινότατος, ἀνθρώποισι δ᾽ ἠπιώτατος.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 405
    Location: Athens

  • Alcestis 1049-1050

    Euripides
    ποῦ καὶ τρέφοιτ᾽ ἂν δωμάτων νέα γυνή; νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 438
    Location: Athens

  • Alcestis 629-632

    Euripides
    οὔτ᾽ ἦλθες ἐς τόνδ᾽ ἐξ ἐμοῦ κληθεὶς τάφον οὔτ᾽ ἐν φίλοισι σὴν παρουσίαν λέγω. κόσμον δὲ τὸν σὸν οὔποθ᾽ ἥδ᾽ ἐνδύσεται: οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 438
    Location: Athens

  • Alcestis 611-624

    Euripides
    Χορός καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ στείχοντ᾽, ὀπαδούς τ᾽ ἐν χεροῖν δάμαρτι σῇ κόσμον φέροντας, νερτέρων ἀγάλματα. Φέρης ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον: ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα. δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών, ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, καί μ᾽ οὐκ ἄπαιδ᾽ ἔθηκεν οὐδ᾽ εἴασε σοῦ στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν, πάσαις δ᾽ ἔθηκεν εὐκλεέστερον βίον γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 438
    Location: Athens

  • Alcestis 149

    Euripides
    κόσμος γ᾽ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 438
    Location: Athens