2nd century CE
Item set
- Title
-
2nd century CE
Items
-
Vita decem oratorum 11
Plutarch
πρός τε τούτοις ἡμίεργα παραλαβὼν τούς τε νεωσοίκους καὶ τὴν σκευοθήκην καὶ τὸ θέατρον τὸ Διονυσιακὸν ἐξειργάσατο, καὶ ἐπετέλεσε τό τε στάδιον τὸ Παναθηναϊκὸν καὶ τὸ γυμνάσιον τὸ κατὰ τὸ1 Λύκειον κατεσκεύασε, καὶ ἄλλαις πολλαῖς κατασκευαῖς ἐκόσμησε τὴν πόλιν·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Vita decem oratorum 8
Plutarch
τῶν δ᾽ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα ταλάντοις κοσμῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Sulla 34.1
Plutarch
ὁ μέντοι θρίαμβος αὐτοῦ τῇ πολυτελείᾳ καὶ καινότητι τῶν βασιλικῶν λαφύρων σοβαρὸς γενόμενος μείζονα κόσμον ἔσχε καί καλὸν θέαμα τοὺς φυγάδαςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quomodo adolescens poetas audire debeat 1.8
Plutarch
πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δ᾽ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος ὈδυσσεὺςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quomodo adolescens poetas audire debeat 1.4
Plutarch
διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκενἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Numa 2.6
Plutarch
ὅπως δὲ μὴ σύγχυσιν ἐκ τῆς ἀναρχίας ἡ στάσις ἀπεργάσεται, μετεώρου τοῦ πολιτεύματος ὄντος, ἔταξαν οἱ πατρίκιοι, πεντήκοντα καὶ ἑκατὸν ὄντων αὑτῶν, ἕκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς τὰ νενομισμένα καὶ χρηματίζειν ἓξ μὲν ὥρας τῆς νυκτός, ἓξ δὲ τῆς ἡμέρας,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Non posse suaviter vivi secundum Epicurum 26
Plutarch
αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον, ὡς δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ, συγκατέκαυσεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De sera numinis vindicta 8
Plutarch
καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν οἶσθα δήπουθεν, ὦ Πατροκλέα’ ‘μὰ Δί᾽’ εἶπεν ‘ἀλλὰ δέομαι μαθεῖν’ ‘ὁ μὲν Ἀρίστων’ ἔφην ‘τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δ᾽ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ κατέκαυσεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De vitando aere alieno 1
Plutarch
αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De amore prolis 2
Plutarch
ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ τοῦτ᾽ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεωνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Pyrrhus 16.7
Plutarch
ἐπεὶ δ̓ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Caius Marius 25.7
Plutarch
οἱ δὲ ἱππεῖς μύριοι καὶ πεντακισχίλιοι τὸ πλῆθος ὄντες ἐξήλασαν λαμπροί, κράνη μὲν εἰκασμένα θηρίων φοβερῶν χάσμασι καὶ προτομαῖς ἰδιομόρφοις ἔχοντες, ἃς ἐπαιρόμενοι λόφοις πτερωτοῖς εἰς ὕψος ἐφαίνοντο μείζους, θώραξι δὲ κεκοσμημένοι σιδηροῖς, θυρεοῖς δὲ λευκοῖς στίλβοντες. ἀκόντισμα δὲ ἦν ἑκάστῳ διβολία: συμπεσόντες δὲ μεγάλαις ἐχρῶντο καὶ βαρείαις μαχαίραις.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 8.4
Plutarch
κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδ᾽ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δ᾽ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενοςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 7.5
Plutarch
ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν 1 ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον: ἑστιῶν δ᾽ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 6.7
Plutarch
χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥραςἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιολύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳμέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Quaestiones convivales 3.1
Plutarch
καὶ οὐ μόνης ὡς ἔοικε κατ᾽ Ἐμπεδοκλέα ‘τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή,’ ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De cupiditate divitiarum 9
Plutarch
τί λέγεις, ἀβέλτερ᾽, ὃς τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De fraterno amore 3
Plutarch
ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδ᾽ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Pythiae oraculis 29
Plutarch
ὡς δὲ τοῖς εὐθαλέσι τῶν δένδρων ἕτερα παραβλαστάνει, καὶ τοῖς Δελφοῖς ἡ Πυλαία συνηβᾷ καὶ συναναβόσκεται, διὰ τὰς ἐντεῦθεν εὐπορίας σχῆμα λαμβάνουσα καὶ μορφὴν καὶ κόσμον ἱερῶν καὶ συνεδρίων καὶ ὑδάτων οἷον ἐν χιλίοις ἔτεσι τοῖς πρότερον οὐκ ἔλαβεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 39
Plutarch
εἶτα γῆν κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 38
Plutarch
τῶν τ᾽ ἄστρων τὸν σείριον Ἴσιδος νομίζουσιν, ὑδραγωγὸν ὄντα. καὶ τὸν λέοντα τιμῶσι καὶ χάσμασι λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημμυρεῖ Νεῖλος ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 13
Plutarch
τοῦ δ᾽ Ὀσίριδος ἐκμετρησάμενον λάθρα τὸ σῶμα καὶ κατασκευάσαντα πρὸς τὸ μέγεθος λάρνακα καλὴν καὶ κεκοσμημένην περιττῶς εἰσενεγκεῖν εἰς τὸ συμπόσιον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Iside et Osiride 3
Plutarch
διὸ καὶ τὸ κοσμεῖσθαι τούτοις τοὺς ἀποθανόντας Ἰσιακοὺς σύμβολόν ἐστι τοῦτον τὸν λόγον εἶναι μετ᾽ αὐτῶν, καὶ τοῦτον ἔχοντας ἄλλο δὲ μηδὲν ἐκεῖ βαδίζεινText Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De gloria Atheniensium 5
Plutarch
τίν᾽ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν ἐκόσμησεν, ὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
De Alexandri magni fortuna aut virtute 2
Plutarch
Περικλῆς φορολογήσας τοὺς Ἕλληνας ἐκ τῶν χρημάτων ἐκόσμησεν ἱεροῖς τὴν ἀκρόπολιν Ἀλέξανδρος δὲ τὰ τῶν βαρβάρων χρήματα λαβὼν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, ναοὺς τοῖς θεοῖς ἀπὸ μυρίων ταλάντων οἰκοδομῆσαι κελεύσας.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea