Pindar
Item set
- Title
-
Pindar
Items
-
Olympian 8.81-85
Pindar
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις ἸφίωνἈγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸνκόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένειὤπασεν. ἐσλὰ δ’ ἐπ’ ἐσλοῖςἔργ’ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 460Location: Olympia -
Pythian 9.117-120
Pindar
οὕτω δ᾽ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,εἶπε δ᾽ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 474 -
Pythian 2.10-12
Pindar
ὅ τ᾽ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρονἔν θ᾽ ἅρματα πεισιχάλινα καταζευγνύῃσθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 475-468 -
Isthmian 1.17-22
Pindar
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶΘήβαις ἐτέκνωθεν κράτιστοι·΄ἔν τ᾿ ἀέθλοισι θίγον πλείστων ἀγώνων,καὶ τριπόδεσσιν ἐκόσμησαν δόμονκαὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,γευόμενοι στεφάνωννικαφόρων· λάμπει δὲ σαφὴς ἀρετάἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔντ᾿ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖςκαὶ λιθίνοις ὁπότ᾿ ἐν δίσκοις ἵεν·οὐ γὰρ ἦν πενταέθλιον, ἀλλ᾿ ἐφ᾿ ἑκάστῳἔργματι κεῖτο τέλος.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 458