Appian
Item set
- Title
-
Appian
Items
-
Civil Wars 5.1.6
Appian
οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλ’ ἐλέου, δόντες δ’ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.12.94
Appian
καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφ’ ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.6.45
Appian
καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.6.39
Appian
ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.5.33
Appian
ἃς ἡ μὲν φύσις ἀπολύει παρὰ ἅπασιν ἀνθρώποις, αἱ δὲ μητέρες ἡμῶν ὑπὲρ τὴν φύσιν ἐσήνεγκάν ποτε ἅπαξ, ὅτε ἐκινδυνεύετε περὶ τῇ ἀρχῇ πάσῃ καὶ περὶ αὐτῇ τῇ πόλει, Καρχηδονίων ἐνοχλούντων. καὶ τότε δὲ ἐσήνεγκαν ἑκοῦσαι, καὶ οὐκ ἀπὸ γῆς ἢ χωρίων ἢ προικὸς ἢ οἰκιῶν, ὧν χωρὶς ἀβίωτόν ἐστιν ἐλευθέραις, ἀλλὰ ἀπὸ μόνων τῶν οἴκοι κόσμων, οὐδὲ τούτων τιμωμένων οὐδὲ ὑπὸ μηνυταῖς ἢ κατηγόροις οὐδὲ πρὸς ἀνάγκην ἢ βίαν, ἀλλ᾽ ὅσον ἐβούλοντο αὐταίText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 3.2.17
Appian
ὅσα δὴ τῶν Καίσαρος εὐθέως ἐπὶ τῷ φόνῳ πρὸς σὲ μετενήνεκται ὡς ἐπ’ ἀσφαλὲς ἐξ ἐπικινδύνου τότε οἰκίας, τὰ μὲν κειμήλια αὐτῶν καὶ τὸν ἄλλον ἅπαντα κόσμον ἔχειν ἀξιῶ σε καὶ ὅσα ἂν ἐθέλῃς ἄλλα παρ’ ἡμῶν ἐπιλαβεῖν, ἐς δὲ τὴν διανομὴν ἀποδοῦναί μοι τὸ χρυσίον τὸ ἐπίσημον, ὃ συνηθροίκει μὲν ἐς τοὺς πολέμους ἐκεῖνος, οὓς ἐπενόει, ἀρκέσει δ’ ἐμοὶ νῦν ἐς τριάκοντα μυριάδας ἀνδρῶν μεριζόμενονText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 1.12.106
Appian
κόσμῳ δ᾽ ἄλλῳ τὸ τῶν καλουμένων ἱππέων πλῆθος εἵπετο καὶ ὁ στρατὸς ἐν μέρει πᾶς, ὅσος ὑπεστράτευτο αὐτῷ:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 1.12.105
Appian
γίνεται δ᾽ εὐθὺς ἐν ἄστει στάσις ἐπ᾽ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων. ἐξενίκα δ᾽ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο: ἄλλο τε πλῆθος, ὅσον ἐπ᾽ οὐδενὶ ἔργῳ, συνέτρεχεν. ἡγεῖτο δ᾽ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Syrian Wars 33
Appian
ἑκάτερος δ’ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Punic Wars 20.133
Appian
ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς ῬώμηνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Punic Wars 19.131
Appian
τὴν δὲ γυναῖκα τοῦ Ἀσδρούβα λέγουσιν, ἀπτομένου τοῦ πυρὸς ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην, κατακοσμήσασθαί τε ὡς ἐν συμφοραῖς ἐδύνατο, καὶ παραστησαμένην τὰ τέκνα εἰπεῖν ἐς ἐπήκοον τοῦ Σκιπίωνος… εἶτ᾽ ἐς τὸν Ἀσδρούβαν ἐπιστρέψασα εἶπεν: ‘ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει: σὺ δὲ τίνα κοσμήσεις θρίαμβον ὁ τῆς μεγάλης Καρχηδόνος ἡγεμών;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Punic Wars 19.80
Appian
ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησανText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Mithridatic Wars 7.117
Appian
ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Mithridatic Wars 7.116
Appian
καὶ παρῆγεν ἐς μὲν τοὺς λιμένας ἑπτακοσίας ναῦς ἐντελεῖς, ἐς δὲ τὴν πομπὴν τοῦ θριάμβου ζεύγη καὶ φορεῖα χρυσοφόρα καὶ ἕτερα κόσμου ποικίλου, καὶ τὴν Δαρείου τοῦ Ὑστάσπου κλίνην, καὶ τὸν τοῦ εὐπάτορος αὐτοῦ θρόνον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Mithridatic Wars 7.115
Appian
ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν ὁ Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν ἡ παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Mithridatic Wars 7.63
Appian
Ἰασσός γέ τοι καὶ Σάμος καὶ Κλαζομεναὶ καὶ Σαμοθρᾴκη Σύλλα παρόντος ἐλήφθησαν, καὶ τὸ ἱερὸν ἐσυλήθη τὸ Σαμοθρᾴκιον χιλίων ταλάντων κόσμον, ὡς ἐνομίζετο.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Mithridatic Wars 7. 47
Appian
τοσαῦτα μὲν ἡ ἐπιστολὴ περιεῖχεν, οἱ δ’ ἐβούλοντο μὲν ἐς αὐτὸν πρεσβεῦσαι, Ζηνοβίου δὲ κατακωλύοντος, ὅπλων τε ἀφῃρημένοι, καὶ παίδων σφίσι τῶν ἀρίστων ἐχομένων, στρατιᾶς τε βαρβαρικῆς τοσαύτης ἐφεστώσης, οἰμώζοντες ἔκ τε ἱερῶν κόσμους καὶ τὰ τῶν γυναικῶν πάντα ἐς τὸ πλήρωμα τῶν δισχιλίων ταλάντων συνέφερον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Mithridatic Wars 7.23
Appian
Μιθριδάτης δὲ ἐς μὲν Κῶ κατέπλευσε, Κῴων αὐτὸν ἀσμένως δεχομένων, καὶ τὸν Ἀλεξάνδρου παῖδα τοῦ βασιλεύοντος Αἰγύπτου, σὺν χρήμασι πολλοῖς ὑπὸ τῆς μάμμης Κλεοπάτρας ἐν Κῷ καταλελειμμένον, παραλαβὼν ἔτρεφε βασιλικῶς, ἔκ τε τῶν Κλεοπάτρας θησαυρῶν γάζαν πολλὴν καὶ τέχνην καὶ λίθους καὶ κόσμους γυναικείους καὶ χρήματα πολλὰ ἐς τὸν Πόντον ἔπεμψεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Wars in Spain 12.75
Appian
Οὐρίατθον μὲν δὴ λαμπρότατα κοσμήσαντες ἐπὶ ὑψηλοτάτης πυρᾶς ἔκαιον, ἱερεῖά τε πολλὰ ἐπέσφαττον αὐτῷ, καὶ κατὰ ἴλας οἵ τε πεζοὶ καὶ οἱ ἱππεῖς ἐν κύκλῳ περιθέοντες αὐτὸν ἔνοπλοι βαρβαρικῶς ἐπῄνουν, μέχρι τε σβεσθῆναι τὸ πῦρ παρεκάθηντο πάντες ἀμφ᾽ αὐτό.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt