3rd century CE

Item set

Items

Advanced search
  • Historiae Romanae 67.9.5

    Cassius Dio
    καὶ τέλος ὁ παῖς ἐκεῖνος, τὸ δαιμόνιον ἑκάστῳ, λελουμένος τε καὶ κεκοσμημένος

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 67.7,2.4

    Cassius Dio
    καὶ πολλοῖς τὴν ἑορτὴν πομπείοις ἐκόσμησεν οὐκ ἐξ ὧν εἷλε (πᾶν γὰρ τοὐναντίον καὶ προσανάλωσε ταῖς σπονδαῖς, συχνὰ μὲν καὶ αὐτίκα χρήματα καὶ δημιουργοὺς παντοίας τέχνης καὶ εἰρηνικῆς καὶ πολεμικῆς τῷ Δεκεβάλῳ δούς, συχνὰ δὲ καὶ ἀεὶ δώσειν ὑποσχόμενος) ἀλλ᾿ ἐκ τῶν βασιλικῶν ἐπίπλων· τούτοις γὰρ ὡς καὶ αἰχμαλώτοις ἀεί ποτε ἐχρῆτο, ἅτε καὶ τὴν ἀρχὴν αὐτὴν δεδουλωμένος.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 64.14.4

    Cassius Dio
    καὶ ἐπεὶ μηδεὶς αὐτῶν ἐσήκουεν, ἔλυσαν τὸν ὕπατον,καὶ αὐτὸν τῇ τε ἐσθῆτι τῇ ἀρχικῇ καὶ ταῖς ῥάβδοις κοσμήσαντες ἔπεμψαν ἀνθ᾿ ἱκετηρίας, καὶ ἔτυχον τῶν σπονδῶν· ὁ γὰρ Ἀλιηνὸς διὰ τὸ ἀξίωμα καὶ διὰ τὴν συμφορὰν ἔπεισε ῥᾳδίως τὸν Πρῖμον τὴν ὁμολογίαν σφῶν δέξασθαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 64.4.2

    Cassius Dio
    ἡ γυνὴ δὲ αὐτοῦ Γαλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.5.6

    Cassius Dio
    καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἆλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφ᾿ οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπωνόμασαν

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.3.4

    Cassius Dio
    καὶ πᾶσα μὲν ἡ πόλις ἐκεκόσμητο καὶ φωσὶ καὶ στεφανώμασιν, οἵ τε ἄνθρωποι πολλοὶ πανταχοῦ ἑωρῶντο, μάλιστα δὲ ἡ ἀγορὰ ἐπεπλήρωτο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.2.2

    Cassius Dio
    καὶ αὐτοὺς αἵ τε πόλεις λαμπρῶς κεκοσμημέναι καὶ οἱ δῆμοι πολλὰ καὶ χαρίεντα ἀναβοῶντες ὑπεδέχοντο·

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 62.12.3

    Cassius Dio
    ὡς δὲ ἥ τε ναῦς ἐγεγόνει καὶ ἡ Ἀγριππῖνα ἐτεθεράπευτο (πάντα γὰρ τρόπον ἐκολάκευεν αὐτήν, ἵνα μή τι ὑποτοπήσασα φυλάξηται), ἐν μὲν τῇ Ῥώμῃ οὐδὲν ἐτόλμησε ποιῆσαι, μὴ καὶ ἐκδημοσιευθῇ τὸ μίασμα, πόρρω δὲ ἐς τὴν Καμπανίαν ἀπάρας καὶ παραλαβὼν τὴν μητέρα ἔπλευσεν ἐπ᾿ αὐτῆς ἐκείνης τῆς νεὼς λαμπρότατα κεκοσμημένης, ὡς καὶ ἐπιθυμίαν αὐτῇ ἐμβαλεῖν ἀεί ποτε τῇ νηὶ χρῆσθαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 61.6.1

    Cassius Dio
    Τοιοῦτος μὲν τὸ σύμπαν ὁ Νέρων ἐγένετο, λέξω δὲ καὶ καθ᾿ ἕκαστον. περὶ μὲν οὖν τὰς ἱπποδρομίας τοσαύτῃ σπουδῇ ὁ Νέρων ἐκέχρητο ὥστε καὶ τοὺς ἵππους τοὺς ἀγωνιστὰς τοὺς ἐπιφανεῖς τοὺς παρηβηκότας στολῇ τε ἀγοραίῳ ὡς ἄνδρας τινὰς κοσμῆσαι καὶ χρήμασιν ὑπὲρ σιτηρεσίου τιμῆσαι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 61.33.3

    Cassius Dio
    καὶ οἱ μὲν ἄλλοι ὥς που καὶ ἔδοξεν αὐτοῖς, ὁ δὲ δὴ Κλαύδιος ὅ τε Νέρων στρατιωτικῶς ἐστάλησαν, ἥ τε Ἀγριππῖνα χλαμύδι διαχρύσῳ ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 59.17.6

    Cassius Dio
    οἵ τε φίλοι καὶ οἱ ἑταῖροι αὐτοῦ ἐπὶ ὀχημάτων ἐν ἐσθῆσιν ἀνθιναῖς ἐφείποντο, καὶ ὁ στρατὸς καὶ ὅ γε λοιπὸς ὅμιλος, ἰδίως πως ἕκαστοι κεκοσμημένοι.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 59.3.5

    Cassius Dio
    τά τε ὀστᾶ τά τε τῆς μητρὸς καὶ τὰ τῶν ἀδελφῶν τῶν ἀποθανόντων αὐτός τε πλεύσας καὶ αὐτὸς αὐτοχειρίᾳ ἀνελόμενος ἐκόμισε καὶ ἐς τὸ τοῦ Αὐγούστου μνῆμα κατέθετο, τὸ ἱμάτιον τὸ περιπόρφυρον ἐνδὺς καὶ ῥαβδούχοις τισὶν ὥσπερ ἐν ἐπινικίοις κοσμηθείς

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 58.11.2

    Cassius Dio
    ὃν δὲ ἐδορυφόρουν ὡς δεσπότην, τοῦτον ἐφρούρουν ὡς δραπέτην καὶ ἀπεκάλυπτον ἐπικαλυπτόμενον, καὶ ὃν τῷ περιπορφύρῳ ἱματίῳ ἐκεκοσμήκεσαν, τοῦτον ἐπὶ κόρρης ἔπαιον, ὅν τε προσεκύνουν ᾧ τε ὡς θεῷ ἔθυον, τοῦτον θανατώσοντες ἦγον

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 56.34.1

    Cassius Dio
    κλίνη ἦν ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποιημένη καὶ στρώμασιν ἁλουργοῖς διαχρύσοις κεκοσμημένη

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 54.19.4

    Cassius Dio
    εἶπον δὲ τοῦτο ὅτι ἓξ καὶ ἑβδομήκοντα κίοσιν αὐτὸν ἐκόσμησεν, ὅσαπερ τὰ πάντα ἔτη διεβίω, κἀκ τούτου λόγον τισὶ παρέσχεν ὡς καὶ ἐξεπίτηδες αὐτὸ ἀλλ᾿ οὐ κατὰ τύχην ἄλλως πράξας.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 54.16.5

    Cassius Dio
    ὅπερ που καὶ ἐγὼ ποιῶ.” ἀκούσαντες οὖν ταῦτ᾿ ἐκεῖνοι πολλῷ μᾶλλον ἐνέκειντο αὐτῷ, βουλόμενοι τὰς παραινέσεις ἃς τῇ Λιουίᾳ παραινεῖν ἔφη μαθεῖν. καὶ ὃς ἄκων μέν, εἶπε δ᾿ οὖν τινα καὶ περὶ τῆς ἐσθῆτος καὶ περὶ τοῦ λοιποῦ κόσμου τῶν τε ἐξόδων καὶ τῆς σωφροσύνης αὐτῶν, μηδ᾿ ὁτιοῦν φροντίσας ὅτι μὴ καὶ τῷ ἔργῳ αὐτὰ ἐπιστοῦτο.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romana 51.22.3

    Cassius Dio
    καὶ οὕτως ἡ Κλεοπάτρα καίπερ καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ἐδοξάσθη, ὅτι τά τε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνάκειται καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.22.2

    Cassius Dio
    ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾿ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.19.2

    Cassius Dio
    τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναι

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.17.8

    Cassius Dio
    τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.12.1

    Cassius Dio
    Οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ᾿ ἐκείνου οἱ πεμφθείσας ἐς τὸν κόλπον λαβοῦσα

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 51.1.3

    Cassius Dio
    τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.45.7

    Cassius Dio
    οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 48.42.5

    Cassius Dio
    κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατο

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia

  • Historiae Romanae 44.31.3

    Cassius Dio
    ἐν δ᾿ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Bithynia