Aelius Aristides
Item set
- Title
-
Aelius Aristides
Items
-
Orations 24.43
Aelius Aristides
καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφ᾽ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλ᾽ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 149Location: Smyrna -
Orations 25.59
Aelius Aristides
οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.33
Aelius Aristides
ἁπλῶς δ᾽ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δ᾽ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδ᾽ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδ᾽ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλ᾽ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε: καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.1
Aelius Aristides
μὴ γὰρ ὅτι ὑμῖν, οἵ ποτε εὔχεσθε Ῥόδον οἰκεῖν, ἀλλὰ καὶ τοῖς ὅλως τελοῦσιν εἰς Ἕλληνας, τίς ἂν μείζων συμφορὰ τῆς παρούσης γένοιτο, τοῦ κόσμου τοῦ κοινοῦ γένους ἀπολωλότος;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 23.68
Aelius Aristides
τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδ᾽ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλ᾽ ὅπως ἀκούσεσθε εὐμενῶς: ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλ᾽ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖνText Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 23.46
Aelius Aristides
τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματαText Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 23.13
Aelius Aristides
κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 167Location: Pergamon -
Orations 19.10
Aelius Aristides
ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 19.3
Aelius Aristides
ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται: ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν: ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 11.18
Aelius Aristides
εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δ᾽ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δ᾽ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Leuctra -
Orations 21.12
Aelius Aristides
ἐκείνη τε γὰρ ἐμπρησθεῖσα ὑπὸ τοῦ Πέρσου καὶ πάντα τρόπον διαφθαρεῖσα ἐπέδωκεν ἁπανταχῆ, τῇ τε πόλει κέρδος τὸ σύμπτωμα, ὑπὸ τοιαύτης χειρὸς ἐγείρεται πάντη σεμνοτέρα καὶ ὑψηλοτέρα καὶ στεγανωτέρα, καλοῦμεν δὲ Ἀδράστειαν, καλῶν δὲ ὄντων ἁπάντων τῶν ὁρωμένων τούτων κόσμων ἕτερον μείζω προσείληφεν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 21.5
Aelius Aristides
ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 179Location: Smyrna -
Orations 20.9
Aelius Aristides
ἀλλ᾽ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν: ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 178Location: Smyrna -
Orations 18.6
Aelius Aristides
ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν. συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις; τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον; ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι. ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθ᾽ ἕκαστον πλαίσιον, ἀντ᾽ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε; ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 177Location: Laneion -
Orations 37.3, 5
Aelius Aristides
ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ πατρός... καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα δι᾽ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 153Location: Baris -
Orations 27.40-41
Aelius Aristides
ἄξιον οὖν τοῖς μὲν θεοῖς χάριν εἰδέναι, τοῖς δὲ βασιλεῦσι συγχαίρειν τε καὶ συνεύχεσθαι, μακαρίζειν δ᾽ αὑτοὺς τοῦ χρόνου, καὶ πρὸς τῷ μακαρίζειν ἀπολαύειν τῆς ἀρχῆς τὰ γιγνόμενα. καλοὶ μὲν γὰρ καὶ οἱ τῶν οἰκοδομημάτων οὗτοι κόσμοι καὶ θαυμαστῶς πιθανοὶ τοῖς πλήθεσιν, ἀλλ᾽ ἐκεῖνο ἤδη τέλειον καὶ θεοῦ τινος ὡς ἀληθῶς δωρεὰ, ὅταν ἀμφότεροι συνᾴδωσιν οἱ κόσμοι, οἵ τε ἐν ταῖς ψυχαῖς καὶ οἱ τῶν οἰκοδομημάτων. ὥσπερ γὰρ ἐν τούτοις τὰς ἁρμονίας ἐπαινοῦμεν καὶ τὸ σώζειν ἕκαστα τὴν γιγνομένην τάξιν πρὸς ἄλληλα, οὕτω καὶ ζῆν εἰς κάλλος τοῦτ᾽ εἶναι χρὴ δοκεῖν, ὅταν ἁρμονία καὶ τάξις διὰ πάντων κρατῇ. οὗτος ὁ τῶν πόλεων ὡς ἀληθῶς κόσμος οἰκεῖος, οὗτος καὶ ἄνδρα ἰδίᾳ καὶ πόλιν σώζει, τοῦτον οὐδὲν δεῖ πρίασθαι χρημάτων δαπάνης οὐδὲ χρόνων τριβῆς οὐδ᾽ ὑπηρετῶν, οὐδὲ μηχανήματα ἱστάντας πραγματεύεσθαι, ἀλλ᾽ αὐτόν τινα ἕκαστον ἑαυτὸν δεῖ πεῖσαι προελέσθαι τὰ βελτίω.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 166Location: Cyzicus -
Orations 27.36
Aelius Aristides
οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 166Location: Cyzicus -
Orations 27.18
Aelius Aristides
εἰ δ᾽ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δ᾽ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃText Category: Literature: proseCentury Range: 2nd century CEDate: 166Location: Cyzicus -
Orations 17.14
Aelius Aristides
ὁ δὲ δὴ πρὸ θυρῶν κόσμος ἀντὶ Ἀπόλλωνος ἀγυιέως προπύλαιος τῇ πόλει, Μέλης ὁ ἐπώνυμος διωρυχὴν Νυμφῶν ἐκ πηγῶν εἰς θάλατταν, αὐταῖς τ᾽ εἶναι λουτρὸν ῥυτὸν καὶ Νηρηίδας παρὰ Νηρέως δέξασθαι δι᾽ ὀλίγουText Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 17.10, 12, 20
Aelius Aristides
κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 157Location: Smyrna -
Orations 26.94-95, 97
Aelius Aristides
νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ...Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Rome -
Orations 26.93
Aelius Aristides
πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Rome -
Orations 26.81
Aelius Aristides
ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Rome -
Orations 32.22
Aelius Aristides
ἀνθ᾽ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 150Location: Cotiaeum -
Oration 1.372
Aelius Aristides
Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλανText Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens