Strabo

Item set

Items

Advanced search
  • Geography 17.3.19

    Strabo
    μεταξὺ δὲ τῆς Γαιτούλων καὶ τῆς ἡμετέρας παραλίας πολλὰ μὲν πεδία, πολλὰ δὲ ὄρη καὶ λίμναι μεγάλαι καὶ ποταμοί, ὧν τινες καὶ καταδύντες ὑπὸ γῆς ἀφανεῖς γίνονται: λιτοὶ δὲ σφόδρα τοῖς βίοις εἰσὶ καὶ τῷ κόσμῳ, πολυγύναικες δὲ καὶ πολύπαιδες, τἆλλα δὲ ἐμφερεῖς τοῖς νομάσι τῶν Ἀράβων

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 17.3.7

    Strabo
    σπάνιόν τε ἂν ἴδοις ἁπτομένους ἀλλήλων ἐν τοῖς περιπάτοις τοῦ παραμένειν αὐτοῖς ἄθικτον τὸν κόσμον τῶν τριχῶν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 17.1.8

    Strabo
    ἔχει δ᾽ ἡ πόλις τεμένη τε κοινὰ κάλλιστα καὶ τὰ βασίλεια, τέταρτον ἢ καὶ τρίτον τοῦ παντὸς περιβόλου μέρος: τῶν γὰρ βασιλέων ἕκαστος ὥσπερ τοῖς κοινοῖς ἀναθήμασι προσεφιλοκάλει τινὰ κόσμον, οὕτω καὶ οἴκησιν ἰδίᾳ περιεβάλλετο πρὸς ταῖς ὑπαρχούσαις, ὥστε νῦν τὸ τοῦ ποιητοῦ ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν: ἅπαντα μέντοι συναφῆ καὶ ἀλλήλοις καὶ τῷ λιμένι καὶ ὅσα ἔξω αὐτοῦ.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 15.3.3

    Strabo
    κοσμήσαντες δὲ τὰ ἐν Σούσοις βασίλεια μάλιστα τῶν ἄλλων οὐδὲν ἧττον καὶ τὰ ἐν Περσεπόλει καὶ τὰ ἐν Πασαργάδαις ἐξετίμησαν: καὶ ἥ γε γάζα καὶ οἱ θησαυροὶ καὶ τὰ μνήματα ἐνταῦθα ἦν τοῖς Πέρσαις, ὡς ἐν τόποις ἐρυμνοτέροις καὶ ἅμα προγονικοῖς.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 15.1.69

    Strabo
    τῶν τε μυρμήκων τινὰς καὶ πτερωτοὺς λέγουσι τῶν χρυσωρύχων: ψήγματά τε χρυσοῦ καταφέρειν τοὺς ποταμούς, καθάπερ τοὺς Ἰβηρικούς: ἐν δὲ ταῖς κατὰ τὰς ἑορτὰς πομπαῖς πολλοὶ μὲν ἐλέφαντες πέμπονται χρυσῷ κεκοσμημένοι καὶ ἀργύρῳ, πολλὰ δὲ τέθριππα καὶ βοϊκὰ ζεύγη: εἶθ᾽ ἡ στρατιὰ κεκοσμημένη: καὶ χρυσώματα δὲ τῶν μεγάλων λεβήτων καὶ κρατήρων ὀργυιαίων: καὶ τοῦ Ἰνδικοῦ χαλκοῦ τράπεζαί τε καὶ θρόνοι καὶ ἐκπώματα καὶ λουτῆρες, λιθοκόλλητα τὰ πλεῖστα σμαράγδοις καὶ βηρύλλοις καὶ ἄνθραξιν Ἰνδικοῖς: καὶ ἐσθὴς δὲ ποικίλη χρυσόπαστος, καὶ βόνασοι καὶ παρδάλεις καὶ λέοντες τιθασοὶ καὶ τῶν ποικίλων ὀρνέων καὶ εὐφθόγγων πλῆθος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 15.1.54

    Strabo
    λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα: ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται: χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται: τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν: ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 14.2.25

    Strabo
    Στρατονίκεια δ᾽ ἐστὶ κατοικία Μακεδόνων: ἐκοσμήθη δὲ καὶ αὕτη κατασκευαῖς πολυτελέσιν ὑπὸ τῶν βασιλέων.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 14.2.23

    Strabo
    τὰ δὲ Μύλασα ἵδρυται ἐν πεδίῳ σφόδρα εὐδαίμονι: ὑπέρκειται δὲ κατὰ κορυφὴν ὄρος αὐτοῦ, λατόμιον λευκοῦ λίθου κάλλιστον ἔχον: τοῦτο μὲν οὖν ὄφελός ἐστιν οὐ μικρόν, τὴν λιθείαν πρὸς τὰς οἰκοδομίας ἄφθονον καὶ ἐγγύθεν ἔχον καὶ μάλιστα πρὸς τὰς τῶν ἱερῶν καὶ τῶν ἄλλων δημοσίων ἔργων κατασκευάς: τοιγάρτοι στοαῖς τε καὶ ναοῖς εἴ τις ἄλλη κεκόσμηται παγκάλως.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 14.2.5

    Strabo
    θαυμαστὴ δὲ καὶ ἡ εὐνομία καὶ ἡ ἐπιμέλεια πρός τε τὴν ἄλλην πολιτείαν καὶ τὴν περὶ τὰ ναυτικά, ἀφ᾽ ἧς ἐθαλαττοκράτησε πολὺν χρόνον καὶ τὰ λῃστήρια καθεῖλε καὶ Ῥωμαίοις ἐγένετο φίλη καὶ τῶν βασιλέων τοῖς φιλορωμαίοις τε καὶ φιλέλλησιν: ἀφ᾽ ὧν αὐτόνομός τε διετέλεσε καὶ πολλοῖς ἀναθήμασιν ἐκοσμήθη, ἃ κεῖται τὰ μὲν πλεῖστα ἐν τῷ Διονυσίῳ καὶ τῷ γυμνασίῳ, ἄλλα δ᾽ ἐν ἄλλοις τόποις.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 14.1.43

    Strabo
    Νῦσα δ᾽ ἵδρυται πρὸς τῇ Μεσωγίδι τὸ πλέον τῷ ὄρει προσανακεκλιμένη, ἔστι δ᾽ ὥσπερ δίπολις: διαιρεῖ γὰρ αὐτὴν χαράδρα τις ποιοῦσα φάραγγα, ἧς τὸ μὲν γέφυραν ἐπικειμένην ἔχει συνάπτουσαν τὰς δύο πόλεις, τὸ δ᾽ ἀμφιθεάτρῳ κεκόσμηται κρυπτὴν ἔχοντι τὴν ὑπόρρυσιν τῶν χαραδρωδῶν ὑδάτων

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 14.1.22

    Strabo
    τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτ᾽ ἄλλος ἐποίησε μείζω: ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίονας:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 14.1.5

    Strabo
    ὕστερον δ᾽ οἱ Μιλήσιοι μέγιστον νεὼν τῶν πάντων κατεσκεύασαν, διέμεινε δὲ χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος: κώμης γοῦν κατοικίαν ὁ τοῦ σηκοῦ περίβολος δέδεκται καὶ ἄλσος ἐντός τε καὶ ἐκτὸς πολυτελές: ἄλλοι δὲ σηκοὶ τὸ μαντεῖον καὶ τὰ ἱερὰ συνέχουσιν: ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Βράγχον καὶ τὸν ἔρωτα τοῦ Ἀπόλλωνος: κεκόσμηται δ᾽ ἀναθήμασι τῶν ἀρχαίων τεχνῶν πολυτελέστατα: ἐντεῦθεν δ᾽ ἐπὶ τὴν πόλιν οὐ πολλὴ ὁδός ἐστιν οὐδὲ πλοῦς

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 13.1.26

    Strabo
    τὴν δὲ τῶν Ἰλιέων πόλιν τῶν νῦν τέως μὲν κώμην εἶναί φασι τὸ ἱερὸν ἔχουσαν τῆς Ἀθηνᾶς μικρὸν καὶ εὐτελές, Ἀλέξανδρον δὲ ἀναβάντα μετὰ τὴν ἐπὶ Γρανίκῳ νίκην ἀναθήμασί τε κοσμῆσαι τὸ ἱερὸν καὶ προσαγορεῦσαι πόλιν καὶ οἰκοδομίαις ἀναλαβεῖν προστάξαι τοῖς ἐπιμεληταῖς ἐλευθέραν τε κρῖναι καὶ ἄφορον: ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τῶν Περσῶν ἐπιστολὴν καταπέμψαι φιλάνθρωπον, ὑπισχνούμενον πόλιν τε ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον καὶ ἀγῶνα ἀποδείξειν ἱερόν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 12.8.16

    Strabo
     Λαοδίκεια μικρὰ πρότερον οὖσα αὔξησιν ἔλαβεν ἐφ᾽ ἡμῶν καὶ τῶν ἡμετέρων πατέρων, καίτοι κακωθεῖσα ἐκ πολιορκίας ἐπὶ Μιθριδάτου τοῦ Εὐπάτορος: ἀλλ᾽ ἡ τῆς χώρας ἀρετὴ καὶ τῶν πολιτῶν τινες εὐτυχήσαντες μεγάλην ἐποίησαν αὐτήν, Ἱέρων μὲν πρότερον, ὃς πλειόνων ἢ δισχιλίων ταλάντων κληρονομίαν κατέλιπε τῷ δήμῳ πολλοῖς τ᾽ ἀναθήμασιν ἐκόσμησε τὴν πόλιν, Ζήνων δὲ ὁ ῥήτωρ ὕστερον καὶ ὁ υἱὸς αὐτοῦ Πολέμων, ὃς καὶ βασιλείας ἠξιώθη διὰ τὰς ἀνδραγαθίας ὑπ᾽ Ἀντωνίου μὲν πρότερον ὑπὸ Καίσαρος δὲ τοῦ Σεβαστοῦ μετὰ ταῦτα

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 12.8.11

    Strabo
    ἔοικέ τε τῷ παραπλησίῳ τύπῳ κοσμεῖσθαι ὥσπερ ἡ τῶν Ῥοδίων καὶ Μασσαλιωτῶν καὶ Καρχηδονίων τῶν πάλαι. 

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 12.3.14

    Strabo
    ὁ δ᾽ Εὐπάτωρ ἐκόσμησεν ἱεροῖς καὶ προσέκτισε μέρος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 12.3.11

    Strabo
    ἄνωθεν μέντοι καὶ ὑπὲρ τῆς πόλεως εὔγεών ἐστι τὸ ἔδαφος καὶ ἀγροκηπίοις κεκόσμηται πυκνοῖς, πολὺ δὲ μᾶλλον τὰ προάστεια. αὐτὴ δ᾽ ἡ πόλις τετείχισται καλῶς, καὶ γυμνασίῳ δὲ καὶ ἀγορᾷ καὶ στοαῖς κεκόσμηται λαμπρῶς. τοιαύτη δὲ οὖσα δὶς ὅμως ἑάλω, πρότερον μὲν τοῦ Φαρνάκου παρὰ δόξαν αἰφνιδίως ἐπιπεσόντος, ὕστερον δὲ ὑπὸ Λευκόλλου καὶ τοῦ ἐγκαθημένου τυράννου καὶ ἐντὸς ἅμα καὶ ἐκτὸς πολιορκουμένη: ὁ γὰρ ἐγκατασταθεὶς ὑπὸ τοῦ βασιλέως φρούραρχος Βακχίδης ὑπονοῶν ἀεί τινα προδοσίαν ἐκ τῶν ἔνδοθεν καὶ πολλὰς αἰκίας καὶ σφαγὰς ποιῶν, ἀπαγορεῦσαι τοὺς ἀνθρώπους ἐποίησε πρὸς ἄμφω μήτ᾽ ἀμύνασθαι δυναμένους γενναίως μήτε προσθέσθαι κατὰ συμβάσεις. ἑάλωσαν δ᾽ οὖν: καὶ τὸν μὲν ἄλλον κόσμον τῆς πόλεως διεφύλαξεν ὁ Λεύκολλος, τὴν δὲ τοῦ Βιλλάρου σφαῖραν ἦρε καὶ τὸν Αὐτόλυκον, Σθένιδος ἔργον, ὃν ἐκεῖνοι οἰκιστὴν ἐνόμιζον καὶ ἐτίμων ὡς θεόν:

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 11.14.12

    Strabo
    καὶ τὴν ἐσθῆτα δὲ τὴν Ἀρμενιακὴν Θετταλικήν φασιν, οἷον τοὺς βαθεῖς χιτῶνας οὓς καλοῦσιν Θετταλικοὺς ἐν ταῖς τραγῳδίαις, καὶ ζωννύουσι περὶ τὰ στήθη καὶ ἐφαπτίδας, ὡς καὶ τῶν τραγῳδῶν μιμησαμένων τοὺς Θετταλούς: ἔδει μὲν γὰρ αὐτοῖς ἐπιθέτου κόσμου τοιούτου τινός, οἱ δὲ Θετταλοὶ μάλιστα βαθυστολοῦντες, ὡς εἰκός, διὰ τὸ πάντων εἶναι Ἑλλήνων βορειοτάτους καὶ ψυχροτάτους νέμεσθαι τόπους ἐπιτηδειοτάτην παρέσχοντο μίμησιν τῇ τῶν ὑποκριτῶν διασκευῇ ἐν τοῖς ἀναπλάσμασιν: καὶ τὸν τῆς ἱππικῆς ζῆλόν φασιν εἶναι Θετταλικὸν καὶ τούτοις ὁμοίως καὶ Μήδοις.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 11.13.9

    Strabo
    . ἡ γὰρ νῦν λεγομένη Περσικὴ στολὴ καὶ ὁ τῆς τοξικῆς καὶ ἱππικῆς ζῆλος καὶ ἡ περὶ τοὺς βασιλέας θεραπεία καὶ κόσμος καὶ σεβασμὸς θεοπρεπὴς παρὰ τῶν ἀρχομένων εἰς τοὺς Πέρσας παρὰ Μήδων ἀφῖκται.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 9.5.16

    Strabo
    μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ τῆς ποικίλης λιθείας, ἀφ᾽ ἧς ἡ πόλις κοσμεῖται δημοσίᾳ τε καὶ ἰδίᾳ, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 8.6.23

    Strabo
    Λεύκολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων ὁ Μόμμιος, ὡς κοσμήσων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτ᾽ ἀποδώσων: οὐκ ἀπέδωκε δέ, ἀλλ᾽ ἀνέθηκε κελεύσας αἴρειν εἰ βούλεται: πράως δ᾽ ἤνεγκεν ἐκεῖνος οὐ φροντίσας οὐδέν, ὥστ᾽ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 8.3.30

    Strabo
    ἐκοσμήθη δ᾽ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος: ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ᾽ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 7.7.6

    Strabo
    ηὐτύχει μὲν οὖν καὶ πρότερον ἡ πόλις αὕτη διαφερόντως (τὴν γοῦν ἐπωνυμίαν ἐντεῦθεν ἔσχηκεν ὁ κόλπος), μάλιστα δ᾽ ἐκόσμησεν αὐτὴν Πύρρος βασιλείῳ χρησάμενος τῷ τόπῳ… . ἡ μὲν οὖν Νικόπολις εὐανδρεῖ καὶ λαμβάνει καθ᾽ ἡμέραν ἐπίδοσιν, χώραν τε ἔχουσα πολλὴν καὶ τὸν ἐκ τῶν λαφύρων κόσμον, τό τε κατασκευασθὲν τέμενος ἐν τῷ προαστείῳ τὸ μὲν εἰς τὸν ἀγῶνα τὸν πεντετηρικὸν ἐν ἄλσει ἔχοντι γυμνάσιόν τε καὶ στάδιον, τὸ δ᾽ ἐν τῷ ὑπερκειμένῳ τοῦ ἄλσους ἱερῷ λόφῳ τοῦ Ἀπόλλωνος.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 6.4.2

    Strabo
    νυνὶ δὲ Γερμανοῖς προσπολεμοῦσιν ἀπὸ τούτων ὁρμώμενοι τῶν τόπων ὡς οἰκειοτάτων, καί τισιν ἤδη θριάμβοις κεκοσμήκασιν ἀπ᾽ αὐτῶν τὴν πατρίδα.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria

  • Geography 6.3.1

    Strabo
    μεταξὺ δὲ τῆς ἀγορᾶς καὶ τοῦ στόματος ἡ ἀκρόπολις μικρὰ λείψανα ἔχουσα τοῦ παλαιοῦ κόσμου τῶν ἀναθημάτων: τὰ γὰρ πολλὰ τὰ μὲν κατέφθειραν Καρχηδόνιοι λαβόντες τὴν πόλιν, τὰ δ᾽ ἐλαφυραγώγησαν Ῥωμαῖοι κρατήσαντες βιαίως: ὧν ἐστι καὶ ὁ Ἡρακλῆς ἐν τῷ Καπετωλίῳ χαλκοῦς κολοσσικός, Λυσίππου ἔργον, ἀνάθημα Μαξίμου Φαβίου τοῦ ἑλόντος τὴν πόλιν.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE/ 1st century CE
    Location: Rome or Alexandria