Megasthenes
Item set
- Title
-
Megasthenes
Items
-
Indica, Fragment 27 line 28-29
Megasthenes
λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 23 line 86
Megasthenes
Καὶ ὅστις μὲν ἐκεῖνον κατ ̓ ἐπιτυχίην συλλάβοι, τοῦτον δὲ εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων· εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεὺς, τούτῳ δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους· τοὺς ἁλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρῆσθαι.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 23 line 76
Megasthenes
τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης τῆς θαλάσσης ἐς τὴν Ἰνδῶν γῆν συναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμονText Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 23 line 67
Megasthenes
πελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακὸν κίναδος, ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμον γυναικήϊον·Text Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 1 line 45
Megasthenes
ἡ δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων· γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 35 line 62
Megasthenes
τὰ δὲ ὅπλα ἄλλοι αὐτοῖσι ποιέουσι, καὶ τοὺς ἵππους ἄλλοι παρέχουσι, καὶ διακονέουσιν ἐπὶ στρατοπέδου ἄλλοι, οἳ τούς τε ἵππους αὐτοῖσι θεραπεύουσι καὶ τὰ ὅπλα ἐκκαθαίρουσι καὶ τοὺς ἐλέφαντας ἄγουσι καὶ τὰ ἅρματα κοσμέουσί τε καὶ ἡνιοχεύουσιν.Text Category: Literature: proseCentury Range: 4th century BCE -
Indica, Fragment 35 line 102
Megasthenes
Καὶ γὰρ Ἀλέξανδρος ὁ Μακεδὼν ἁπάσης τῆς Ἀσίας κρατήσας μόνους τοὺς Γανδαρίδας οὐκ ἐπολέμησε· καταντήσας γὰρ ἐπὶ τὸν Γάγγην ποταμὸν μετὰ πάσης τῆς δυνάμεως, καὶ τοὺς ἄλλους Ἰνδοὺς καταπολεμήσας, ὡς ἐπύθετο τοὺς Γανδαρίδας ἔχειν τετρακισχιλίους ἐλέφαντας πολεμικῶς κεκοσμημένους, ἀπέγνω τὴν ἐπ´ αὐτοὺς στρατείαν.Text Category: Literature: proseCentury Range: 4th century BCE