Athenaeus
Item set
- Title
-
Athenaeus
Items
-
Deipnosophistae 12.40
Athenaeus
ου᾽ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ Ἀνδρόκοττος ὁ Φρύξ. καὶ γὰρ οὗτος ἐνεδέδυτο ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.20
Athenaeus
Φύλαρχος δ᾽ ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν εἰπὼν ὅτι παρὰ Συρακοσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδ᾽ ἀνθινὰ φορεῖν μηδ᾽ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς ἐὰν μή τις αὐτῶν συγχωρῇ ἑταίρα εἶναι κοινή,Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Elegy and Iambus 1.10.2; Deipnosophistae 10. 413f
Athenaeus
Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησίνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 1.28b-c (in Critias, Fragments 2.7-8)
Athenaeus
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη,καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 15.33
Athenaeus
ἡ δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων.καὶ σὺ μὲντὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 15.16
Athenaeus
οἱ δ᾽ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 15.9
Athenaeus
φὴς οὖν ‘ διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται;’ ‘πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα,’ φησὶ Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, “ καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους, ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλά, καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 14.51
Athenaeus
ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 14.45
Athenaeus
ἀκούσαντα οὖν τὸν Πελασγὸν τὴν τράπεζαν ἀφθόνως αὑτῷ κεκοσμημένην τῷ Πελώρῳ παραθεῖναι. καὶ τοὺς ἄλλους δὲ φιλοφρονουμένους ἕκαστον φέρειν ὅ τι ἔχοι παρ᾽ αὑτῷ βέλτιστον καὶ παρατιθέναι ἐπὶ τὴν τράπεζαν τῷ ἀπαγγείλαντι, καὶ αὐτὸν τὸν Πελασγὸν προθύμως διακονεῖν καὶ τῶν ἄλλων τοὺς ἐν ἀξιώματι ὄντας ὑπηρετεῖν, καθότι ἑκάστῳ ὁ καιρὸς παρέπιπτεν. διόπερ φασίν, ἐπεὶ τὴν χώραν κατέσχον, ἀπομίμημα τῆς τότε γενομένης ἑορτῆς.. : καὶ θύοντας Διὶ Πελωρίῳ τραπέζας τε λαμπρῶς κοσμοῦντας προτιθέναι καὶ οὕτως φιλάνθρωπον τὴν πανήγυριν συντελεῖνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 14.41
Athenaeus
καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ὄργανον δὲ καὶ τοῦτο μουσικόν ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως : ‘ ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ᾽ εἰ γέγονέ ποτε γινώσκεται: καθάπερ ὁ Πυθαγόρου τοῦ Ζακυνθίου τρίπους. ὀλιγοχρόνιον γὰρ τὴν ἀκμὴν σχὼν, καὶ διὰ τὸ δοκεῖν ἐργώδης εἶναι κατὰ τὴν χειροθεσίαν, ἢ δι᾽ ἣν δὴ ποτ᾽ οὖν αἰτίαν, συντόμως καταλυθεὶς διαλέληθε τοὺς πολλούς. ἦν δὲ παραπλήσιος μὲν Δελφικῷ τρίποδι καὶ τοὔνομ᾽ ἐντεῦθεν ἔσχεν, τὴν δὲ χρῆσιν τριπλῆς κιθάρας παρείχετο, τῶν γὰρ ποδῶν ἑστώτων ἐπί τινος βάσεως εὐστρόφου, καθάπερ αἱ τῶν περιάκτων δίφρων κατασκευάζονται, θέσεις, τὰς μέσας τρεῖς χώρας τὰς ἀπὸ ποδὸς ἐπὶ πόδα διεστώσας ἐνέτεινε χορδαῖς, ὑπερθεὶς ἑκάστῃ πῆχυν καὶ κάτω προσαρμόσας χορδοτόνια, καὶ τὸν ἐπάνω κόσμον κοινὸν τοῦ λέβητος καὶ τῶν παρηρτημένων ἠχείων ἀποδούςText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 14.23
Athenaeus
διὸ καὶ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενός φησινμαρμαίρει δὲ μέγας δόμος χαλκῷ: πᾶσα δ᾽ Ἄρῃ κεκόσμηται στέγηλαμπραῖσιν κυνίαισι, κὰτ τᾶν λευκοὶ καθύπερθενἵππιοι λόφοινεύουσιν, κεφαλαῖσιν ἀνδρῶν ἀγάλματα: χάλκιαι δὲπασσάλοιςκρυπτοῖσιν περικείμεναι λαμπραὶ κναμίδες, ἄρκοςἰσχυρῶ βέλευςθόρρακές τε νέω λίνω, κόιλαι τε κατ᾽ ἀσπίδες βεβλημέναι,πὰρ δὲ Χαλκιδικαὶ σπάθαι, πὰρ δὲ ζώματα πολλὰκαὶ κυπάσσιδες.τῶν οὐκ ἔστι λαθέσθ᾽, ἐπειδὴ πρώτισθ᾽ ὑπὸ ἔργονἕσταμεν τόδε.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 13.69
Athenaeus
Δωρίχα, ὀστέα μὲν σ᾽ ἁπαλῆς κόσμησ᾽ ἀπόδεσμα χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξονσύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 13.67
Athenaeus
ὃ καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίᾳ τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ᾽ ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν Ἀθήνησιν, τὸ δ᾽ ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 13.12
Athenaeus
Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης, καὶ Κρῆτες δ᾽ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.79
Athenaeus
ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις εἰς ἀντίδοσιν τῆς τοῦ σώματος ὥρας προκαλεῖται τοὺς λαβόντας. ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παραμυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς ἐπιθυμίαις χαίροντες ἔχουσιν αὑτοῖς. ἐκκρούεται γὰρ ὑπὸ τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος, εἰ μὴ ἄρα τοῦ περὶ αὑτοὺς κόσμου χάριν, καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντεινόντων, ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.57
Athenaeus
Ὥρων ἐκ πολλῶν πόλεών φησιν κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λακαίνας εἰσαγαγόντος, αἶγας δ᾽ ἐκ Σκύρου καὶ Νάξου, πρόβατα δ᾽ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς, μετεστέλλετο δέ, φησί, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.54
Athenaeus
ἦν δὲ ὁ οἶκος ἑκατοντάκλινος, ἐν ᾧ ἑκάστη ἦν κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.40
Athenaeus
Κτησίας δ᾽ ἱστορεῖ ἄνναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ,Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.38
Athenaeus
ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀποθανεῖνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.31
Athenaeus
Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ Ξενοφάνης φησὶνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.27
Athenaeus
αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι. ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν᾽ ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπ᾽ αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ:Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.25
Athenaeus
Ἴβηρες δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. Μασσαλιῶται δ᾽ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 12.20
Athenaeus
Συβαρῖται,’ φησίν, ‘ ἐξοκείλαντες εἰς τρυφὴν ἔγραψαν νόμον τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς εἰς τὰς θυσίας καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν κλῆσιν ποιεῖσθαι, ἵνα ἀξίως ποιούμεναι τοῦ χρόνου τὴν παρασκευὴν τῶν τε ἱματίων καὶ τοῦ λοιποῦ κόσμου προάγωσιν οὕτως εἰς τὰς κλήσειςText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 11.48
Athenaeus
Πολέμων δ᾽ ἐν τοῖς πρὸς Ἀντίγονον περὶ Ζωγράφων φησὶν ‘Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἱππεύς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας ἐλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ὁμοίως τὸν ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας.’Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Deipnosophistae 9.79
Athenaeus
Σαπφὼ δ᾽ ὅταν λέγῃ ἐν τῷ πέμπτῳ τῶν μελῶν πρὸς τὴν Ἀφροδίτηνχερρόμακτρα δὲ πορφύρᾳκἀπαυγάμενα ταῦτά τοιΜνᾶσις πέμψ᾽ ἀπὺ Φωκάαςδῶρα τίμια κὰγγενῦν, κόσμον λέγει κεφαλῆς τὰ χειρόμακτρα, ὡς καὶ Ἑκαταῖος δηλοῖ ἢ ὁ γεγραφὼς τὰς περιηγήσεις ἐν τῇ Ἀσίᾳ ἐπιγραφομένῃ ‘γυναῖκες δ᾽ ἐπὶ τῆς κεφαλῆς ἔχουσι χειρόμακτραText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome