2nd century CE

Item set

Items

Advanced search
  • Conjugalia Praecepta 1

    Plutarch
    ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ‘ ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pyrrhus 34.6

    Plutarch
    ἐκ τούτου φιλοφρονησάμενος καὶ κοσμήσας τὸν Ἕλενον ἀπέστειλεν εἴς Ἤπειρον, καὶ τοῖς φίλοις τοῦ Πύρρου πράως ἐνετύγχανε τοῦ στρατοπέδου καὶ τῆς δυνάμεως πάσης κύριος γενόμενος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pyrrhus 34.5

    Plutarch
    τὴν μὲν οὖν κεφαλὴν καὶ τὸ σῶμα τοῦ Πύρρου κοσμήσας ἔκαυσεν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Pyrrhus 27.2

    Plutarch
    ὁ μὲν γάρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν καὶ παρεσκεύασαν ὡς δειπνήσοντος τοῦ Πύρρου παρ᾽ αὐτῷ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Lycurgus 22.1

    Plutarch
    τότε δὲ καὶ τοῖς νέοις τὰ σκληρότατα τῆς ἀγωγῆς ἐπανιέντες, οὐκ ἐκώλυον καλλωπίζεσθαι περὶ κόμην καὶ κόσμον ὅπλων καὶ ἱματίων, χαίροντες, ὥσπερ ἵπποις, γαυριῶσι καὶ φρυαττομένοις πρὸς τοὺς ἀγῶνας, διὸ κομῶντες εὐθὺς ἐκ τῆς τῶν ἐφήβων ἡλικίας, μάλιστα περὶ τοὺς κινδύνους ἐθεράπευον τὴν κόμην λιπαράν τε φαίνεσθαι καὶ διακεκριμένην, ἀπομνημονεύοντές τινα καὶ Λυκούργου λόγον περὶ τῆς κόμης, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 66.1

    Plutarch
    ἀλλὰ ταῦτα μὲν ἤδη που φέρει καὶ τὸ αὐτόματον: ὁ δὲ δεξάμενος τὸν φόνον ἐκεῖνον καὶ τὸν ἀγῶνα χῶρος, εἰς ὃν ἡ σύγκλητος ἠθροίσθη τότε, Πομπηΐου μὲν εἰκόνα κειμένην ἔχων, Πομπηΐου δὲ ἀνάθημα γεγονὼς τῶν προσκεκοσμημένων τῷ θεάτρῳ, παντάπασιν ἀπέφαινε δαίμονός τινος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴν πρᾶξιν ἔργον γεγονέναι

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 63.6

    Plutarch
    οἱ δὲ οὔ φασι τῇ γυναικὶ ταύτην γενέσθαι τὴν ὄψιν ἀλλὰ ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳ προσκείμενον οἷόν ἐπὶ κόσμῳ καὶ σεμνότητι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον, ὡς Λίβιος ἱστορεῖ, τοῦτο ὄναρ ἡ Καλπουρνία θεασαμένη καταρρηγνύμενον ἔδοξε ποτνιᾶσθαι καὶ δακρύειν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 61.3

    Plutarch
    ταῦτα Καῖσαρ ἐθεᾶτο καθήμενος ἐπὶ τῶν ἐμβόλων ἐπὶ δίφρου χρυσοῦ, θριαμβικῷ κόσμῳ κεκοσμημένος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 29.3

    Plutarch
    Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, ἀφ᾽ ὧν καὶ τὴν βασιλικὴν ἐκεῖνος, ὀνομαστὸν ἀνάθημα, τῇ ἀγορᾷ προσεκόσμησεν ἀντὶ τῆς Φουλβίας οἰκοδομηθεῖσαν,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 27.5

    Plutarch
    ὁ δὲ τοῦ σύμπαντος ἡγεμὼν πολέμου Οὐεργεντόριξ ἀναλαβὼν τῶν ὅπλων τὰ κάλλιστα καὶ κοσμήσας τὸν ἵππον ἐξιππάσατο διὰ τῶν πυλῶν καὶ κύκλῳ περὶ τὸν Καίσαρα καθεζόμενον ἐλάσας, εἶτα ἀφαλόμενος τοῦ ἵππου τὴν μὲν πανοπλίαν ἀπέρριψεν, αὐτὸς δὲ καθίσας ὑπὸ πόδας τοῦ Καίσαρος ἡσυχίαν ἦγεν, ἄχρι οὗ παρεδόθη φρουρησόμενος ἐπὶ τὸν θρίαμβον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Caesar 27.4

    Plutarch
    οὐ γὰρ πρότερον ᾔσθοντο τὴν νίκην ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶν καὶ κοπετὸν γυναικῶν ἀκουσθῆναι, θεασαμένων ἄρα κατὰ θάτερα μέρη πολλοὺς μὲν ἀργύρῳ καὶ χρυσῷ κεκοσμημένους θυρεούς, πολλοὺς δὲ αἵματι πεφυρμένους θώρακας, ἔτι δ᾽ ἐκπώματα καὶ σκηνὰς Γαλατικὰς ὑπὸ τῶν Ῥωμαίων εἰς τὸ στρατόπεδον κομιζομένας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alexander 72.3

    Plutarch
    τύμβον δὲ καὶ ταφὴν αὐτοῦ καὶ τὸν περὶ ταῦτα κόσμον ἀπὸ μυρίων ταλάντων ἐπιτελέσαι διανοούμενος, ὑπερβαλέσθαι δὲ τῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευῆς τὴν δαπάνην, ἐπόθησε μάλιστα τῶν τεχνιτῶν Στασικράτην, μεγαλουργίαν τινὰ καὶ τόλμαν καὶ κόμπον ἐν ταῖς καινοτομίαις ἐπαγ γελλόμενον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alexander 67.5

    Plutarch
    λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν ἀγῶνας χορῶν, τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρ᾽ αὐτόν: ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alexander 56.1

    Plutarch
    τὰ δὲ λείψανα τέθριππον κεκοσμημένον λαμπρῶς ἐπὶ θάλασσαν κατεκόμισε.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alexander 43.3

    Plutarch
    τότε δὲ τοῦ Δαρείου τὸ μὲν σῶμα κεκοσμημένον βασιλικῶς πρὸς τὴν μητέρα ἀπέστειλε, τὸν δὲ ἀδελφὸν Ἐξάθρην εἰς τοὺς ἑταίρους ἀνέλαβεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alexander 30.3

    Plutarch
    οὔτε γάρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ μητρὶ σῇ καὶ τέκνοις ἐνέδει τῶν πρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶν φῶς, ὃ πάλιν ἀναλάμψει λαμπρὸν ὁ κύριος Ὠρομάσδης, οὔτε ἀποθανοῦσα κόσμου τινὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρηστὸς κρατήσας Ἀλέξανδρος, ὡς δεινὸς μαχόμενος.’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alexander 21.2

    Plutarch
    θάψαι γὰρ ὅσους ἐβούλοντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳ χρησαμέναις ἐκ τῶν λαφύρων, θεραπείας τε καὶ τιμῆς ἦν εἶχον οὐδ᾽ ὁτιοῦν ἀφεῖλε, συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶν προτέρων,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Alexander 20.8

    Plutarch
    ὡς δὲ εἶδε μὲν ὅλκια καί κρωσσοὺς καί πυέλους καί ἀλαβάστρους, πάντα χρυσοῦ, ἠσκημένα περιττῶς, ὠδώδει δὲ θεσπέσιον οἷον ὑπὸ ἀρωμάτων καί μύρων ὁ οἶκος, ἐκ δὲ τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καί μεγέθει καί τῷ περὶ τὴν στρωμνὴν καί τραπέζας καί τὸ δεῖπνον αὐτοῦ κόσμῳ θαύματος ἀξίαν, διαβλέψας πρὸς τοὺς ἑταίρους, ‘τοῦτο ἦν, ὡς ἔοικεν,’ ἔφη, ‘τὸ βασιλεύειν.’

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Timoleon 39.1

    Plutarch
    ἐν τοιαύτῃ δὲ γηροτροφούμενος τιμῇ μετ᾽ εὐνοίας, ὥσπερ πατὴρ κοινός, ἐκ μικρᾶς προφάσεως τῷ χρόνῳ συνεφαψαμένης ἐτελεύτησεν. ἡμερῶν δὲ δοθεισῶν τοῖς μὲν Συρακουσίοις εἰς τὸ παρασκευάσαι τὰ περὶ τὴν ταφήν, τοῖς δὲ περιοίκοις καὶ ξένοις εἰς τὸ συνελθεῖν, τά τ᾽ ἄλλα λαμπρᾶς χορηγίας ἔτυχε, καὶ τὸ λέχος οἱ ψήφῳ τῶν νεανίσκων προκριθέντες ἔφερον κεκοσμημένον διὰ τῶν Διονυσίου τυραννείων τότε κατεσκαμμένων.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Timoleon 29.2-3

    Plutarch
    ἅμα δὲ τῇ φήμῃ τῆς νίκης ὁ Τιμολέων εἰς Κόρινθον ἔπεμψε τὰ κάλλιστα τῶν αἰχμαλώτων ὅπλων, βουλόμενος αὐτοῦ τὴν πατρίδα πᾶσιν ἀνθρώποις ζηλωτὴν εἶναι, θεωμένοις ἐν ἐκείνῃ μόνῃ τῶν Ἑλληνικῶν πόλεων τοὺς ἐπιφανεστάτους ναοὺς οὐχ Ἑλληνικοῖς κεκοσμημένους λαφύροις οὐδ᾽ ἀπὸ συγγενῶν φόνου καὶ ὁμοφύλων ἀναθημάτων μνήμας ἀτερπεῖς ἔχοντας, ἀλλὰ βαρβαρικὰ σκῦλα καλλίσταις ἐπιγραφαῖς δηλοῦντα μετὰ τῆς ἀνδρείας τῶν νενικηκότων τὴν δικαιοσύνην, ὅτι Κορίνθιοι καὶ Τιμολέων ὁ στρατηγός ἐλευθερώσαντες τοὺς Σικελίαν οἰκοῦντας Ἕλληνας ἀπὸ Καρχηδονίων χαριστήρια θεοῖς ἀνέθηκαν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Timoleon 19.2

    Plutarch
    ὁ δὲ τῶν Καρχηδονίων ναύαρχος, ὡς οὐ προσεδόκα τοὺς Κορινθίους καὶ μάτην ᾤετο καθῆσθαι, πείσας αὐτὸς ἑαυτὸν νενοηκέναι τι τῶν σοφῶν καὶ πανούργων πρὸς ἀπάτην, στεφανώσασθαι τοὺς ναύτας κελεύσας καὶ κοσμήσας τὰς τριήρεις ἀσπίσιν Ἑλληνικαῖς καὶ φοινικίσιν, ἔπλει πρὸς τὰς Συρακούσας.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Tiberius Gracchus 17.2

    Plutarch
    ἦν γὰρ αὐτῷ κράνος ᾧ πρὸς τὰς μάχας ἐχρῆτο, κεκοσμημένον ἐκπρεπῶς καὶ διάσημον εἰς τοῦτο καταδύντες ὄφεις ἔλαθον ἐντεκόντες ὠά, καὶ ταῦτα ἐξεγλύψαντο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Sertorius 19.4

    Plutarch
    οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Publica 19.4

    Plutarch
    ὡς δὲ τὰς παρθένους κομισθείσας ὁ Πορσίνας εἶδε, τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις ἐζήτει. ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea

  • Publicola 14.1

    Plutarch
    τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος ὁ Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος ὁ Σούπερβος υἱὸς ὢν ἢ υἱωνὸς τοῦ εὐξαμένου: καθιερῶσαι δὲ οὐκ ἔφθασεν, ἀλλὰ μικρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν ὅτε Ταρκύνιος ἐξέπιπτεν. ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν καθιέρωσιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Chaeronea