Philostratus the Athenian
Item set
- Title
-
Philostratus the Athenian
Items
-
Vita Sophistarum 615-616
Philostratus the Athenian
Μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶναText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 605
Philostratus the Athenian
οῦτο μὲν δὴ τοὖργον ἀπὸ πολλῶν χρημάτων ἀποτελεσθὲν ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυναικός, τὸ δὲ ἐν τῷ ἱερῷ ἑστιατήριον αὐτὸς ἀνέθηκε μεγέθει τε ἐξάρας ὑπὲρ πάνθ᾿ ὁμοῦ τὰ παρ᾿ ἑτέροις καὶ λόγου κρείττω περιβαλὼν κόσμον,ὡράισται γὰρ Φρυγίῳ λίθῳ, οἷος οὔπω ἐτμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 556
Philostratus the Athenian
οὐ γάρ ποτε οὔτ᾿ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτ᾿ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπ᾿ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτ᾿ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 603
Philostratus the Athenian
Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατ᾿ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνῃσιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέτας καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκοσμημένην.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 550
Philostratus the Athenian
μετεκόσμησε δὲ καὶ τοὺς Ἀθηναίων ἐφήβους ἐς τὸ νῦν σχῆμα χλαμύδας πρῶτος ἀμφιέσας λευκάς, τέως γὰρ δὴ μελαίνας ἐνημμένοι τὰς ἐκκλησίας περιεκάθηντο καὶ τὰς πομπὰς ἔπεμπον πενθούντων δημοσίᾳ τῶν Ἀθηναίων τὸν κήρυκα τὸν Κοπρέα, ὃν αὐτοὶ ἀπέκτειναν τοὺς Ἡρακλείδας τοῦ βωμοῦ ἀποσπῶντα.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.19
Philostratus the Athenian
Κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ‘ἑτέρῳ’ φασὶ ‘τύφῳ.’Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 5.25
Philostratus the Athenian
Ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφ᾿ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγενText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 2.25
Philostratus the Athenian
Περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰκοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλ᾿ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ τέτταρας, καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.15
Philostratus the Athenian
ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκαText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.16
Philostratus the Athenian
Ἐπεὶ δ᾿ ἐδείπνησαν, “ἐγὼ” ἦ δ᾿ ὁ Νεῖλος “τὸν μὲν ἄλλον χρόνον ἐστρατευόμην ὁμοῦ τοῖς Γυμνοῖς, οἷον ψιλοῖς τισιν ἢ σφενδονήταις ἐκείνοις ἐμαυτὸν ξυντάττων, νυνὶ δὲ ὁπλιτεύσω καὶ κοσμήσει με ἡ ἀσπὶς ἡ σή.”Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.12
Philostratus the Athenian
Καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλ᾿ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ᾿ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.11
Philostratus the Athenian
Ὁ δ᾿ ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον τοῦ τραγῳδίαν ποιεῖν [φθέγγοιτο], ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον ἢ τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρίβαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκείνοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, ἃ πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν Ἀθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο, ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 5.42.2
Philostratus the Athenian
ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπ᾿ αὐτῷ ᾄδοντες.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 4.25.4
Philostratus the Athenian
“ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;”Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 2.26.2
Philostratus the Athenian
σατράπου δέ, ἐπειδὴ μεγάλων παρ᾿ αὐτοῦ ἠξιώθη, βουληθέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοις, “ἐγώ,” ἔφη, “εἰ καὶ τῶν ζηλούντων τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέρριψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος;”Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 2.2
Philostratus the Athenian
ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων ὡς εἶχε τοῦ κόσμου, καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσαText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 1.37.1
Philostratus the Athenian
ἐπεὶ δὲ ὁ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆσθαι ἔφη, καὶ προειρηκέναι οἱ μὴ προσδιαλέγεσθαι αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης ἢ χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, ὁ μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου, ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι,Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 1.31.2
Philostratus the Athenian
καὶ δὴ ἐκέλευσε καταθύσειν θύειν μετ᾿ αὐτοῦ· λευκὸν δὲ ἄρα ἵππον τῶν σφόδρα Νισαίων καταθύσειν ἔμελλε τῷ Ἡλίῳ φαλάροις κοσμήσας ὥσπερ ἐς πομπήνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome