Homer
Item set
- Title
-
Homer
Items
-
Homeric Hymns 5.161-167
Homer
οἳ δ᾽ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους.λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόενταἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλουἈγχίσης: ὃ δ᾽ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymn 32.3-8
Homer
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτοςText Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymns 6.5-18
Homer
τὴν δὲ χρυσάμπυκες Ὧραιδέξαντ᾽ ἀσπασίως, περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσαν:κρατὶ δ᾽ ἐπ᾽ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκανκαλήν, χρυσείην: ἐν δὲ τρητοῖσι λοβοῖσινἄνθεμ᾽ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος:δειρῇ δ᾽ ἀμφ᾽ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισινὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶὯραι κοσμείσθην χρυσάμπυκες, ὁππότ᾽ ἴοιενἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,ἦγον ἐς ἀθανάτους: οἳ δ᾽ ἠσπάζοντο ἰδόντεςχερσί τ᾽ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστοςεἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ᾽ ἄγεσθαι,εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Homeric Hymns 5.64-67
Homer
ἑσσαμένη δ᾽ εὖ πάντα περὶ χροῒ εἵματα καλὰχρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτησεύατ᾽ ἐπὶ Τροίης προλιποῦσ᾽ εὐώδεα Κύπρον,ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.Text Category: Literature: poetryCentury Range: 7th century BCE -
Iliad 14.187-189
Homer
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμονβῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ᾽ Ἀφροδίτηντῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε:Text Category: Literature: poetryCentury Range: 7th century BCE