Athens/ Attica
Item set
- Title
-
Athens/ Attica
Items
-
De Domo 8
Lucian
καὶ τοίνυν ἡ τοῦδε τοῦ οἴκου ὀροφή, μᾶλλον δὲ κεφαλή, εὐπρόσωπος μὲν καὶ καθ᾽ ἑαυτήν, τῷ χρυσῷ δ᾽ ἐς τοσοῦτον κεκόσμηται, ἐς ὅσον καὶ οὐρανὸς ἐν νυκτὶ ὑπὸ τῶν ἀστέρων ἐκ διαστήματος περιλαμπόμενος καὶ ἐκ διαλείμματος ἀνθῶν τῷ πυρί. ἴδοι δ᾽ ἄν τις οὐδ᾽ ἀργὸν ἐνταῦθα τὸν χρυσὸν οὐδὲ μόνου τοῦ τέρποντος εἵνεκα τῷ λοιπῷ κόσμῳ συνεσπαρμένον, ἀλλὰ καὶ αὐγήν τινα ἡδεῖαν ἀπολάμπει καὶ τὸν οἶκον ὅλον ἐπιχρώννυσι τῷ ἐρυθήματιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Hippias 8
Lucian
προσέτι τῇ ἄλλῃ περινοίᾳ κεκοσμημένον, ἀφόδων μὲν ἀναγκαίων δυσὶν ἀναχωρήσεσιν, ἐξόδοις δὲ πολλαῖς τεθυρωμένον, ὡρῶν δὲ διττὰς δηλώσεις, τὴν μὲν δι᾽ ὕδατος καὶ μυκήματος, τὴν δὲ δι᾽ ἡλίου ἐπιδεικνύμενον. ταῦτα ἰδόντα μὴ ἀποδοῦναι τὸν πρέποντα ἔπαινον τῷ ἔργῳ οὐκ ἀνοήτου μόνον, ἀλλὰ καὶ ἀχαρίστου, μᾶλλον δὲ βασκάνου μοι εἶναι ἔδοξεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Hippias 5
Lucian
μετὰ δὲ τοῦτον ἑκατέρωθεν διαρκεῖς τοῖς ' ἀποδυομένοις ἀποθέσεις, καὶ μέσος οἶκος ὕψει τε ὑψηλότατος καὶ φωτὶ φαιδρότατος, ψυχροῦ ὕδατος ἔχων τρεῖς κολυμβήθρας, Λακαίνῃ λίθῳ κεκοσμημένος, καὶ εἰκόνες ἐν αὐτῷ λίθου λευκοῦ τῆς ἀρχαίας ἐργασίας, ἡ μὲν Ὑγιείας, ἡ δὲ Ἀσκληπιοῦ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Phalaris 1.3
Lucian
τὴν δὲ πόλιν αὐτὴν ὁρῶν ὀλιγωρίᾳ τῶν προεστώτων διεφθαρμένην, τῶν πολλῶν κλεπτόντων, μᾶλλον δὲ ἁρπαζόντων τὰ κοινά, ὑδάτων τε ἐπιρροίαις ἀνεκτησάμην καὶ οἰκοδομημάτων ἀναστάσεσιν ἐκόσμησα καὶ τειχῶν περιβολῇ ἐκράτυνα καὶ τὰς προσόδουςText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Oration 1.372
Aelius Aristides
Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλανText Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.190
Aelius Aristides
καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διός, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασιν μνημεῖον, ἐπ’ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν· τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθηText Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.186
Aelius Aristides
ὥστε ἀδικήσω καθυφεὶς μᾶλλον ἢ διοχλήσω λέγων. ἔπειτα ἐνθυμητέον καὶ ἀπ’ αὐτοῦ τοῦ συμβόλου τῶν λόγων ὅτι οὐδὲ τὴν τῶν Παναθηναίων αὐτῶν ἑορτὴν ἡμῖν ἡμέρᾳ μιᾷ ἀνάγκη μετρεῖν, ἀλλ’, εἴ γε καὶ τοῦτο δεῖ προσθεῖναι, καὶ τὸ πλῆθος τῶν ἡμερῶν κόσμου χάριν καὶ σεμνότητος ἀνεῖται.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.166
Aelius Aristides
Ξέρξης δὲ καθῆστο μὲν ἐπὶ τῆς ἠπείρου κεκοσμημένος, ὥσπερ ἄλλον τινὰ ἀγῶνα ποιῶν ἤ τις τῶν ἐξ οὐρανοῦ κριτὴς τῶν γιγνομένων, οἰόμενος τοῖς ἑαυτοῦ τὸν παρ’ αὑτοῦ φόβον ἀρκέσειν.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.88
Aelius Aristides
οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθ’ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσον εἶπον κεκρατηκέναι, τῶν δὲ παρ’ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρ’ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασαText Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.66
Aelius Aristides
ὥστ’ ἐμοὶ μὲν γέλως ἐπέρχεται ἀκούοντι τῶν νῦν πόλεων τοῖς σφετέροις κόσμοις φιλοτιμουμένων καὶ φρονουσῶν ὡς ἐπὶ λαμπροῖς, ὅταν εὑρίσκω θεωρῶν ὑπὸ τῆς ὑμετέρας πόλεως γῆν καὶ θάλατταν κεκοσμημένην ἄνευ τῶν ἄλλων πολλῶν καὶ πολλῷ μειζόνων.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.43
Aelius Aristides
αὖθις δὲ ὅπλων τε χρῆσιν διδάξασα καὶ κοσμήσασα πρώτους ᾧ νῦν ἡμεῖς ἐκείνην σχήματι, ἔτι δ’ ἵππων ἁμιλλητηρίων καὶ πολεμιστηρίων ἔφηνεν ὀχήματα.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Oration 1.21
Aelius Aristides
καὶ μὴν τήν γε τῶν ὀρῶν φαιδρότητα καὶ χάριν τίς οὐκ ἂν ἀγασθείη; οἷς γε τοσοῦτον κόσμου περίεστιν ὥστε καὶ τὰς πόλεις αὐτὰ δὴ κοσμεῖ·Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 155Location: Athens -
Indica 20.9
Arrian
λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐπεοῦσα καὶ κόσμος τῶν νεῶν, καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντη δὴ κατοκνέοντας ἐς ὁρμὴν ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.12
Arrian
καὶ ὅστις μὲν ἐκεῖνον κατ᾽ ἐπιτυχίην συλλάβοι, τοῦτον μὲν εὐπετέως περιβάλλειν καὶ τὸ ἄλλο σμῆνος τῶν μαργαριτέων: εἰ δὲ διαφύγοι σφᾶς ὁ βασιλεύς, τούτοισι δὲ οὐκέτι θηρατοὺς εἶναι τοὺς ἄλλους. τοὺς ἑλόντας δὲ περιορᾶν κατασαπῆναί σφισι τὴν σάρκα, τῷ δὲ ὀστέῳ ἐς κόσμον χρᾶσθαι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.10
Arrian
τὸν γὰρ Ἡρακλέα, ὡς καλόν οἱ ἐφάνη τὸ φόρημα, ἐκ πάσης θαλάσσης ἐς τὴν Ἰνδῶν δυναγινέειν τὸν μαργαρίτην δὴ τοῦτον, τῇ θυγατρὶ τῇ ἑωυτοῦ εἶναι κόσμον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 38.1
Arrian
μέχρι τοῦδε Καρμανίη: τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίων χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμουροί εἰσι Πέρσῃσι: καὶ τὰ ἐς τὸν πόλεμον ὡσαύτως κοσμέονται.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Indica 8.8-10
Arrian
καὶ τάδε δὲ μετεξέτεροι Ἰνδῶν περὶ Ἡρακλέος λέγουσιν, ἐπελθόντα αὐτὸν πᾶσαν γῆν καὶ θάλασσαν καὶ καθήραντα ὅ τι περ κακόν, καινὸν εἶδος ἐξευρεῖν ἐν τῇ θαλάσσῃ κόσμου γυναικηίου, ὅντινα καὶ ἐς τοῦτο ἔτι οἵ τε ἐξ Ἰνδῶν τῆς χώρης τὰ ἀγώγιμα παρ᾽ ἡμέας ἀγινέοντες σπουδῇ ὠνεόμενοι ἐκκομίζουσι, καὶ Ἑλλήνων δὲ πάλαι καὶ Ῥωμαίων νῦν ὅσοι πολυκτέανοι καὶ εὐδαίμονες μέζονι ἔτι σπουδῇ ὠνέονται τὸν μαργαρίτην δὴ τὰν θαλάσσιον οὕτω τῇ Ἰνδῶν γλώσσῃ καλεόμενον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.16.1
Arrian
ἐκ τούτου δὴ Ἡρακλείδην τὸν Ἀργαίου ἐκπέμπει ἐς Ὑρκανίαν ναυπηγοὺς ἅμα οἷ ἄγοντα, κελεύσας ὕλην τεμόντα ἐκ τῶν ὀρῶν τῶν Ὑρκανίων ναυπηγεῖσθαι ναῦς μακρὰς ἀφράκτους τε καὶ πεφραγμένας ἐς τὸν κόσμον τὸν Ἑλληνικόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.3.4
Arrian
καὶ τὸν μὲν ἵππον τοῦτον ὅτου ἐπιβήσεσθαι ἔμελλε, βασιλικὸν ὄντα τῶν Νησαίων, πρὶν ἀναβῆναι ἐπὶ τὴν πυρὰν Λυσιμάχῳ χαρίσασθαι, τῶν τινι θεραπευόντων αὐτὸν ἐπὶ σοφίᾳ: τῶν δὲ δὴ ἐκπωμάτων ἢ στρωμάτων ὅσα ἐμβληθῆναι εἰς τὴν πυρὰν κόσμον αὐτῷ τετάχει Ἀλέξανδρος, ἄλλα ἄλλοις δοῦναι τῶν ἀμφ᾽ αὑτόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 2.12.5-6
Arrian
καὶ Λεοννάτον παρελθόντα ἐς τὴν σκηνὴν τά τε περὶ Δαρείου εἰπεῖν καὶ ὅτι τὴν θεραπείαν αὐταῖς ξυγχωρεῖ Ἀλέξανδρος τὴν βασιλικὴν καὶ τὸν ἄλλον κόσμον καὶ καλεῖσθαι βασιλίσσας, ἐπεὶ οὐδὲ κατὰ ἔχθραν οἱ γενέσθαι τὸν πόλεμον πρὸς Δαρεῖον, ἀλλ᾽ ὑπὲρ τῆς ἀρχῆς τῆς Ἀσίας διαπεπολεμῆσθαι ἐννόμως.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 7.6.1
Arrian
ἧκον δὲ αὐτῷ καὶ οἱ σατράπαι οἱ ἐκ τῶν πόλεών τε τῶν νεοκτίστων καὶ τῆς ἄλλης γῆς τῆς δοριαλώτου παῖδας ἡβάσκοντας ἤδη ἐς τρισμυρίους ἄγοντες τὴν αὐτὴν ἡλικίαν γεγονότας, οὓς Ἐπιγόνους ἐκάλει Ἀλέξανδρος, κεκοσμημένους Μακεδονικοῖς ὅπλοις καὶ τὰ πολέμια ἐς τὸν τρόπον τὸν Μακεδονικὸν ἠσκημένους.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Anabasis 6.29.10
Arrian
καὶ λέγει Ἀριστόβουλος αὐτὸς ταχθῆναι πρὸς Ἀλεξάνδρου κοσμῆσαι ἐξ ὑπαρχῆς τῷ Κύρῳ τὸν τάφον. καὶ τοῦ μὲν σώματος ὅσαπερ ἔτι σῶα ἦν καταθεῖναι ἐς τὴν πύελον καὶ τὸ πῶμα ἐπιθεῖναι, ὅσα δὲ λελώβητο αὐτῆς κατορθῶσαι: καὶ τὴν κλίνην ἐντεῖναι ταινίαις καὶ τἆλλα ὅσα ἐς κόσμον ἔκειτο κατὰ ἀριθμόν τε καὶ τοῖς πάλαι ὅμοια ἀποθεῖναι καὶ τὴν θυρίδα δὲ ἀφανίσαι τὰ μὲν αὐτῆς λίθῳ ἐνοικοδομήσαντα, τὰ δὲ πηλῷ ἐμπλάσαντα, καὶ ἐπιβαλεῖν τῷ πηλῷ τὸ σημεῖον τὸ βασιλικόν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Rome or Cappadocia or Athens -
Greek Anthology 6.40
Simonides
τόνδε ποθ᾽ Ἕλληνες ῥώμῃ χερός, ἔργῳ Ἄρηος,εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμονἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.Text Category: Literature: epigramCentury Range: 5th century BCEDate: after 479Location: Athens -
Prometheus es in verbis
Lucian
οἱ δὲ πρὸς μὲν τὴν κάμηλον εφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῶ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο και ὁ χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιονText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Navigium 5
Lucian
ὁ μὲν γὰρ ἄλλος κόσμος,αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸτούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱκατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens