2nd century CE

Item set

Items

Advanced search
  • Orations 20.8

    Aelius Aristides
    οἱ δὲ τοσαύτην ἄρα τὴν ἐγρήγορσιν παρέσχοντο, ὥστ᾽ ἔφθησαν ἡμᾶς ἀνιστάντες, πρὶν ἐξελθεῖν τὸν ἐροῦντα πρὸς αὐτοὺς ἃ πεπόνθαμεν. ὀργάνοις δὲ θειοτάτοις ἅμα καὶ λαμπροτάτοις ἐχρήσαντο, λόγοις μὲν παραμυθησάμενοι καὶ δείξαντες, ὅ ποτε Ἡσίοδος ἐμαντεύσατο, ὅσον τι χρῆμα ἡ μουσικὴ τῇ βασιλικῇ προσγενομένη χορηγίαν δὲ πᾶσαν παρασχόμενοι πρός τε τὴν τῶν συμβεβηκότων θεραπείαν καὶ προσέτι ἑτέρων κόσμων περιβολήν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 37.11

    Aelius Aristides
    εἰ δὲ δεῖ καὶ τῶν ἐν μέρει μνησθῆναι καὶ τοὺς μύθους μὴ ἀτιμάσαι, προσθῶμεν ἔλαιον ὑγιείας φάρμακον φανθὲν ὑπ᾽ αὐτῆς, καὶ ἐσθῆτα, ὁμοῦ μὲν κόσμον τῷ σώματι, ὁμοῦ δὲ τῆς αὐτῆς ὑγιείας φάρμακον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 153
    Location: Baris

  • Orations 37.9

    Aelius Aristides
    οἱ μὲν γὰρ ἐκ τῶν κοίλων τῆς γῆς ἐπεφύκεσαν καὶ τῶν ἀλογωτάτων, ἡ δὲ ἐκ τοῦ καθαρωτάτου τῶν ἐν τῷ αἰθέρι. πρὸς οὖν τοὺς ἐκείνων ὄφεις συμφύτους καὶ τἄλλα ὅσα τῆς γῆς ἐφείλκοντο τὸν αὑτῇ σύμφυτον κόσμον καὶ τὸ παρ᾽ αὑτῆς ἀντεπήγαγε πῦρ, ἕως ἐξέκαυσε καὶ ἐξεῖλε τὸ γένος

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 153
    Location: Baris

  • Orations 22.10

    Aelius Aristides
    πλάσματα τοίνυν καὶ γραφὰς καὶ τὸν κύκλῳ κόσμον τοῦτον τίς ἂν οὐχὶ καὶ ἐν ταῖς τριόδοις ὁρῶν ἐγανώθη, μή τί γε δὴ ἐν προσθήκῃ τῶν σεμνοτέρων εἶδεν;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 171
    Location: Smyrna

  • Orations 17.20

    Aelius Aristides
    ἀλλὰ ταῦτα μὲν καὶ ἐν μέρει κοσμοίη τις ἂν, ἡ δὲ ἐπὶ πᾶσι χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 17.16

    Aelius Aristides
    ἐκεῖ μὲν γὰρ τὰ ὄρη διαστήσας Θετταλίαν ἐποίησε γῆν ἄπεδον ἐκ λίμνης ἐξιεὶς κατὰ ῥεῦμα τὸν Πηνειὸν, ἐνταῦθα δὲ ἐπανήγαγε τὴν θάλατταν ἀπὸ τῶν ὀρῶν, ἀντίστροφον τὸν ἐκ τῆς ἠπείρου κόσμον τῷ παρὰ τῆς θαλάττης ἁρμόττων τῇ πόλει.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 31.93-95, 97

    Aelius Aristides
    νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατ᾽ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 161
    Location: Cyzicus

  • Orations 31.12

    Aelius Aristides
    ἐσθῆτας δὲ αὖ Βαβυλωνίους καὶ τοὺς ἐκ τῆς ἐπέκεινα βαρβάρου κόσμους πολὺ πλείους τε καὶ ῥᾷον εἰσαφικνουμένους ἢ εἰ ἐκ Νάξου ἢ Κύθνου Ἀθήναζε ἔδει κατᾶραι τῶν ἐκεῖ τι φέροντας. γεωργίαι δὲ ὑμῶν Αἴγυπτος, Σικελία, Λιβύης ὅσον ἥμερον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 161
    Location: Cyzicus

  • Orations 1.354

    Aelius Aristides
    φανερῶς, καὶ μάλα τῶν Ἀθηνῶν κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Athens

  • Orations 1.351

    Aelius Aristides
    ἀλλὰ τοὺς δήμους πάρεστι δή που θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεών εἰσι κατεσκευασμένοι, καὶ πάντα δὲ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Athens

  • Orations 1.24

    Aelius Aristides
    ἀλλὰ ταῦτα μέν ἐστιν ὥσπερ ἀπὸ τῶν τραγημάτων τὴν εὐωχίαν σεμνύνειν: τὸν δὲ οἰκειότατον καὶ μέγιστον τῆς χώρας καρπόν τε καὶ κόσμον καὶ ὃς ἅπασαν ἔχει τὴν ἐπιτηδειότητα συλλαβὼν αὐτῆς ἤδη δίειμι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Athens

  • Orations 45.32

    Aelius Aristides
    οὗτος ἄγει Νεῖλον ὥρᾳ θέρους, οὗτος χειμῶνος ἀνακαλεῖ, οὗτος δύο καὶ τετταράκοντα ἱερὰ κατ᾽ Αἴγυπτον, οὗτος πάντας τοὺς ἐν τῇ γῇ νεὼς συνέχει τε καὶ κοσμεῖ, φύλαξ τῶν φανερῶν καὶ τῶν ἀπορρήτων, ἡγεμὼν ἀνθρώπων καὶ δαιμόνων: καὶ ἡμῶν ἤδη μεταστρέψει τὸν λόγον πρὸς αὑτὸν, καὶ προσειποῦσιν ὥρα κατεπαύειν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 142
    Location: Smyrna

  • Orations 34.23

    Aelius Aristides
    φέρε δὴ καὶ τοὺς ἐπὶ τῶν στεφανιτῶν ἀγώνων σκεψώμεθα, οἷον τὸν Δωριέα τὸν Ῥόδιον καὶ Γλαῦκον τὸν Καρύστιον καὶ Μίλωνα δὴ καὶ Πολυδάμαντα, καὶ πάντας ὧν εἰκόνες χαλκαῖ, πότερον θρυπτομένους καὶ παροινοῦντας καὶ ταὐτὰ ταῖς ὀρχηστρίσι στρεφομένους ἐστεφάνουν οἱ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸν ἀγῶνα κοσμοῦντες, ἢ καρτερίαν θαυμαστήν τινα καὶ ῥώμην ὁμοῦ ψυχῆς τε καὶ σώματος παρασχομένους, ἃ τὰς μεγίστας καὶ βεβαιοτάτας ἡδονὰς καὶ αὐτοῖς τοῖς ἔχουσι καὶ τοῖς συνειδόσι προξενεῖ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 170
    Location: Smyrna

  • Orations 28.136

    Aelius Aristides
    φασὶ γὰρ ὡς ἡ μὲν καθῆστο κεκοσμημένη, ὁ δὲ Μῶμος διερρήγνυτο, οὐκ ἔχων ὅ τι αἰτιάσεται:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 145-147
    Location: Pergamon

  • Orations 24.53

    Aelius Aristides
    οἱ δὲ τοὺς λῃστὰς ἐκεῖνοι καταδιώξαντες καὶ τὰ νεώρια κοσμήσαντες τοῖς ἐμβόλοις καὶ ταῖς μεγάλαις ἐκείναις τριήρεσιν, ἃς ἡμεῖς εἴδομεν πρὸ τοῦ σεισμοῦ, πρὸς θεῶν εἰ μὴ Τυρρηνοῖς μηδὲ τοῖς πλοίοις τοῖς λῃστικοῖς, ἀλλ᾽ αὐτοῖς κατὰ ναῦν ἐμάχοντο, ἆρ᾽ ἄν ποτε τῆς θαλάττης ἦρξαν, ἢ τοὺς κόσμους τούτους εἰσήγαγον εἰς τὴν πόλιν, ἢ φιλοτιμεῖσθαι τοῖς ἐξ αὑτῶν ἐπὶ τοῖς ἔργοις τούτοις κατέλιπον;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 149
    Location: Smyrna

  • Orations 24.43

    Aelius Aristides
    καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφ᾽ ᾧ σωζόμεθα. καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλ᾽ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 149
    Location: Smyrna

  • Orations 25.59

    Aelius Aristides
    οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 25.33

    Aelius Aristides
    ἁπλῶς δ᾽ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δ᾽ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδ᾽ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδ᾽ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλ᾽ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε: καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 25.1

    Aelius Aristides
    μὴ γὰρ ὅτι ὑμῖν, οἵ ποτε εὔχεσθε Ῥόδον οἰκεῖν, ἀλλὰ καὶ τοῖς ὅλως τελοῦσιν εἰς Ἕλληνας, τίς ἂν μείζων συμφορὰ τῆς παρούσης γένοιτο, τοῦ κόσμου τοῦ κοινοῦ γένους ἀπολωλότος;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 143
    Location: Rhodes

  • Orations 23.68

    Aelius Aristides
    τῷ μὲν γὰρ αὔξειν ἐθέλειν τὰς αὑτῶν πατρίδας καὶ τὰ ὑπάρχοντα κοσμεῖν οὐδ᾽ ἂν εἷς νεμεσήσειεν, ὃ δὲ τούτῳ πρόσεστιν ἀηδίας ἀφελεῖν ἔγωγε συμβουλεύω. ἔσται δὲ τοῦτο εἴπω βούλεσθε πῶς; ἀλλ᾽ ὅπως ἀκούσεσθε εὐμενῶς: ἐὰν, ὦ μακάριοι, τοῦ θαυμάζειν τοὺς λίθους ἀνῆτε μικρόν τι καὶ νομίσητε πλείονος ἀξίους ὑμᾶς αὐτοὺς τῶν οἰκοδομημάτων καὶ πιστεύσητε ἀληθὲς εἶναι τὸ πάλαι τοῦτο, ὡς ἄρα οὐ τείχη οὐδὲ ᾠδεῖα οὐδὲ στοαὶ οὐδὲ ὁ τῶν ἀψύχων κόσμος αἱ πόλεις εἶεν, ἀλλ᾽ ἄνδρες αὑτοῖς εἰδότες θαρρεῖν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 23.46

    Aelius Aristides
    τροπαίων δὲ τρόπαια ἐξήπτετο καὶ βωμοὶ Διὸς ἐλευθερίου καὶ τρίποδες κοινοὶ τῶν Ἑλλήνων ἐν Δελφοῖς καὶ ἀναθήματα καὶ δεκάται καὶ κόσμοι τῶν πόλεων καὶ πᾶσα ἐπίδοσις καὶ τοιαῦτα ἐπεχωρίασε πράγματα

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 23.13

    Aelius Aristides
    κόσμοι δὲ καὶ παλαιοὶ καὶ νέοι διὰ πάσης τῆς πόλεως διήκοντες, εἷς αὐτῶν ὁ τυχὼν ἀποχρῶν καὶ συμπάσης πόλεως κόσμος εἶναι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 167
    Location: Pergamon

  • Orations 19.10

    Aelius Aristides
    ἐποιήσασθε, ὥστε ἀναλαβεῖν αὐτὰς τοῖς ἅπασιν. ἐκείνας μὲν τοίνυν πάλαι κεκμηκυίας ἀνεκτήσασθε, Σμύρναν δὲ ἀρτίως μὲν ἀνθοῦσαν, ἀρτίως δὲ καταρρυεῖσαν, εἰς πόλεων ἀριθμὸν αὖθις καταστήσατε, πρότερον μὲν τὰ ἱερὰ κοσμήσαντες αὐτῆς, νυνὶ δὲ τὸ πᾶν σχῆμα σώσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 19.3

    Aelius Aristides
    ἃ νῦν πάντα ἐν κόνει. μέμυκε μὲν ἐκεῖνος λιμὴν, οἴχεται δὲ ἀγορᾶς κάλλη, κόσμοι δὲ ὁδῶν ἀφανεῖς, γυμνάσια δὲ αὐτοῖς ἀνδράσι καὶ παισὶ διέφθαρται: ναοὶ δὲ οἱ μὲν κεῖνται, οἱ δὲ κατέδυσαν: ἡ δὲ πρὸς θέαν ὡραιοτάτη πόλεων καὶ τοῦ κάλλους ἐπώνυμος ἀνθρώποις ἅπασιν ἀωρότατον θεαμάτων ἀποπέφανται, κολωνὸς ἐρειπίων καὶ νεκρῶν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 11.18

    Aelius Aristides
    εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δ᾽ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δ᾽ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Leuctra