Dionysius of Halicarnassus

Item set

Items

Advanced search
  • Antiquitates Romanae 4.2.2-3

    Dionysius of Halicarnassus
    καὶ μετὰ τοῦτο τὴν γυναῖκα κοσμησαμένην, οἷς ἔθος ἐστὶ κοσμεῖσθαι τὰς γαμουμένας, κατακλεισθῆναι μόνην εἰς τὸν 3οἶκον, ἐν ᾧ τὸ τέρας ὤφθη.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 3.67.4-5

    Dionysius of Halicarnassus
    τήν τε ἀγοράν, ἐν ᾗ δικάζουσι καὶ ἐκκλησιάζουσι καὶ τὰς ἄλλας πολιτικὰς ἐπιτελοῦσι πράξεις, ἐκεῖνος ἐκόσμησεν ἐργαστηρίοις τε καὶ παστάσι περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο3 λίθοις ἁμαξιαίοις εἰργασμένοις 5πρὸς κανόνα.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 3.62.3

    Dionysius of Halicarnassus
    οὐθὲν δὲ κωλύει τὸ μὲν εὕρημα Τυρρηνῶν εἶναι, χρήσασθαι δ᾿ αὐτῷ πρῶτον Ῥωμύλον παρ᾿ ἐκείνων λαβόντα, κομισθῆναι δὲ Ταρκυνίῳ σὺν τοῖς ἄλλοις κόσμοις βασιλικοῖς καὶ τοὺς δώδεκα πελέκεις, ὥσπερ γε καὶ νῦν Ῥωμαῖοι τὰ σκῆπτρα καὶ τὰ διαδήματα δωροῦνται τοῖς βασιλεῦσι βεβαιοῦντες αὐτοῖς τὰς ἐξουσίας, ἐπεὶ καὶ μὴ λαβόντες γε παρ᾿ ἐκείνων ἔχουσιν αὐτά.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 3.23.2-3

    Dionysius of Halicarnassus
    πλεῖστον δὲ καὶ κράτιστον ἐπικουρικὸν ἐκ τῆς Ἀλβανῶν πόλεως Μέττιος Φουφέττιος ἧκεν ἄγων ὅπλοις κεκοσμημένον ἐκπρεπέσιν, ὥστε πάσας ὑπερβαλέσθαι 3τὰς συμμαχικὰς δυνάμεις.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquitates Romanae 2.72.6

    Dionysius of Halicarnassus
    εἷς μὲν ἐκ τῶν εἰρηνοδικῶν, ὃν οἱ λοιποὶ προχειρίσαιντο, κεκοσμημένος ἐσθῆτι καὶ φορήμασιν ἱεροῖς, ἵνα διάδηλος ᾖ παρὰ τοὺς ἄλλους, εἰς τὴν τῶν ἀδικούντων παρεγίνετο πόλιν·

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 2.68.4

    Dionysius of Halicarnassus
    ζῶσαι γὰρ ἔτι πομπεύουσιν ἐπὶ κλίνης φερόμεναι τὴν ἀποδεδειγμένην τοῖς νεκροῖς ἐκφοράν, ἀνακλαιομένων αὐτὰς καὶ προπεμπόντων φίλων τε καὶ συγγενῶν, κομισθεῖσαι δὲ μέχρι τῆς Κολλίνης πύλης, ἐντὸς τείχους εἰς σηκὸν ὑπὸ γῆς κατεσκευασμένον ἅμα τοῖς ἐνταφίοις κόσμοις τίθενται καὶ οὔτ᾿ ἐπιστήματος οὔτ᾿ ἐναγισμῶν οὔτ᾿ ἄλλου τῶν νομίμων οὐδενὸς τυγχάνουσι

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 2.22.2

    Dionysius of Halicarnassus
    ὅσα μὲν γὰρ αἱ κανηφόροι καὶ ἀρρηφόροι λεγόμεναι λειτουργοῦσιν ἐπὶ τῶν Ἑλληνικῶν ἱερῶν, ταῦτα παρὰ Ῥωμαίοις αἱ προσαγορευόμεναι τουτολᾶται συντελοῦσι στεφάναις κοσμούμεναι τὰς κεφαλάς, οἵαις κοσμεῖται τὰ τῆς Ἐφεσίας Ἀρτέμιδος ἀφιδρύματα παρ᾽ Ἕλλησιν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 2.3.1

    Dionysius of Halicarnassus
    ἐπεὶ οὖν ἥ τε τάφρος αὐτοῖς ἐξείργαστο καὶ τὸ ἔρυμα τέλος εἶχεν αἵ τε οἰκήσεις τὰς ἀναγκαίους κατασκευὰς ἀπειλήφεσαν, ἀπῄτει δ᾽ ὁ καιρὸς καὶ περὶ κόσμου πολιτείας ᾧ χρήσονται σκοπεῖν, ἀγορὰν ποιησάμενος αὐτῶν ὁ Ῥωμύλος ὑποθεμένου τοῦ μητροπάτορος καὶ διδάξαντος ἃ χρὴ λέγειν, τὴν μὲν πόλιν ἔφη ταῖς τε δημοσίαις καὶ ταῖς ἰδίαις κατασκευαῖς ὡς νεόκτιστον ἀποχρώντως κεκοσμῆσθαι: ἠξίου δ᾽ ἐνθυμεῖσθαι πάντας ὡς οὐ ταῦτ᾽ ἐστι τὰ πλείστου ἄξια ἐν ταῖς πόλεσιν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romana 1.64.5

    Dionysius of Halicarnassus
    καὶ αὐτῷ κατασκευάζουσιν οἱ Λατῖνοι ἡρῶον ἐπιγραφῇ τοιᾷδε κοσμούμενον: πατρὸς θεοῦ χθονίου, ὃς ποταμοῦ Νομικίου ῥεῦμα διέπει. εἰσὶ δ᾽ οἳ λέγουσιν ἐπ᾽ Ἀγχίσῃ κατασκευασθῆναι αὐτὸ ὑπ᾽ Αἰνείου, ἐνιαυτῷ πρότερον τοῦ πολέμου τούτου τελευτήσαντι

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 1.64.1

    Dionysius of Halicarnassus
    Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων: τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 1.54.2

    Dionysius of Halicarnassus
    Ἰλίῳ μὲν γὰρ τὸ μὴ πασσυδὶ διαφθαρῆναι κατὰ τὴν ἅλωσιν παρασχών, τῇ δὲ καλουμένῃ Βεβρυκίᾳ τὸ ἐπικουρικὸν διασωθῆναι παρασκευάσας, ἐν Φρυγίᾳ δὲ τὸν υἱὸν Ἀσκάνιον βασιλέα καταλιπών, ἐν Παλλήνῃ δὲ πόλιν ἐπώνυμον κτίσας, ἐν Ἀρκαδίᾳ δὲ θυγατέρας κηδεύσας, ἐν Σικελίᾳ δὲ μέρος τῆς στρατιᾶς ὑπολιπόμενος, ἐν πολλοῖς δὲ ἄλλοις χωρίοις φιλανθρώπους τὰς διατριβὰς δωρήσασθαι δοκῶν ἑκούσιον εἶχε παρ᾽ αὐτῶν τὴν εὔνοιαν, δι᾽ ἣν τὸν μετ᾽ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 1.38.2

    Dionysius of Halicarnassus
    λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ ἐν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται καὶ ἐν ἄλλοις τισὶ τῶν ἑσπερίων ἐθνῶν ἀνδροφόνους, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατουρνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν εἴη τοῖς ἀνθρώποις ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τεβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον ἐμβαλεῖν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romanae 1.16.2

    Dionysius of Halicarnassus
    ὁπότε γὰρ εἰς ὄχλου πλῆθος ἐπίδοσιν αἱ πόλεις τισὶ λάβοιεν ὥστε μηκέτι τὰς οἰκείας τροφὰς ἅπασιν εἶναι διαρκεῖς, ἢ κακωθεῖσα ταῖς οὐρανίοις μεταβολαῖς ἡ γῆ σπανίους τοὺς εἰωθότας καρποὺς ἐξενέγκειεν, ἢ τοιόνδε τι πάθος ἄλλο τὰς πόλεις κατασχὸν εἴτε ἄμεινον εἴτε χεῖρον ἀνάγκην ἐπιστήσειε μειώσεως τοῦ πλήθους, θεῶν ὅτῳ δὴ καθιεροῦντες ἀνθρώπων ἐτείους γονὰς ἐξέπεμπον ὅπλοις κοσμήσαντες ἐκ τῆς σφετέρας

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome