5th century BCE

Item set

Items

Advanced search
  • Fragment 1p, Alpha* line 9

    Ctesias
    ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ᾽ αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ᾽ αὐτῶν καθήμενον,,τὰς ὀφρῦς μεμελασμένον, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς ἐπεὶ δὲ καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τοῖν ὀφθαλμοῖν

    Text Category: Literature: prose
    Century Range: 5th century BCE

  • Trachiniae 763-764

    Sophocles
    καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί, κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 450-425
    Location: Athens

  • Philoctetes 1063-1064

    Sophocles
    οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 409
    Location: Athens

  • Electra 1400-1401

    Sophocles
    ἡ μὲν ἐς τάφον λέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 420-414
    Location: Athens

  • Electra 1136-1142

    Sophocles
    νῦν δ’ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα, κοὔτ’ ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ ἐγὼ λουτροῖς σ’ ἐκόσμησ’ οὔτε παμφλέκτου πυρὸς ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος, ἀλλ’ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 420-414
    Location: Athens

  • Antigone 891-904

    Sophocles
    ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς οἴκησις ἀείφρουρος, οἷ πορεύομαι πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς πλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων· ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷ κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφω φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα· ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ ἔλουσα κἀκόσμησα κἀπιτυμβίους χοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸν δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι. καίτοι σ’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 442
    Location: Athens

  • Antigone 388-396

    Sophocles
    ἄναξ, βροτοῖσιν οὐδέν ἔστ’ ἀπώμοτον. ψεύδει γὰρ ἡ ’πίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθ’ ἥξειν δεῦρ’ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε ἀλλ’ ἡ γὰρ ἐκτὸς καὶ παρ’ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι’ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ’, ἣ καθῃρέθη τάφον κοσμοῦσα. 

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 442
    Location: Athens

  • Ajax 1402-1409

    Sophocles
    ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται χρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατον τρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ’ ἐπίκαιρον· μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω.χρόνος. ἀλλ’ οἱ μὲν κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δ’ ὑψίβατον τρίποδ’ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ’ ἐπίκαιρον· μία δ’ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 442
    Location: Athens

  • Peloponnesian War 6.54.5

    Thucydides
    καὶ ἐπετήδευσαν ἐπὶ πλεῖστον δὴ τύραννοι οὗτοι ἀρετὴν καὶ ξύνεσιν, καὶ Ἀθηναίους εἰκοστὴν μόνον πρασσόμενοι τῶν γιγνομένων τήν τε πόλιν αὐτῶν καλῶς διεκόσμησαν καὶ τοὺς πολέμους διέφερον καὶ ἐς τὰ ἱερὰ ἔθυον.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 431-400
    Location: Athens

  • Peloponnesian War 6.41.3-4

    Thucydides
    καὶ ἢν ἄρα μηδὲν δεήσῃ, οὐδεμία βλάβη τοῦ τε τὸ κοινὸν κοσμηθῆναι καὶ ἵπποις καὶ ὅπλοις καὶ τοῖς ἄλλοις οἷς ὁ πόλεμος ἀγάλλεται (τὴν δ᾽ ἐπιμέλειαν καὶ ἐξέτασιν αὐτῶν ἡμεῖς ἕξομεν), καὶ τῶν πρὸς τὰς πόλεις διαπομπῶν ἅμα ἔς τε κατασκοπὴν καὶ ἤν τι ἄλλο φαίνηται ἐπιτήδειον.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 431-400
    Location: Athens

  • Phaedo 114d-115a

    Plato
    ἀλλὰ τούτων δὴ ἕνεκα θαρρεῖν χρὴ περὶ τῇ ἑαυτοῦ ψυχῇ ἄνδρα ὅστις ἐν τῷ βίῳ τὰς μὲν ἄλλας ἡδονὰς τὰς περὶ τὸ σῶμα καὶ τοὺς κόσμους εἴασε χαίρειν, ὡς ἀλλοτρίους τε ὄντας, καὶ πλέον θάτερον ἡγησάμενος ἀπεργάζεσθαι, τὰς δὲ περὶ τὸ μανθάνειν ἐσπούδασέ τε καὶ κοσμήσας τὴν ψυχὴν οὐκ ἀλλοτρίῳ ἀλλὰ τῷ αὐτῆς κόσμῳ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ ἐλευθερίᾳ καὶ ἀληθείᾳ, οὕτω περιμένει τὴν εἰς Ἅιδου πορείαν ὡς πορευσόμενος ὅταν ἡ εἱμαρμένη καλῇ

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 460

  • Olympian 8.81-85

    Pindar
    Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει ὤπασεν. ἐσλὰ δ’ ἐπ’ ἐσλοῖς ἔργ’ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 460
    Location: Olympia

  • Pythian 9.117-120

    Pindar
    οὕτω δ᾽ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον, εἶπε δ᾽ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 474

  • Pythian 2.10-12

    Pindar
    ὅ τ᾽ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον ἔν θ᾽ ἅρματα πεισιχάλινα καταζευγνύῃ σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 475-468

  • Isthmian 1.17-22

    Pindar
    κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι· ΄ἔν τ᾿ ἀέθλοισι θίγον πλείστων ἀγώνων, καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, γευόμενοι στεφάνων νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετά ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ᾿ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις, οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς καὶ λιθίνοις ὁπότ᾿ ἐν δίσκοις ἵεν· οὐ γὰρ ἦν πενταέθλιον, ἀλλ᾿ ἐφ᾿ ἑκάστῳ ἔργματι κεῖτο τέλος.

    Text Category: Literature: poetry
    Century Range: 5th century BCE
    Date: 458

  • Against Eratosthanes

    Lysias 12.19
    καὶ ἔχοντες μὲν ἑπτακοσίας ἀσπίδας τῶν ἡμετέρων, ἔχοντες δὲ ἀργύριον καὶ χρυσίον τοσοῦτον, χαλκὸν δὲ καὶ κόσμον καὶ ἔπιπλα καὶ ἱμάτια γυναικεῖα ὅσα οὐδεπώποτε ᾤοντο κτήσεσθαι, καὶ ἀνδράποδα εἴκοσι καὶ ἑκατόν, ὧν τὰ μὲν βέλτιστα ἔλαβον, τὰ δὲ λοιπὰ εἰς τὸ δημόσιον ἀπέδοσαν, εἰς τοσαύτην ἀπληστίαν καὶ αἰσχροκέρδειαν ἀφίκοντο καὶ τοῦ τρόπου τοῦ αὑτῶν ἀπόδειξιν ἐποιήσαντο

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 403
    Location: Athens

  • Histories 7.83.2

    Herodotus
    κόσμον δὲ πλεῖστον παρείχοντο διὰ πάντων Πέρσαι, καὶ αὐτοὶ ἄριστοι ἦσαν: σκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶς δὲ χρυσόν τε πολλὸν καὶ ἄφθονον ἔχοντες ἐνέπρεπον, ἁρμαμάξας τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰς καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐσκευασμένην: σῖτα δέ σφι, χωρὶς τῶν ἄλλων στρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 7.31

    Herodotus
    ὡς δὲ ἐκ τῆς Φρυγίης ἐσέβαλε ἐς τὴν Λυδίην, σχιζομένης τῆς ὁδοῦ καὶ τῆς μὲν ἐς ἀριστερὴν ἐπὶ Καρίης φερούσης τῆς δὲ ἐς δεξιὴν ἐς Σάρδις, τῇ καὶ πορευομένῳ διαβῆναι τὸν Μαίανδρον ποταμὸν πᾶσα ἀνάγκη γίνεται καὶ ἰέναι παρὰ Καλλάτηβον πόλιν, ἐν τῇ ἄνδρες δημιοεργοὶ μέλι ἐκ μυρίκης τε καὶ πυροῦ ποιεῦσι, ταύτην ἰὼν ὁ Ξέρξης τὴν ὁδὸν εὗρε πλατάνιστον, τὴν κάλλεος εἵνεκα δωρησάμενος κόσμῳ χρυσέῳ καὶ μελεδωνῷ ἀθανάτῳ ἀνδρὶ ἐπιτρέψας δευτέρῃ ἡμέρῃ ἀπίκετο ἐς τῶν Λυδῶν τὸ ἄστυ.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 5.92G.3

    Herodotus
    ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ, πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη, ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας. αἳ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι, ὃ δ᾽ ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσε σφέας πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμφορήσας δὲ ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 3.123.1

    Herodotus
    ταῦτα ἀκούσας Πολυκράτης ἥσθη τε καὶ ἐβούλετο: καί κως ἱμείρετο γὰρ χρημάτων μεγάλως, ἀποπέμπει πρῶτα κατοψόμενον Μαιάνδριον Μαιανδρίου ἄνδρα τῶν ἀστῶν, ὅς οἱ ἦν γραμματιστής: ὃς χρόνῳ οὐ πολλῷ ὕστερον τούτων τὸν κόσμον τὸν ἐκ τοῦ ἀνδρεῶνος τοῦ Πολυκράτεος ἐόντα ἀξιοθέητον ἀνέθηκε πάντα ἐς τὸ Ἥραιον.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 9.76.1

    Herodotus
    ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι, ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος: ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας, ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω, κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων, καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας, ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα, ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 9.20.1

    Herodotus
    Μαρδόνιος δέ, ὡς οὐ κατέβαινον οἱ Ἕλληνες ἐς τὸ πεδίον, πέμπει ἐς αὐτοὺς πᾶσαν τὴν ἵππον, τῆς ἱππάρχεε Μασίστιος εὐδοκιμέων παρὰ Πέρσῃσι, τὸν Ἕλληνες Μακίστιον καλέουσι, ἵππον ἔχων Νησαῖον χρυσοχάλινον καὶ ἄλλως κεκοσμημένον καλῶς

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 7.209.3

    Herodotus
    οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου, καὶ ταῦτα παρασκευάζονται. νόμος γάρ σφι ἔχων οὕτω ἐστί: ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ, τότε τὰς κεφαλὰς κοσμέονται.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 7.40.2

    Herodotus
    προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι, ἐκ Περσέων πάντων ἀπολελεγμένοι: μετὰ δὲ αἰχμοφόροι χίλιοι καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι, τὰς λόγχας κάτω ἐς τὴν γῆν τρέψαντες: μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι δέκα κεκοσμημένοι ὡς κάλλιστα.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia

  • Histories 6.41.4

    Herodotus
    Δαρεῖος δέ, ὡς οἱ Φοίνικες Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον, ἐποίησε κακὸν μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ συχνά: καὶ γὰρ οἶκον καὶ κτῆσιν ἔδωκε καὶ Περσίδα γυναῖκα, ἐκ τῆς οἱ τέκνα ἐγένετο τὰ ἐς Πέρσας κεκοσμέαται.

    Text Category: Literature: prose
    Century Range: 5th century BCE
    Date: 440
    Location: Ionia