Pausanias

Item set

Items

Advanced search
  • Description of Greece 4.32.5-6

    Pausanias
    Τροφώνιον δέ φασιν εἰπεῖν ἑξαμέτρῳ· πρὶν δορὶ συμβαλέειν ἐχθροῖς, στήσασθε τρόπαιον, ἀσπίδα κοσμήσαντες ἐμήν, τὴν εἵσατο νηῷ θοῦρος Ἀριστομένης Μεσσήνιος. αὐτὰρ ἐγώ τοι ἀνδρῶν δυσμενέων φθίσω στρατὸν ἀσπιστάων. ἀφικομένου δὲ τοῦ χρησμοῦ δεηθῆναι Ξενοκράτους λέγουσιν Ἐπαμινώνδαν· ὁ δὲ τήν τε ἀσπίδα μεταπέμπεται τοῦ Ἀριστομένους καὶ ἐκόσμησεν ἀπ’ αὐτῆς τρόπαιον, ὅθεν τοῖς Λακεδαιμονίοις ἔσεσθαι σύνοπτον ἔμελλεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 4.4.3

    Pausanias
    Μεσσήνιοι δὲ τοῖς ἐλθοῦσι σφῶν ἐς τὸ ἱερὸν πρωτεύουσιν ἐν Μεσσήνῃ κατὰ ἀξίωμα, τούτοις φασὶν ἐπιβουλεῦσαι Τήλεκλον, αἴτιον δὲ εἶναι τῆς χώρας τῆς Μεσσηνίας τὴν ἀρετήν, ἐπιβουλεύοντα δὲ ἐπιλέξαι Σπαρτιατῶν ὁπόσοι πω γένεια οὐκ εἶχον, τούτους δὲ ἐσθῆτι καὶ κόσμῳ τῷ λοιπῷ σκευάσαντα ὡς παρθένους ἀναπαυομένοις τοῖς Μεσσηνίοις ἐπεισαγαγεῖν,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 3.21.4

    Pausanias
    μία μὲν πέτρα συνεχὴς οὐ διήκουσα, λίθοι δὲ ὀρύσσονται σχῆμα τοῖς ποταμίοις ἐοικότες, ἄλλως μὲν δυσεργεῖς, ἢν δὲ ἐπεργασθῶσιν, ἐπικοσμήσαιεν ἂν καὶ θεῶν ἱερά, κολυμβήθραις δὲ καὶ ὕδασι συντελοῦσι μάλιστα ἐς κάλλος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 3.16.1

    Pausanias
    τὸ μὲν δὴ ἕτερον τῶν ἀγαλμάτων ἱερασαμένη τις ταῖς θεαῖς Λευκιππὶς ἐπεκόσμησε, πρόσωπον ἀντὶ τοῦ ἀρχαίου ποιησαμένη τῆς ἐφ’ ἡμῶν τέχνης τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴν ἀπεῖπεν ὄνειρον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 3.11.3

    Pausanias
    ἐπιφανέστατον δὲ τῆς ἀγορᾶς ἐστιν ἣν στοὰν Περσικὴν ὀνομάζουσιν ἀπὸ λαφύρων ποιηθεῖσαν τῶν Μηδικῶν· ἀνὰ χρόνον δὲ αὐτὴν ἐς μέγεθος τὸ νῦν καὶ ἐς κόσμον τὸν παρόντα μεταβεβλήκασιν. εἰσὶ δὲ ἐπὶ τῶν κιόνων Πέρσαι λίθου λευκοῦ καὶ ἄλλοι καὶ Μαρδόνιος ὁ Γωβρύου.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 3.10.8

    Pausanias
    Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸν Ἀμυκλαῖον, ὥστε καὶ τὸν χρυσόν, ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷ Πυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Ἀμύκλαις κατεχρήσαντο ἀγάλματος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 3.4.10

    Pausanias
    ἐπεὶ δὲ Πλαταιᾶσι Μαρδόνιός τε ἔπεσεν ἐν τῇ μάχῃ καὶ ἀπώλοντο οἱ βάρβαροι, τὴν γυναῖκα ὁ Παυσανίας ἀπέστειλεν ἐς τὴν Κῶν κόσμον τε ὃν ἐποιήσατο ὁ Πέρσης αὐτῇ καὶ τὴν ἄλλην ἀγομένην κατασκευήν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.13.6

    Pausanias
    ἀνάκειται δὲ ἐπὶ τῆς ἀγορᾶς αἲξ χαλκῆ, τὰ πολλὰ ἐπίχρυσος· παρὰ δὲ Φλιασίοις τιμὰς ἐπὶ τῷδε εἴληφε. τὸ ἄστρον ἣν ὀνομάζουσιν αἶγα ἀνατέλλουσα τὰς ἀμπέλους λυμαίνεται συνεχῶς· ἵνα δὲ ἄχαρι μηδὲν ἀπ’ αὐτῆς γένηται, οἱ δὲ τὴν ἐπὶ τῆς ἀγορᾶς χαλκῆν αἶγα ἄλλοις τε τιμῶσι καὶ χρυσῷ τὸ ἄγαλμα ἐπικοσμοῦντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.11.1

    Pausanias
    ἐντεῦθεν δὲ ἀποτραπεῖσιν ἐπὶ πύλην καλουμένην Ἱεράν, οὐ πόρρω τῆς πύλης ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἐπωπεύς ποτε ἀνέθηκε μεγέθει καὶ κόσμῳ τοὺς τότε ὑπερβεβλημένον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.7.5

    Pausanias
    ταῦτα μιᾷ καθ’ ἕκαστον ἔτος νυκτὶ ἐς τὸ Διονύσιον ἐκ τοῦ καλουμένου κοσμητηρίου κομίζουσι, κομίζουσι δὲ μετὰ δᾴδων τε ἡμμένων καὶ ὕμνων ἐπιχωρίων.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.3.5

    Pausanias
    λουτρὰ δὲ ἔστι μὲν πολλαχοῦ Κορινθίοις καὶ ἄλλα, τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὸ δὲ βασιλέως Ἀδριανοῦ κατασκευάσαντος· τὸ δὲ ὀνομαστότατον αὐτῶν πλησίον τοῦ Ποσειδῶνος. τοῦτο δὲ Εὐρυκλῆς ἐποίησεν ἀνὴρ Σπαρτιάτης λίθοις κοσμήσας καὶ ἄλλοις καὶ ὃν ἐν Κροκεαῖς χώρας τῆς Λακωνικῆς ὀρύσσουσιν. ἐν ἀριστερᾷ δὲ τῆς ἐσόδου Ποσειδῶν καὶ μετ’ αὐτὸν Ἄρτεμις θηρεύουσα ἕστηκε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.3.2-3

    Pausanias
    μετὰ δὲ αὐτὸν ἔσοδός ἐστι τῆς Πειρήνης ἐς τὸ ὕδωρ. ἐπὶ δὲ αὐτῇ λέγουσιν ὡς ἥ Πειρήνη γένοιτο ὑπὸ δακρύων ἐξ ἀνθρώπου πηγή, τὸν παῖδα ὀδυρομένη Κεγχρίαν ὑπὸ Ἀρτέμιδος ἀκούσης ἀποθανόντα. κεκόσμηται δὲ ἡ πηγὴ λίθῳ λευκῷ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 2.2.6

    Pausanias
    λόγου δὲ ἄξια ἐν τῇ πόλει τὰ μὲν λειπόμενα ἔτι τῶν ἀρχαίων ἐστίν, τὰ δὲ πολλὰ αὐτῶν ἐπὶ τῆς ἀκμῆς ἐποιήθη τῆς ὕστερον. ἔστιν οὖν ἐπὶ τῆς ἀγορᾶς— ἐνταῦθα γὰρ πλεῖστά ἐστι τῶν ἱερῶν—Ἄρτεμίς τε ἐπίκλησιν Ἐφεσία καὶ Διονύσου ξόανα ἐπίχρυσα πλὴν τῶν προσώπων: τὰ δὲ πρόσωπα ἀλοιφῇ σφισιν ἐρυθρᾷ κεκόσμηται: Λύσιον δέ, τὸν δὲ Βάκχειον ὀνομάζουσι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.44.6

    Pausanias
    καὶ Καρὸς τοῦ Φορωνέως μνῆμά ἐστι, τὸ μὲν ἐξ ἀρχῆς χῶμα γῆς, ὕστερον δὲ τοῦ θεοῦ χρήσαντος ἐκοσμήθη λίθῳ κογχίτῃ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.37.5

    Pausanias
    μνημάτων δὲ ἃ μάλιστα ἐς μέγεθος καὶ κόσμον ἥκει, τὸ μὲν ἀνδρός ἐστι Ῥοδίου μετοικήσαντος ἐς Ἀθήνας, τὸ δὲ Ἅρπαλος Μακεδὼν ἐποίησεν, ὃς Ἀλέξανδρον ἀποδρὰς ἐκ τῆς Ἀσίας διέβη ναυσὶν ἐς τὴν Εὐρώπην,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.29.16

    Pausanias
    Λυκούργῳ δὲ ἐπορίσθη μὲν τάλαντα ἐς τὸ δημόσιον πεντακοσίοις πλείονα καὶ ἑξακισχιλίοις ἢ ὅσα Περικλῆς ὁ Ξανθίππου συνήγαγε, κατεσκεύασε δὲ πομπεῖα τῇ θεῷ καὶ Νίκας χρυσᾶς καὶ παρθένοις κόσμον ἑκατόν, ἐς δὲ πόλεμον ὅπλα καὶ βέλη καὶ τετρακοσίας ναυμαχοῦσιν εἶναι τριήρεις·

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.22.4

    Pausanias
    ἐς δὲ τὴν ἀκρόπολίν ἐστιν ἔσοδος μία· ἑτέραν δὲ οὐ παρέχεται, πᾶσα ἀπότομος οὖσα καὶ τεῖχος ἔχουσα ἐχυρόν. τὰ δὲ προπύλαια λίθου λευκοῦ τὴν ὀροφὴν ἔχει καὶ κόσμῳ καὶ μεγέθει τῶν λίθων μέχρι γε καὶ ἐμοῦ προεῖχε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.40.4

    Pausanias
    ὄπισθε δὲ τοῦ ναοῦ κεῖται ξύλα ἡμίεργα: ταῦτα ἔμελλεν ὁ Θεόκοσμος ἐλέφαντι καὶ χρυσῷ κοσμήσας τὸ ἄγαλμα ἐκτελέσειν τοῦ Διός.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.40.1

    Pausanias
    οὗτος ὁ Θεαγένης τυραννήσας ᾠκοδόμησε τὴν κρήνην μεγέθους ἕνεκα καὶ κόσμου καὶ ἐς τὸ πλῆθος τῶν κιόνων θέας ἀξίαν:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.18.9

    Pausanias
    Ἀδριανὸς δὲ κατεσκευάσατο μὲν καὶ ἄλλα Ἀθηναίοις, ναὸν Ἥρας καὶ Διὸς Πανελληνίου καὶ θεοῖς τοῖς πᾶσιν ἱερὸν κοινόν, τὰ δὲ ἐπιφανέστατα ἑκατόν εἰσι κίονες Φρυγίου λίθου: πεποίηνται δὲ καὶ ταῖς στοαῖς κατὰ τὰ αὐτὰ οἱ τοῖχοι. καὶ οἰκήματα ἐνταῦθά ἐστιν ὀρόφῳ τε ἐπιχρύσῳ καὶ ἀλαβάστρῳ λίθῳ, πρὸς δὲ ἀγάλμασι κεκοσμημένα καὶ γραφαῖς: κατάκειται δὲ ἐς αὐτὰ βιβλία.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.14.1

    Pausanias
    πλησίον δέ ἐστι κρήνη, καλοῦσι δὲ αὐτὴν Ἐννεάκρουνον, οὕτω κοσμηθεῖσαν ὑπὸ Πεισιστράτου:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.12.4

    Pausanias
    ἐλέφαντα γάρ, ὅσος μὲν ἐς ἔργα καὶ ἀνδρῶν χεῖρας, εἰσὶν ἐκ παλαιοῦ δῆλοι πάντες εἰδότες: αὐτὰ δὲ τὰ θηρία, πρὶν ἢ διαβῆναι Μακεδόνας ἐπὶ τὴν Ἀσίαν, οὐδὲ ἑωράκεσαν ἀρχὴν πλὴν Ἰνδῶν τε αὐτῶν καὶ Λιβύων καὶ ὅσοι πλησιόχωροι τούτοις. δηλοῖ δὲ Ὅμηρος, ὃς βασιλεῦσι κλίνας μὲν καὶ οἰκίας τοῖς εὐδαιμονεστέροις αὐτῶν ἐλέφαντι ἐποίησε κεκοσμημένας, θηρίου δὲ ἐλέφαντος μνήμην οὐδεμίαν ἐποιήσατο:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece

  • Description of Greece 1.5.5

    Pausanias
    ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Greece