Cassius Dio

Item set

Items

Advanced search
  • Historiae Romana 51.22.3

    Cassius Dio
    καὶ οὕτως ἡ Κλεοπάτρα καίπερ καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ἐδοξάσθη, ὅτι τά τε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνάκειται καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.22.2

    Cassius Dio
    ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾿ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.19.2

    Cassius Dio
    τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναι

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.17.8

    Cassius Dio
    τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.12.1

    Cassius Dio
    Οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ᾿ ἐκείνου οἱ πεμφθείσας ἐς τὸν κόλπον λαβοῦσα

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.1.3

    Cassius Dio
    τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.45.7

    Cassius Dio
    οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.42.5

    Cassius Dio
    κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 44.31.3

    Cassius Dio
    ἐν δ᾿ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romana 44.16.1

    Cassius Dio
    Ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ τήν τε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψηφίσματος ἀνάγκῃ τοῦ δήμου ἦσαν) καὶ αὐτοί τε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔν τε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ στεφάνῳ ἐτίμησαν, ὥσθ᾿ ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώθεσαν αὐτῷ χρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 44.11.2

    Cassius Dio
    ἐπειδὴ γὰρ ἐν τῇ τῶν Λυκαίων γυμνοπαιδίᾳ ἔς τε τὴν ἀγορὰν ἐσῆλθε καὶ ἐπὶ τοῦ βήματος τῇ τε ἐσθῆτι τῇ βασιλικῇ κεκοσμημένος καὶ τῷ στεφάνῳ τῷ διαχρύσῳ λαμπρυνόμενος ἐς τὸν δίφρον τὸν κεχρυσωμένον ἐκαθίζετο, καὶ αὐτὸν ὁ Ἀντώνιος βασιλέα τε μετὰ τῶν συνιερέων προσηγόρευσε καὶ διαδήματι ἀνέδησεν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.43.1

    Cassius Dio
    Τοῦτο μὲν δὴ τῇ Ῥώμῃ ἔδωκεν, αὐτὸς δὲ τήν τε στολὴν τὴν ἐπινίκιον ἐν πάσαις ταῖς πανηγύρεσι κατὰ δόγμα ἐνεδύετο, καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἐκοσμεῖτο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.18.3

    Cassius Dio
    ἀλλ᾿ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ᾿ ὧν ἥ τε πόλις κοσμηθήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 37.21.2

    Cassius Dio
    καὶ αὐτὰ μὲν ἅπαξ ἀπὸ πάντων τῶν πολέμων ἤγαγε, τρόπαια δὲ ἄλλα τε πολλὰ καὶ καλῶς κεκοσμημένα καθ᾿ ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον ἔπεμψε, καὶ ἐπὶ πᾶσιν ἓν μέγα, πολυτελῶς τε κεκοσμημένον καὶ γραφὴν ἔχον ὅτι τῆς οἰκουμένης ἐστίν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 30-35.102.9

    Cassius Dio
    καὶ ἦν τὸ θέαμα οὐδέν τι τοῦ ὀλέθρου αὐτῶν πραότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσπαρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπεκοσμεῖτο.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia