Dio Chrysostom

Item set

Items

Advanced search
  • Orationes 30.31

    Dio Chrysostom
    διακονεῖσθαι δὲ τὰς Ὥρας, οἷα δὴ νεωτάτας οὔσας τῶν θεῶν, εὖ μὲν ἀμπεχομένας, καλὰς δὲ ἰδεῖν, οὔτι που χρυσῷ κεκοσμημένας, ἀλλὰ παντοίων ἀνθῶν στεφάνοις.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 28.6

    Dio Chrysostom
    καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν· ἀποδυσαμένου δ᾿ οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένων

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 18.3

    Dio Chrysostom
    πολλάκις γοὖν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 45.12-13

    Dio Chrysostom
    περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε· δεῖ δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 36.33

    Dio Chrysostom
    ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ᾿ ἔνδον παριοῦσιν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 31.147

    Dio Chrysostom
    λήθει τῶν ἀνδριάντων, εἰκότως: οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν. τι δὲ κἀκεῖνό ἐστιν· οὐ γὰρ μόνον διὰ τὸ πλείστους εἶναι παρ᾿ ὑμῖν ἀνδριάντας τοῦτο συμβέβηκεν, ἀλλ᾿, οἶμαι, καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρ᾿ ὑμῖν μηδέν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: BIthynia: Prusa

  • Orationes 31.55

    Dio Chrysostom
    τί οὖν; ἆρά γε καὶ λαμβάνουσιν ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τις, ἢ δανείζονται γοῦν, ὃ τάχα δόξει μηδὲν εἶναι δεινόν; ἀλλ᾽ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν κόσμον τῆς θεοῦ πρὶν ἢ τούτων ἅψασθαι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 31.151

    Dio Chrysostom
    καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι μετέφερον, ὥστ᾽ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδ᾽ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 13.36

    Dio Chrysostom
    ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 4.114

    Dio Chrysostom
    προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοισπορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπ᾽ αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύν τε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 2.49

    Dio Chrysostom
    νὴ Δία γε, ἦ δ᾽ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 2.40-41

    Dio Chrysostom
    διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσί τε καὶ ὀπώραις δι᾿ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς ἐν νήσῳ καθ᾿ αὑτὴν ἀπῳκισμένης· τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων1 θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελον περιήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 2.35

    Dio Chrysostom
    τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἷος ἦν ὁ Σαρδαναπάλλου περὶ Νίνον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: prusa

  • Orationes 2.34

    Dio Chrysostom
    Τί δέ; εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις; Οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν· καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις κοσμοῦντα τοὺς θεοὺς1 ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν· ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω,καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 1.70

    Dio Chrysostom
    ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλ᾽ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι:

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa