Xenophon of Ephesus
Item set
- Title
-
Xenophon of Ephesus
Items
-
The Ephesian Tale 5.7.1
Xenophon of Ephesus
Καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 3.9.8
Xenophon of Ephesus
‘τοῦτο γὰρ’ ἔφη ‘τῇ κόρῃ τῇ ταλαιπώρῳ τὸ δυστυχέστατον: ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε: πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 3.8.3-5
Xenophon of Ephesus
Ἐν δὲ τούτῳ νυκτὸς ἐπιγενομένης λῃσταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῇ κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνῃροῦντο καὶ τὴν Ἄνθειαν ζῶσαν ὁρῶσι: μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο. Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο ‘ἄνδρες, οἵτινές ποτ̓ ἐστὲ’ λέγουσα, ‘τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες κομίζετε, φείσασθε δὲ τοῦ σώματος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 3.7.4
Xenophon of Ephesus
Ἐκόσμει δὲ αὐτὴν πολλὴν μὲν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν: καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνῃ τὴν Ἄνθειαν ῾ἡ δὲ ἔκειτο ἀναισθητοῦσἀ ἦγεν εἰς τοὺς πλησίον τῆς πόλεως τάφους: κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 3.5.1
Xenophon of Ephesus
Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐξετετέλεστο τῷ Περιλάῳ, ἐφειστήκει δὲ ἡ ἡμέρα, δεῖπνον μὲν αὐτῷ πολυτελὲς ἡτοίμαστο καὶ ἡ Ἄνθεια ἐκεκόσμητο κόσμῳ νυμφικῷ:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 1.8.3
Xenophon of Ephesus
ταῦτα ἐν τῷ ἑτέρῳ μέρει τῆς σκηνῆς: ἐν δὲ τῷ ἑτέρῳ Ἄρης ἦν οὐχ ὡπλισμένος, ἀλλ̓ ὡς πρὸς ἐρωμένην τὴν Ἀφροδίτην κεκοσμημένος, ἐστεφανωμένος, χλανίδα ἔχων:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 1.2.5-7
Xenophon of Ephesus
ὁ τοῦ σχήματος κόσμος πολὺς εἰς ὥραν συνεβάλλετο: κόμη ξανθή, ἡ πολλὴ καθειμένη, ὀλίγη πεπλεγμένη, πρὸς τὴν τῶν ἀνέμων φορὰν κινουμένη: ὀφθαλμοὶ γοργοί, φαιδροὶ μὲν ὡς κόρης, φοβεροὶ δὲ ὡς σώφρονος: χιτὼν ἁλουργής, ζωστὸς εἰς γόνυ, μεχρὶ βραχιόνων καθειμένος, νεβρὶς περικειμένη, γωρυτὸς ἀνημμένος, τόξα, ἄκοντες φερόμενοι, κύνες ἑπόμενοι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 1.2.4
Xenophon of Ephesus
ἑκάστη δὲ αὐτῶν οὕτως ὡς πρὸς ἐραστὴν ἐκεκόσμητο.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos -
The Ephesian Tale 1.2.2
Xenophon of Ephesus
Ἤγετο δὲ τῆς Ἀρτέμιδος ἐπιχώριος ἑορτὴ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν: στάδιοι δέ εἰσιν ἑπτά: ἔδει δὲ πομπεύειν πάσας τὰς ἐπιχωρίους παρθένους κεκοσμημένας πολυτελῶς καὶ τοὺς ἐφήβους,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Ionia: Ephesos