Dionysius of Halicarnassus
Item set
- Title
-
Dionysius of Halicarnassus
Items
-
De Isocrate 3
Dionysius of Halicarnassus
καίτοι γε ἀνθηρός ἐστιν, εἰ καί τις ἄλλος, καὶ ἐπαγωγὸς ἡδονῇ τῶν ἀκροωμένων Ἰσοκράτης, ἀλλ᾿ οὐκ ἔχει τὴν αὐτὴν χάριν ἐκείνῳ. τοσοῦτον δὲ αὐτοῦ λείπεται κατὰ ταύτην τὴν ἀρετήν, ὅσον τῶν φύσει καλῶν σωμάτων τὰ συνερανιζόμενα κόσμοις ἐπιθέτοιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
De Lysia 29
Dionysius of Halicarnassus
ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει τοὺς Ἕλληνας ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς καὶ Σικελίαν ἐλευθερῶσαι ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 15.3.4
Dionysius of Halicarnassus
ὁ δὲ στρατηγὸς Κάμιλλος χρυσέῳ τοῦτον στεφάνῳ ἐκόσμησεν ἐπωνυμίαν θέμενος αὐτῷ Κορβῖνον ἀπὸ τοῦ συναγωνισαμένου κατὰ τὴν μονομαχίαν ζῴου· κόρβους γὰρ οἱ Ῥωμαῖοι καλοῦσι τοὺς κόρακας· αὐτός τε διετέλεσεν ἐξ ἐκείνου συμβόλῳ κατὰ τοῦ κράνους κοσμούμενος κόρακι, καὶ ταῖς εἰκόσιν αὐτοῦ πάσαις οἱ πλάττοντες καὶ γράφοντες τοῦτο τὸ ζῷον ἐπὶ τὴν κεφαλὴν ἐφήρμοττονText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 10.38.1
Dionysius of Halicarnassus
πότερον ἔτη πλείω στρατευσάμενος ἢ μάχας πλείους ἀγωνισάμενος ἢ τραύματα πλείω λαβὼν ἢ στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δι᾿ ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων ἡ πατρίς;Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 10.24.2
Dionysius of Halicarnassus
ὡς δ᾿ ἐγγὺς ἦν, ἵππους τ᾿ αὐτῷ φαλάροις κεκοσμημένους ἐκπρεπέσι προσῆγον καὶ πελέκεις ἅμα ταῖς ῥάβδοις εἰκοσιτέτταρας παρέστησαν ἐσθῆτά τε ἁλουργῆ καὶ τἆλλα παράσημα οἷς πρότερον ἡ τῶν βασιλέων ἐκεκόσμητο ἀρχὴ προσήνεγκανText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 9.53.5-6
Dionysius of Halicarnassus
καὶ νῦν Οὐολούσκοις κατὰ Ῥωμαίων ἵσταται τρόπαια, καὶ κοσμεῖται τοῖς ἡμετέροις λαφύροις τἀκείνων ἱερὰ καὶ ἐν αὐχήμασιν ἡλίκοις οὐπώποτε αἱ πόλεις αὐτῶν εἰσιν, τέως ὑπὲρ ἀνδραποδισμοῦ τε καὶ κατασκαφῆς τῶν ἡμετέρω δεόμεναι ἡγεμόνωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 9.35.4
Dionysius of Halicarnassus
γενόμενος δὲ καὶ τούτου τοῦ χάρακος ἐγκρατὴς ἐκείνην μὲν τὴν ἡμέραν ἀνέπαυσε τὴν στρατιάν, τῇ δ᾿ ἑξῆς τά τε λάφυρα ὅσα ἐξ ἀμφοτέρων εἰλήφει τῶν στρατοπέδων διένειμε τοῖς ἀγωνισαμένοις πολλὰ ὄντα, καὶ τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις τοῖς εἰωθόσιν ἐκόσμει στεφάνοιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.79.1
Dionysius of Halicarnassus
καὶ μετὰ ταῦτα Μάλλιος τὸν Γαλατικὸν πόλεμον στρατηγῶν τὸν υἱὸν ἀριστεύοντα κατὰ πόλεμον τῆς μὲν ἀνδρείας ἕνεκα τοῖς ἀριστείοις στεφάνοις ἐκόσμησεν, ἀπείθειαν δ᾿ ἐπικαλῶν, ὅτι οὐκ ἐν ᾧ ἐτάχθη φρουρίῳ ἔμεινεν ἀλλὰ παρὰ τὴν ἐπιταγὴν τοῦ ἡγεμόνος ἐξῆλθεν ἀγωνιούμενος, ὡς λιποτάκτην ἀπέκτεινεText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.69.1
Dionysius of Halicarnassus
ὃς οὔτε πόλεις κατὰ κράτος ἑλὼν ἐκ τειχομαχίας οὔτ᾿ ἐν ὑπαίθρῳ μάχῃ στρατιὰν πολεμίων τρεψάμενος αἰχμάλωτα καὶ σκῦλα, οἷς κοσμεῖται θρίαμβος, ἔμελλε κατάγεινText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.49.3
Dionysius of Halicarnassus
ἐῶ γὰρ λέγειν ὅσοις κεκόσμηκας ἐκ τοῦ πολέμου λαφύροις τὰς πόλεις αὐτῶν καὶ πηλίκους κεχάρισαι τοῖς συστρατευσαμένοις πλούτουςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 8.17.1
Dionysius of Halicarnassus
θυσίας τε χαριστηρίους τοῖς θεοῖς ἐποιοῦντο καὶ σκύλων ἀναθέσει τοὺς νεὼς καὶ τὰς ἀγορὰς ἐκόσμουν καὶ ἦσαν ἅπαντες ἐν ἑορταῖς καὶ εὐπαθείαιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 7.72.6
Dionysius of Halicarnassus
τοῖς δ᾿ ἀνδράσι καὶ κράνη χάλκεα λόφοις ἐπισήμοις κεκοσμημένα καὶ πτεροῖς.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 7.7.1
Dionysius of Halicarnassus
Οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τε αἰχμαλώτοις οὓς ἐπήγετο προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμέναςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 6.96.3-4
Dionysius of Halicarnassus
οἱ δὲ πολλῶν πάνυ μισθώσαντες χρημάτων τὰς παροχὰς κόσμῳ τε πολυτελεστάτῳ κοσμήσαντες αὐτοῦ τὸ σῶμα καὶ πάντα τὰ λοιπὰ ἐπιχορηγήσαντες εἰς μεγαλοπρέπειαν ἔθαψαν αὐτὸν ἀξίως τῆς ἀρετῆς.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 6.95.4
Dionysius of Halicarnassus
τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις οἷς εἶχον οἱ βασιλεῖς.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Rome -
Antiquitates Romanae 6.94.1
Dionysius of Halicarnassus
ἐδωρήσατο δ᾿ αὐτὸν ἵππῳ πολεμιστῇ στρατηγικοῖς ἐπισήμοις κεκοσμημένῳText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 6.17.2
Dionysius of Halicarnassus
ἁπάντων δὲ χωρησάντων αὐτῷ κατ᾿ εὐχὴν θάψας τοὺς οἰκείους νεκροὺς καὶ τὴν στρατιὰν καθήρας ἀνέστρεψεν εἰς τὴν πόλιν ἐκπρεπεῖ θριάμβῳ κοσμούμενος ὅπλων τε σωρὸν ἐφ᾿ ἁμάξαις πολλαῖς κομίζων καὶ χρημάτων στρατιωτικῶν παρασκευὰς ἀφθόνους εἰσφέρωνText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 5.48.3
Dionysius of Halicarnassus
ἔπειθ᾿ ὅτι οὐ τὴν ποικίλην καὶ χρυσόσημον ἀμφιέννυται στολήν, ᾗ κοσμεῖται ὁ ἕτερος, οὐδὲ τὸν χρύσεον ἔχει στέφανον, ἀλλὰ περιπόρφυρον λευκὴν περιβέβληται3 τήβενναν, τὸ ἐπιχώριον τῶν ὑπάτων τε καὶ στρατηγῶν φόρημα, στέφανον δ᾿ ἐπίκειται δάφνης, μεμείωται δὲ καὶ τοῦ σκήπτρου τῇ φορήσει παρὰ τὸν ἕτερον, τὰ δ᾿ ἄλλα πάντα ταὐτὰ ἔχει.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 5.46.3
Dionysius of Halicarnassus
τοιαῦτα ἐπιταχθέντες τε καὶ ἐπιτάξαντες ἀλλήλοις, ἐπειδὴ πᾶσιν1 ἐξηρτύσαντο τοῖς εἰς τὸν ἀγῶνα ἐπιτηδείοις, ἐξῆγον τὰς δυνάμεις, Σαβῖνοί τε τὴν κρατίστην ἐξ ἁπάσης πόλεως νεότητα ὅπλοις ἐκπρεπέσι κεκοσμημένην ἐπαγόμενοι, Ῥωμαῖοί τε πᾶσαν τὴν δύναμιν τήν τε κατὰ πόλιν καὶ τὴν ἐν τοῖς φρουρίοις ἀναλαβόντες, ἱκανοὺς οἰόμενοι τοὺς ὑπὲρ τὴν στρατεύσιμον ἡλικίαν γεγονότας καὶ τὸν οἰκετικὸν ὄχλον τήν τε πόλιν καὶ τὰ ἐπὶ τῆς χώρας ἐρύματα φυλάττεινText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 5.35.1
Dionysius of Halicarnassus
Ἡ δὲ τῶν Ῥωμαίων βουλὴ μετὰ τὴν ἀπαλλαγὴν τῶν Τυρρηνῶν ἐψηφίσατο3 Πορσίνᾳ μὲν πέμψαι θρόνον4 ἐλεφάντινον καὶ σκῆπτρον καὶ στέφανον χρύσεον καὶ θριαμβικὴν ἐσθῆτα, οἷς5 οἱ βασιλεῖς ἐκοσμοῦντοText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 5.34.3
Dionysius of Halicarnassus
μίαν δὲ παρθένον ἐκ τῶν ὁμήρων, ὑφ᾿ ἧς ἐπείσθησαν αἱ λοιπαὶ διανήξασθαι τὸν ποταμόν, ἐπαινέσας ὡς κρεῖττον ἔχουσαν φρόνημα τῆς τε φύσεως καὶ τῆς ἡλικίας, καὶ τὴν πόλιν μακαρίσας ἐπὶ τῷ μὴ μόνον ἄνδρας ἀγαθοὺς ἐκτρέφειν, ἀλλὰ καὶ παρθένους ἀνδράσιν ὁμοίας, δωρεῖται τὴν κόρην ἵππῳ πολεμιστῇ φαλάροις κεκοσμημένῳ διαπρεπέσι.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 5.19.3-4
Dionysius of Halicarnassus
βεβαίαν τε πίστιν ὑπὲρ τῆς ἐλευθερίας τοὺς δημοτικοὺς λαβεῖν βουλόμενος ἀφεῖλεν ἀπὸ τῶν ῥάβδων τοὺς πελέκεις, καὶ κατεστήσατο τοῖς μεθ᾿ ἑαυτὸν ὑπάτοις ἔθος, ὃ καὶ μέχρι τῆς ἐμῆς διέμεινεν ἡλικίας, ὅταν ἔξωθεν τῆς πόλεως γένωνται χρῆσθαι τοῖς πελέκεσιν, ἔνδον δὲ ταῖς ῥάβδοις κοσμεῖσθαι μόναιςText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 5.17.2
DIonysius of Halicarnassus
τῇ δ᾿ ἑξῆς ἡμέρᾳ φαιὰν ἐσθῆτα λαβὼν καὶ τὸ Βρούτου σῶμα προθεὶς ἐν ἀγορᾷ κεκοσμημένον ἐπὶ στρωμνῆς ἐκπρεποῦς συνεκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ προελθὼν ἐπὶ τὸ βῆμα τὸν ἐπιτάφιον ἔλεξεν ἐπ᾿ αὐτῷ λόγον.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 5.17.1
Dionysius of Halicarnassus
τὸ δὲ Βρούτου σῶμα ἀράμενοι μετὰ πολλῶν ἐπαίνων τε καὶ δακρύων εἰς τὴν Ῥώμην ἀπεκόμιζον οἱ κράτιστοι τῶν ἱππέων στεφάνοις κεκοσμημένον ἀριστείοις.Text Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome -
Antiquitates Romanae 4.8.2
Dionysius of Halicarnassus
Ἐπειδὴ δὲ παραλαβὼν τὴν ἐπιτροπὴν τῆς βασιλείας ὁ Τύλλιος καὶ τὴν ἑταιρίαν τῶν Μαρκίων ἐξελάσας βεβαίως ἤδη τῆς ἀρχῆς ἐνόμιζε κρατεῖν, τόν τε βασιλέα Ταρκύνιον, ὡς ἐκ τῶν τραυμάτων τετελευτηκότα ἔναγχος, ἐκκομιδῇ τε πολυτελεῖ καὶ μνήματος ἐπισήμου κατασκευῇ καὶ ταῖς ἄλλαις τιμαῖς ἐκόσμει, καὶ τὸν ἐξ ἐκείνου χρόνον ὡς ἐπίτροπος ὢν τῶν ἐκ τοῦ βασιλείου γένους παίδων τόν τ᾿ ἴδιον αὐτῶν βίον καὶ τὰ κοινὰ πράγματα τῆς πόλεως διὰ φυλακῆς 2τε καὶ φροντίδος ἐποιεῖτοText Category: Literature: proseCentury Range: 1st century BCELocation: Rome