5th century BCE
Item set
- Title
-
5th century BCE
Items
-
3c,688,Fragment 6 line 4
Ctesias
Κτησίας δὲ ἱστορεῖ ῾fr. 52 M' 'ΑΝΝΑΡΟΝ τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ,Text Category: Literature: proseCentury Range: 5th century BCE -
F 3b,323a,F fragment 21aline 8.
Hellanicus of Lesbos
καὶ ῾Ελένη δωρησαμένηΑἴθραν παντοδαπῶι κόσμωι ἀποστέλλει πρὸς Δημοφῶντα καὶ ᾽Ακάμαντα".Text Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 3 Line 4
Xenophanes of Colophon
ΚΟΛΟΦΩΝΙΟΙ δ᾽, ὥς φησι Φύλαρχος ῾FHG I 353',' τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ,Text Category: Literature: proseCentury Range: 5th century BCE -
Nausias, Oration 107 fragment 238 line 3
Lysias
Λιθουργικὴ καὶ λιθοτριβικὴ διαφέρει. ἡ μὲν λιθουργική, ἣν ἐν τοῖς μετάλλοις ἐργάζονται οἱ τέμνοντες τοὺς λίθους, ἡ δὲ λιθοτριβική ἐστιν, ἣν μετίασιν οἱ καταξαίνοντες καὶ κοσμοῦντες τοὺς λίθους ὥστ' ἀπειληφέναι τὴν εὐπρέπειαν ἕκαστον τῶν ἔργων. Λυσίας ἐν τῷ πρὸς Ναυσίαν περὶ τοῦ τύπου· ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.13 (Fragment 2 line 23)
Unknown
τοῖς δὲ Θραιξὶ κόσμος τὰς κόρας στίζεσθαι· τοῖς δ’ ἄλλοις τιμωρία τὰ στίγματα τοῖς ἀδικέοντι.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Testimonia 2.16
Gorgias
αὐτίκα γὰρ ὅταν πολέμια σώματα πολέμιον ἐπὶ πολεμίοις ὁπλίσῃ κόσμον χαλκοῦ καὶ σιδήρου, τοῦ μὲν ἀλεξητήριον τοῦ δὲ προβλήματα, εἰ θεάσηται ἡ ὄψις, ἐταράχθη καὶ ἐτάραξε τὴν ψυχήνText Category: Literature: proseCentury Range: 5th century BCE -
Oration 89 Fragment 201 line 3
Lysias
Λυσίας δ᾽ ἐν τῷ περὶ τοῦ χρυσοῦ τρίποδος, εἰ γνήσιος ὁ λόγος: ‘ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι.’ οἱ δ᾽ ἑλληνίζοντες λέγειν δεῖν φασιν ἀργυροῦν κόσμον καὶ χρυσοῦν κόσμον.’Text Category: Literature: proseCentury Range: 5th century BCE -
Against Eratosthenes 12.19
Lysias
καὶ ἔχοντες μὲν ἑπτακοσίας ἀσπίδας τῶν ἡμετέρων, ἔχοντες δὲ ἀργύριον καὶ χρυσίον τοσοῦτον, χαλκὸν δὲ καὶ κόσμον καὶ ἔπιπλα καὶ ἱμάτια γυναικεῖα ὅσα οὐδεπώποτε ᾤοντο κτήσεσθαιText Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 77 line 7
Pherecydes of Athens
Ἔπειτα κατακοσμήσας, καὶ ἀλλοειδῆ ἑαυτὸν ποιήσας, ἔρχεται εἰς τὴν οἰκίαν, ἔχων κόσμον· καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο, καὶ συμμιγῆναι αὐτῷ. Ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ, καὶ τὸν Κέφαλον ὁρῶσα κάρτα καλὸν, συγκοιμᾶται αὐτῷ.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Prizes, Fragment 5 line 2
Achaeus of Eretria
ἰσάργυρόν τ᾽ εἰς χεῖρα Κυπρίου λίθουδώσουσι κόσμον χριμάτων τ᾽ Αἰγυπτίων ...Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Fragment 13 line 11-14
Ion of Chios
ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον. ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ᾽ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Omphale, Fragment 24 line 2
Ion of Chios
βακκάρις δὲ καὶ μύρακαὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸςἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Ode 17, Dithyramb 3, line 62
Bacchylides
εἰδὲ καὶ σὲ Τροιζηνία σεισίχθονιφύτευσεν Αἴθρα Ποσει-δᾶνι, τόνδε χρύσεονχειρὸς ἀγλαὸνἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.εἴσεαι δ᾽ αἴ κ᾽ ἐμᾶς κλύῃΚρόνιος εὐχᾶςἀναξιβρόντας ὁ πάντων μεδέων.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Anth. Gr. 6.50; fragment 26 subfragment 1 line 9
Simonides of Ceos
Τόνδε ποθ’ ῞Ελληνες ῥώμῃ χερὸς ἔργῳ ῎Αρηος,εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,Πέρσας ἐξελάσαντες, ἐλεύθερον ῾Ελλάδι κόσμονἱδρύσαντο Διὸς βωμὸν ᾿Ελευθερίου.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Schol. Hom. Od. XIV 533.
Acusilaus
Ἐρεχθεὺς ὁ τῶν Ἀθηναίων βασιλεὺς ἴσχει θυγατέρα τοὔνομα Ὠρείθυιαν κάλλειδιαπρεπεστάτην. Kοσμήσας δὲ ταύτην ποτὲ πέμπει κανηφόρον θύσουσαν εἰς τὴν ἀκρόπολιντῇ πολιάδι Ἀθηνᾷ.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 45q line 15
Ctesias
ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας, ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ διαστημάτων αὐτοῖς χρυσὸν περιχέαντας, οἱονεὶ ψελίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματοςText Category: Literature: proseCentury Range: 5th century BCE -
De Cirone 8.22
Isaeus
δεομένης δὲ τῆς τοῦ πάππου γυναικὸς ἐκ τῆς οἰκίας αὐτὸν ἐκείνης θάπτειν καὶ λεγούσης ὅτι βούλοιτ᾽ ἂν αὐτὴ τὸ σῶμα τὸ ἐκείνου συμμεταχειρίζεσθαι μεθ᾽ ἡμῶν καὶ κοσμῆσαι, καὶ ταῦτα ἱκετευούσης καὶ κλαιούσης, ἐπείσθην,Text Category: Literature: proseCentury Range: 5th century BCE -
Odes 12.7
Bacchylides
ἐς γὰρ ὀλβίανξείνοισί με πότνια Νίκανᾶσον Αἰγίνας ἀπάρχειἐλθόντα κοσμῆσαι θεόδματον πόλινText Category: Literature: poetryCentury Range: 5th century BCE -
Fragment 1 line 2
Melanthius
αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τεΚεκροπίαν κόσμησ᾽ ἡμιθέων ἀρεταῖς.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.24 (Fragment 2 line 58)
Unknown
αἰ γὰρ τὰν γυναῖκα καλόν ἐστι κοσμεῖσθαι, τὰν γυναῖκα αἰσχρὸν κοσμεῖσθαι, αἴπερ τωὐτὸν αἰσχρὸν καὶ καλόν· καὶ τἆλλα κατὰ τωὐτόν.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.6 (Fragment 2 line 10)
Unknown
καὶ κοσμεῖσθαι καὶ ψιμυθίῳ χρίεσθαι καὶ χρυσία περιάπτεσθαι, τῷ μὲν ἀνδρὶ αἰσχρόν, τᾷ δὲ γυναικὶ καλόν.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Dialexeis/ Dissoi logoi, On Seemly and Unseemly, 2.15 (Fragment 2 line 31)
Unknown
τοὶ δὲ Πέρσαι κοσμεῖσθαι τε ὥσπερ τὰς γυναῖκας καὶ τὼς ἄνδρας καλὸν νομίζοντι καὶ τᾷ θυγατρὶ καὶ τᾷ ματρὶ καὶ τᾷ ἀδελφᾷ συνίμεν· τοὶ δὲ Ἕλλανες καὶ αἰσχρὰ καὶ παράνομα.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment B2 Line 8
Critias
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάληκαὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.Text Category: Literature: poetryCentury Range: 5th century BCE -
Fragment 1b line 451
Ctesias
προσέταξε δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα.Text Category: Literature: proseCentury Range: 5th century BCE -
Fragment 26 line 30
Ctesias
κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως, ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ‘ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια: πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν.’Text Category: Literature: proseCentury Range: 5th century BCE