Alexandria
Item set
- Title
-
Alexandria
Items
-
Geography 12.3.11
Strabo
ἄνωθεν μέντοι καὶ ὑπὲρ τῆς πόλεως εὔγεών ἐστι τὸ ἔδαφος καὶ ἀγροκηπίοις κεκόσμηται πυκνοῖς, πολὺ δὲ μᾶλλον τὰ προάστεια. αὐτὴ δ᾽ ἡ πόλις τετείχισται καλῶς, καὶ γυμνασίῳ δὲ καὶ ἀγορᾷ καὶ στοαῖς κεκόσμηται λαμπρῶς. τοιαύτη δὲ οὖσα δὶς ὅμως ἑάλω, πρότερον μὲν τοῦ Φαρνάκου παρὰ δόξαν αἰφνιδίως ἐπιπεσόντος, ὕστερον δὲ ὑπὸ Λευκόλλου καὶ τοῦ ἐγκαθημένου τυράννου καὶ ἐντὸς ἅμα καὶ ἐκτὸς πολιορκουμένη: ὁ γὰρ ἐγκατασταθεὶς ὑπὸ τοῦ βασιλέως φρούραρχος Βακχίδης ὑπονοῶν ἀεί τινα προδοσίαν ἐκ τῶν ἔνδοθεν καὶ πολλὰς αἰκίας καὶ σφαγὰς ποιῶν, ἀπαγορεῦσαι τοὺς ἀνθρώπους ἐποίησε πρὸς ἄμφω μήτ᾽ ἀμύνασθαι δυναμένους γενναίως μήτε προσθέσθαι κατὰ συμβάσεις. ἑάλωσαν δ᾽ οὖν: καὶ τὸν μὲν ἄλλον κόσμον τῆς πόλεως διεφύλαξεν ὁ Λεύκολλος, τὴν δὲ τοῦ Βιλλάρου σφαῖραν ἦρε καὶ τὸν Αὐτόλυκον, Σθένιδος ἔργον, ὃν ἐκεῖνοι οἰκιστὴν ἐνόμιζον καὶ ἐτίμων ὡς θεόν:Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 11.14.12
Strabo
καὶ τὴν ἐσθῆτα δὲ τὴν Ἀρμενιακὴν Θετταλικήν φασιν, οἷον τοὺς βαθεῖς χιτῶνας οὓς καλοῦσιν Θετταλικοὺς ἐν ταῖς τραγῳδίαις, καὶ ζωννύουσι περὶ τὰ στήθη καὶ ἐφαπτίδας, ὡς καὶ τῶν τραγῳδῶν μιμησαμένων τοὺς Θετταλούς: ἔδει μὲν γὰρ αὐτοῖς ἐπιθέτου κόσμου τοιούτου τινός, οἱ δὲ Θετταλοὶ μάλιστα βαθυστολοῦντες, ὡς εἰκός, διὰ τὸ πάντων εἶναι Ἑλλήνων βορειοτάτους καὶ ψυχροτάτους νέμεσθαι τόπους ἐπιτηδειοτάτην παρέσχοντο μίμησιν τῇ τῶν ὑποκριτῶν διασκευῇ ἐν τοῖς ἀναπλάσμασιν: καὶ τὸν τῆς ἱππικῆς ζῆλόν φασιν εἶναι Θετταλικὸν καὶ τούτοις ὁμοίως καὶ Μήδοις.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 11.13.9
Strabo
. ἡ γὰρ νῦν λεγομένη Περσικὴ στολὴ καὶ ὁ τῆς τοξικῆς καὶ ἱππικῆς ζῆλος καὶ ἡ περὶ τοὺς βασιλέας θεραπεία καὶ κόσμος καὶ σεβασμὸς θεοπρεπὴς παρὰ τῶν ἀρχομένων εἰς τοὺς Πέρσας παρὰ Μήδων ἀφῖκται.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 9.5.16
Strabo
μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ τῆς ποικίλης λιθείας, ἀφ᾽ ἧς ἡ πόλις κοσμεῖται δημοσίᾳ τε καὶ ἰδίᾳ, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 8.6.23
Strabo
Λεύκολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων ὁ Μόμμιος, ὡς κοσμήσων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτ᾽ ἀποδώσων: οὐκ ἀπέδωκε δέ, ἀλλ᾽ ἀνέθηκε κελεύσας αἴρειν εἰ βούλεται: πράως δ᾽ ἤνεγκεν ἐκεῖνος οὐ φροντίσας οὐδέν, ὥστ᾽ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 8.3.30
Strabo
ἐκοσμήθη δ᾽ ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος: ὧν ἦν καὶ ὁ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ὃ ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ᾽ ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ὁ ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 7.7.6
Strabo
ηὐτύχει μὲν οὖν καὶ πρότερον ἡ πόλις αὕτη διαφερόντως (τὴν γοῦν ἐπωνυμίαν ἐντεῦθεν ἔσχηκεν ὁ κόλπος), μάλιστα δ᾽ ἐκόσμησεν αὐτὴν Πύρρος βασιλείῳ χρησάμενος τῷ τόπῳ… . ἡ μὲν οὖν Νικόπολις εὐανδρεῖ καὶ λαμβάνει καθ᾽ ἡμέραν ἐπίδοσιν, χώραν τε ἔχουσα πολλὴν καὶ τὸν ἐκ τῶν λαφύρων κόσμον, τό τε κατασκευασθὲν τέμενος ἐν τῷ προαστείῳ τὸ μὲν εἰς τὸν ἀγῶνα τὸν πεντετηρικὸν ἐν ἄλσει ἔχοντι γυμνάσιόν τε καὶ στάδιον, τὸ δ᾽ ἐν τῷ ὑπερκειμένῳ τοῦ ἄλσους ἱερῷ λόφῳ τοῦ Ἀπόλλωνος.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 6.4.2
Strabo
νυνὶ δὲ Γερμανοῖς προσπολεμοῦσιν ἀπὸ τούτων ὁρμώμενοι τῶν τόπων ὡς οἰκειοτάτων, καί τισιν ἤδη θριάμβοις κεκοσμήκασιν ἀπ᾽ αὐτῶν τὴν πατρίδα.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 6.3.1
Strabo
μεταξὺ δὲ τῆς ἀγορᾶς καὶ τοῦ στόματος ἡ ἀκρόπολις μικρὰ λείψανα ἔχουσα τοῦ παλαιοῦ κόσμου τῶν ἀναθημάτων: τὰ γὰρ πολλὰ τὰ μὲν κατέφθειραν Καρχηδόνιοι λαβόντες τὴν πόλιν, τὰ δ᾽ ἐλαφυραγώγησαν Ῥωμαῖοι κρατήσαντες βιαίως: ὧν ἐστι καὶ ὁ Ἡρακλῆς ἐν τῷ Καπετωλίῳ χαλκοῦς κολοσσικός, Λυσίππου ἔργον, ἀνάθημα Μαξίμου Φαβίου τοῦ ἑλόντος τὴν πόλιν.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 6.2.10
Strabo
συγγενῆ δὲ καὶ τούτοις καὶ τοῖς κατὰ τὴν Σικελίαν πάθεσι τὰ περὶ τὰς Λιπαραίων νήσους καὶ αὐτὴν τὴν Λιπάραν δείκνυται. εἰσὶ δ᾽ ἑπτὰ μὲν τὸν ἀριθμόν, μεγίστη δὲ ἡ Λιπάρα Κνιδίων ἄποικος ἐγγυτάτω τῆς Σικελίας κειμένη μετά γε τὴν Θέρμεσσαν: ἐκαλεῖτο δὲ πρότερον Μελιγουνίς: ἡγήσατο δὲ καὶ στόλῳ καὶ πρὸς τὰς τῶν Τυρρηνῶν ἐπιδρομὰς πολὺν χρόνον ἀντέσχεν, ὑπηκόους ἔχουσα τὰς νῦν λεγομένας Λιπαραίων νήσους ἃς Αἰόλου τινὲς προσαγορεύουσι. καὶ δὴ καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκόσμησε πολλάκις τὸ ἐν Δελφοῖς ἀπὸ τῶν ἀκροθινίων: ἔχει δὲ καὶ τὴν γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον ἐμπρόσοδον καὶ θερμὰ ὕδατα καὶ πυρὸς ἀναπνοάς.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 5.4.4
Strabo
ὅμως δ᾽ οὖν ἔτι σώζεται πολλὰ ἴχνη τοῦ Ἑλληνικοῦ κόσμου καὶ τῶν ἱερῶν καὶ τῶν νομίμων.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 5.3.8
Strabo
τοσοῦτον δ᾽ ἐστὶ τὸ εἰσαγώγιμον ὕδωρ διὰ τῶν ὑδραγωγίων, ὥστε ποταμοὺς διὰ τῆς πόλεως καὶ τῶν ὑπονόμων ῥεῖν, ἅπασαν δὲ οἰκίαν σχεδὸν δεξαμενὰς καὶ σίφωνας καὶ κρουνοὺς ἔχειν ἀφθόνους, ὧν πλείστην ἐπιμέλειαν ἐποιήσατο Μάρκος Ἀγρίππας, πολλοῖς καὶ ἄλλοις ἀναθήμασι κοσμήσας τὴν πόλιν... καὶ γὰρ Πομπήιος καὶ ὁ θεὸς Καῖσαρ καὶ ὁ Σεβαστὸς καὶ οἱ τούτου παῖδες καὶ οἱ φίλοι καὶ γυνὴ καὶ ἀδελφὴ πᾶσαν ὑπερεβάλοντο σπουδὴν καὶ δαπάνην εἰς τὰς κατασκευάς: τούτων δὲ τὰ πλεῖστα ὁ Μάρτιος ἔχει κάμπος πρὸς τῇ φύσει προσλαβὼν καὶ τὸν ἐκ τῆς προνοίας κόσμον.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 5.2.2
Strabo
ἐκόσμησε δ᾽ οὖν τὴν Τυρρηνίαν καὶ αὐτὸς καὶ ὁ πατὴρ πρότερον, ὁ μὲν εὐπορίᾳ δημιουργῶν τῶν συνακολουθησάντων οἴκοθεν, ὁ δὲ ταῖς ἐκ τῆς Ῥώμης ἀφορμαῖς. λέγεται δὲ καὶ ὁ θριαμβικὸς κόσμος καὶ ὑπατικὸς καὶ ἁπλῶς ὁ τῶν ἀρχόντων ἐκ Ταρκυνίων δεῦρο μετενεχθῆναι καὶ ῥάβδοι καὶ πελέκεις καὶ σάλπιγγες καὶ ἱεροποιίαι καὶ μαντικὴ καὶ μουσική, ὅσῃ δημοσίᾳ χρῶνται ῬωμαῖοιText Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 4.1.5
Strabo
τῆς δὲ λιτότητος τῶν βίων καὶ τῆς σωφροσύνης τῶν Μασσαλιωτῶν οὐκ ἐλάχιστον ἄν τις θείη τοῦτο τεκμήριον: ἡ γὰρ μεγίστη προὶξ αὐτοῖς ἐστιν ἑκατὸν χρυσοῖ καὶ εἰς ἐσθῆτα πέντε καὶ πέντε εἰς χρυσοῦν κόσμον: πλέον δ᾽ οὐκ ἔξεστι.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 3.4.17
Strabo
τῆς δὲ βαρβαρικῆς ἰδέας καὶ τὸν τῶν γυναικῶν ἐνίων κόσμον θείη τις ἄν, ὃν εἴρηκεν Ἀρτεμίδωρος: ὅπου μὲν γὰρ περιτραχήλια σιδηρᾶ φορεῖν αὐτάς φησιν ἔχοντα κόρακας καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ, κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατασπᾶν τὸ κάλυμμα ὥστε ἐμπετασθὲν σκιάδιον τῷ προσώπῳ παρέχειν, καὶ νομίζειν κόσμον: ὅπου δὲ τυμπάνιον περικεῖσθαι πρὸς μὲν τῷ ἰνίῳ περιφερὲς καὶ σφίγγον τὴν κεφαλὴν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατ᾽ ὀλίγον: ἄλλας δὲ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον ὥστ᾽ ἀποστίλβειν τοῦ μετώπου μᾶλλον: τὰς δ᾽ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρᾳ μελαίνῃ περιστέλλειν.Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 3.4.6
Strabo
μετὰ τοίνυν Ἄβδηρα ἔστι Καρχηδὼν ἡ νέα, κτίσμα Ἀσδρούβα τοῦ διαδεξαμένου Βάρκαν τὸν Ἀννίβα πατέρα, κρατίστη πολὺ τῶν ταύτῃ πόλεων: καὶ γὰρ ἐρυμνή τ᾽ ἐστὶ καὶ τείχει κατεσκευασμένῳ καλῶς καὶ λιμέσι καὶ λίμνῃ κεκόσμηται καὶ τοῖς τῶν ἀργυρίων μετάλλοις, περὶ ὧν εἰρήκαμεν:Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Geography 1.2.31-32
Strabo
φησὶ δὴ πρὸς Τηλέμαχον ὁ Μενέλαος θαυμάσαντα τὸν τῶν βασιλείων κόσμον… ἅμα μὲν γὰρ θαυμάζουσι τοῦ κόσμου τῶν βασιλείων οἱ περὶ Τηλέμαχον τὸ πλῆθος ὅ ἐστι ‘χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.’Text Category: Literature: proseCentury Range: 1st century BCE/ 1st century CELocation: Rome or Alexandria -
Treatment of Acute Deseases 1.2
Aretaeus of Cappadoccia
τοῖχοι λεῖοι, ὁμαλοὶ, μηδ’ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι·Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Alexandria -
Tetrabiblos 4.4
Claudius Ptolemy
ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κόσμοις τὰς πράξειςἔχοντας, οἷον μυροπώλας, στεφανηπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας, ... ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόηταςδὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ ... μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰπροειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους: ἐὰν δὲ ὁ τοῦ Διός,δικολόγους, λογιστηρίων προισταμένους,Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt: Alexandria -
Tetrabiblos 2.3
Claudius Ptolemy
πὶ πᾶν καὶ τἄλλα μὲν τὰ περὶ τὰς στολὰς καὶ κόσμους καὶ ὅλωςτὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης... καὶ κοινὰς εἶναι τὰς γυναῖκαςπάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰτὸν τῆς ἈφροδίτηςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt: Alexandria