2nd century CE

Item set

Items

Advanced search
  • Orations 21.12

    Aelius Aristides
    ἐκείνη τε γὰρ ἐμπρησθεῖσα ὑπὸ τοῦ Πέρσου καὶ πάντα τρόπον διαφθαρεῖσα ἐπέδωκεν ἁπανταχῆ, τῇ τε πόλει κέρδος τὸ σύμπτωμα, ὑπὸ τοιαύτης χειρὸς ἐγείρεται πάντη σεμνοτέρα καὶ ὑψηλοτέρα καὶ στεγανωτέρα, καλοῦμεν δὲ Ἀδράστειαν, καλῶν δὲ ὄντων ἁπάντων τῶν ὁρωμένων τούτων κόσμων ἕτερον μείζω προσείληφεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 179
    Location: Smyrna

  • Orations 21.5

    Aelius Aristides
    ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν, τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 179
    Location: Smyrna

  • Orations 20.9

    Aelius Aristides
    ἀλλ᾽ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν: ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 178
    Location: Smyrna

  • Orations 18.6

    Aelius Aristides
    ταῦτα μὲν τὰ πρὶν ἐντυχεῖν. συνουσίαι δὲ ὅσαι καὶ ὁμιλίαι τίνα μὲν κόρον ἔσχον ἀνθρώποις; τίνι δὲ ἄλλῃ πόλει παρὰ μικρὸν ἐλθεῖν ἀπέλιπον; ὦ κρῆναι, καὶ θέατρα, καὶ στενωποὶ, καὶ δρόμοι κατάστεγοι καὶ ὕπαιθροι. ὦ τῆς ὑπερλάμπρου σχῆμα ἀγορᾶς, ὦ χρυσοῦ τε ἐπώνυμοι καὶ ἱερῶν ὁδοὶ καθ᾽ ἕκαστον πλαίσιον, ἀντ᾽ ἀγορᾶς ἅπασαι, ὦ λιμένες ποθοῦντες τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας, ὦ κάλλη γυμνασίων ἀμύθητα, ὦ ναῶν καὶ περιβόλων χάριτες, ποῖ ποτε γῆς ἔδυτε; ὦ κόσμοι παραλίας, ὦ πάντα ἐκεῖνα ὀνείρατα.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 177
    Location: Laneion

  • Orations 37.3, 5

    Aelius Aristides
    ἀνῄει γὰρ εὐθὺς ἔνοπλος, ὥσπερ ἥλιος ἀνίσχων ὁμοῦ ταῖς ἀκτῖσιν, ἔνδοθεν κοσμηθεῖσα ὑπὸ τοῦ πατρός... καὶ γάρ τοι μόνη μὲν τὴν αἰγίδα δι᾽ αἰῶνος φορεῖ, μόνη δὲ τοῖς τοῦ πατρὸς ὅπλοις εἰς τὸν Ὁμηρικὸν πόλεμον κοσμεῖται:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 153
    Location: Baris

  • Orations 27.40-41

    Aelius Aristides
    ἄξιον οὖν τοῖς μὲν θεοῖς χάριν εἰδέναι, τοῖς δὲ βασιλεῦσι συγχαίρειν τε καὶ συνεύχεσθαι, μακαρίζειν δ᾽ αὑτοὺς τοῦ χρόνου, καὶ πρὸς τῷ μακαρίζειν ἀπολαύειν τῆς ἀρχῆς τὰ γιγνόμενα. καλοὶ μὲν γὰρ καὶ οἱ τῶν οἰκοδομημάτων οὗτοι κόσμοι καὶ θαυμαστῶς πιθανοὶ τοῖς πλήθεσιν, ἀλλ᾽ ἐκεῖνο ἤδη τέλειον καὶ θεοῦ τινος ὡς ἀληθῶς δωρεὰ, ὅταν ἀμφότεροι συνᾴδωσιν οἱ κόσμοι, οἵ τε ἐν ταῖς ψυχαῖς καὶ οἱ τῶν οἰκοδομημάτων. ὥσπερ γὰρ ἐν τούτοις τὰς ἁρμονίας ἐπαινοῦμεν καὶ τὸ σώζειν ἕκαστα τὴν γιγνομένην τάξιν πρὸς ἄλληλα, οὕτω καὶ ζῆν εἰς κάλλος τοῦτ᾽ εἶναι χρὴ δοκεῖν, ὅταν ἁρμονία καὶ τάξις διὰ πάντων κρατῇ. οὗτος ὁ τῶν πόλεων ὡς ἀληθῶς κόσμος οἰκεῖος, οὗτος καὶ ἄνδρα ἰδίᾳ καὶ πόλιν σώζει, τοῦτον οὐδὲν δεῖ πρίασθαι χρημάτων δαπάνης οὐδὲ χρόνων τριβῆς οὐδ᾽ ὑπηρετῶν, οὐδὲ μηχανήματα ἱστάντας πραγματεύεσθαι, ἀλλ᾽ αὐτόν τινα ἕκαστον ἑαυτὸν δεῖ πεῖσαι προελέσθαι τὰ βελτίω.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 166
    Location: Cyzicus

  • Orations 27.36

    Aelius Aristides
    οἱ μὲν τοίνυν χαρακώματα καὶ τείχη προσλαμβάνοντες μικροῖς τισι καὶ θνητοῖς ὡς ἀληθῶς ἐπαύξουσι τὰς ἀρχὰς, οἱ δὲ ἀρετῆς καὶ δικαιοσύνης καὶ φιλίας, οὕτω λαμπρὰ καὶ θαυμαστὰ πᾶσιν ἐξενεγκόντες ὁρᾶν παραδείγματα, οὗτοι τὴν νίκην ὡς ἀληθῶς ἐκ θεῶν κέκτηνται, οὗτοι τῷ ἀθανάτῳ στεφάνῳ κεκόσμηνται, τούτους καὶ θεῶν φίλους ὥσπερ ἀλλήλων εἰκὸς εἶναι καὶ ἀνθρώπων εὐεργέτας καθαρῶς νομίζεσθαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 166
    Location: Cyzicus

  • Orations 27.18

    Aelius Aristides
    εἰ δ᾽ ἔτυχον παριόντες Ὅμηρος καὶ Ἡσίοδος, ῥᾳδίως ἄν μοι δοκοῦσιν εἰπεῖν τὸ περὶ τοῦ τείχους τοῦ Τρωικοῦ μυθολόγημα μεταθέντες, ὡς ἄρα Ποσειδῶν καὶ Ἀπόλλων κοινῇ φιλοτεχνήσαντες ἀπειργάσαντο τὸ ἔργον τῇ πόλει, ὁ μὲν τὴν πέτραν παρασχὼν ἐκ τοῦ βυθοῦ τῆς θαλάττης καὶ ἅμα ποιήσας δυνατὴν εἶναι κομισθῆναι, ὁ δ᾽ ὥσπερ εἰκὸς οἰκιστὴν βουληθεὶς τὴν ἑαυτοῦ πόλιν κοσμῆσαι προσθήκῃ τηλικαύτῃ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 166
    Location: Cyzicus

  • Orations 27.14-15

    Aelius Aristidies
    τοσοῦτον γὰρ τῇ πόλει περίεστιν ὥστε καὶ τῶν ἑτέρωθι ναῶν καὶ ἄλλων κόσμων δημοσίων εἴ τις φαίη ταύτην εἶναι τὴν χορηγὸν, οὐκ ἂν αἰσχυνθείη: οὕτω λαμπρά τε καὶ κοινὰ πᾶσι τὰ ὄντα κέκτηται, καὶ οὔτε Ἰταλία τῶν ταύτης κτημάτων ὑπερορᾷ οὔτε Αἴγυπτος οὕτω πόρρω οὔτε Τυρρηνικὸν πέλαγος οὔτε Σύρων καὶ Κιλίκων, ποιητὴς ἂν εἴποι τις, ἐνστροφαὶ, οὔτε ἔθνος οὐδὲν ὡς ἔπος εἰπεῖν οὔτε κατ᾽ ἤπειρον οὔτ᾽ ἐν νήσοις, ὃ μὴ παρὰ τῆς πόλεως ταύτης κεκόσμηται.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 166
    Location: Cyzicus

  • Orations 17.14

    Aelius Aristides
    ὁ δὲ δὴ πρὸ θυρῶν κόσμος ἀντὶ Ἀπόλλωνος ἀγυιέως προπύλαιος τῇ πόλει, Μέλης ὁ ἐπώνυμος διωρυχὴν Νυμφῶν ἐκ πηγῶν εἰς θάλατταν, αὐταῖς τ᾽ εἶναι λουτρὸν ῥυτὸν καὶ Νηρηίδας παρὰ Νηρέως δέξασθαι δι᾽ ὀλίγου

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 17.10, 12, 20

    Aelius Aristides
    κόσμοι δὲ οἵ τε ἐν αὐτῇ καὶ οἱ περὶ αὐτὴν ἐξ ἴσου πολλοί τε καὶ λαμπροὶ καὶ ποθεινοτέρους οὐχὶ λελοιπότες... ποίας γραφῆς ἢ πλάσματος οὐ βελτίω ταῦτα μιμήσασθαι; ἀεὶ δὲ ὥσπερ εἰς πομπὴν ἐνιαύσιον κεκοσμημένη ταῖς τε ἰδίαις καὶ ταῖς δημοσίαις κατασκευαῖς ὡραΐζεται, σκηνῆς Μηδικῆς θέαμα ἁβρότερον... χάρις ὥσπερ Ἶρις τεταμένη καὶ τὴν πόλιν ὥσπερ λύραν ἁρμοττομένη σύμφωνον αὑτῇ τε καὶ τοῖς ἔξω κόσμοις, καὶ ἡ διὰ πάντων ὥσπερ τοῦ παρ᾽ Ὁμήρῳ χαλκοῦ μέχρι οὐρανοῦ διηνεκὴς αἴγλη, τῷ ταῦτα ἐφικτὰ διηγήσασθαι;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 157
    Location: Smyrna

  • Orations 26.94-95, 97

    Aelius Aristides
    νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν... καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ...

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 26.93

    Aelius Aristides
    πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 26.81

    Aelius Aristides
    ὑπὲρ γὰρ τὸν ἐξωτάτω κύκλον τῆς οἰκουμένης ἀτεχνῶς οἷον ἐν τειχισμῷ πόλεως δεύτερον ἀγαγόντες ἕτερον εὐκαμπέστερόν τε καὶ εὐφυλακτότερον, ἐνταῦθα τείχη τε προὐβάλεσθε καὶ πόλεις ἐφορίους ἐδείμασθε, ἄλλας ἐν ἄλλοις μέρεσι πληρώσαντες οἰκητόρων, τέχνας τε ὑπουργοὺς δόντες αὐτοῖς καὶ τἄλλα κοσμήσαντες.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 155
    Location: Rome

  • Orations 32.22

    Aelius Aristides
    ἀνθ᾽ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Date: 150
    Location: Cotiaeum

  • Life of Cimon 3.6

    Plutarch
    Αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τε Κεκροπίαν κόσμησ᾿ ἡμιθέων ἀρεταῖς.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronaea

  • Conjugalia Praecepta 48

    Plutarch
    τοὺς μὲν γὰρ τῆσδε τῆς πλουσίας μαργαρίτας καὶ τὰ τῆσδε τῆς ξένης σηρικὰ λαβεῖν οὐκ ἔστιν οὐδὲ περιθέσθαι μὴ πολλοῦ πριαμένην, τὰ δὲ Θεανοῦς κόσμια καὶ Κλεοβουλίνης καὶ Γοργοῦς τῆς Λεωνίδου γυναικὸς καὶ Τιμοκλείας τῆς Θεαγένους ἀδελφῆς καὶ Κλαυδίας τῆς παλαιᾶς καὶ Κορνηλίας τῆς Σκιπίωνος, καὶ ὅσαι ἐγέενοντο θαυμασταὶ καὶ περιβόητοι, ταῦτα δ᾽ ἔξεστι περικειμένην προῖκα καὶ κοσμουμένην αὐτοῖς ἐνδόξως ἅμα βιοῦν καὶ μακαρίως.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronaea

  • Leucippe and Clitophone 8.6.13

    Achilles Tatius
    ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 3.7.4-4

    Achilles Tatius
    οὕτως αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ.... ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀϊδωνεῖ νύμφη κεκοσμημένη

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophone 8.17.4

    Achilles Tatius
    καὶ ταῦτα εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν. ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 8.16.2

    Achilles Tatius
    περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 2.11.4

    Achilles Tatius
    ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 2.1.2

    Achilles Tatius
    “Εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. γῆς ἐστι κόσμος, φυτῶν ἀγλάϊσμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα, κάλλος ἀστράπτον·

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Varia Historia 12.1

    Aelian
    ἐπεὶ δὲ αὐτὴν ἤγαγον δεδεμένην, ἠγανάκτει καὶ τοὺς μὲν τοῦτο δράσαντας εἰς δεσμωτήριον ἐνέβαλε, προσέταξε δὲ αὐτῇ δοθῆναι κόσμον πολυτελῆ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome

  • Varia Historia 9.39

    Aelian
    νεανίσκος δὲ Ἀθήνησι τῶν εὖ γεγονότων πρὸς τῷ πρυτανείῳ ἀνδριάντος ἑστῶτος τῆς Ἀγαθῆς Τύχης θερμότατα ἠράσθη. κατεφίλει γοῦν τὸν ἀνδριάντα περιβάλλων, εἶτα ἐκμανεὶς καὶ οἰστρηθεὶς ὑπὸ τοῦ πόθου, παρελθὼν ἐς τὴν βουλὴν καὶ λιτανεύσας ἕτοιμος ἦν πλείστων χρημάτων τὸ ἄγαλμα πρίασθαι. ἐπεὶ δὲ οὐκ ἔπειθεν, ἀναδήσας πολλαῖς ταινίαις καὶ στεφανώσας τὸ ἄγαλμα καὶ θύσας καὶ κόσμον αὐτῷ περιβαλὼν πολυτελῆ εἶτα ἑαυτὸν ἀπέκτεινε, μυρία προκλαύσας.`

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome