Bithynia
Item set
- Title
-
Bithynia
Items
-
Historiae Romanae 51.22.2
Cassius Dio
ἐνέστησε δὲ ἐς αὐτὸ τὸ ἄγαλμα τὸ τῆς Νίκης τὸ καὶ νῦν ὄν, δηλῶν, ὡς ἔοικεν, ὅτι παρ᾿ αὐτῆς τὴν ἀρχὴν ἐκτήσατο· ἦν δὲ δὴ τῶν Ταραντίνων, καὶ ἐκεῖθεν ἐς τὴν Ῥώμην κομισθὲν ἔν τε τῷ συνεδρίῳ ἱδρύθη καὶ Αἰγυπτίοις λαφύροις ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.19.2
Cassius Dio
τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναιText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.17.8
Cassius Dio
τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.12.1
Cassius Dio
Οἶκόν τε οὖν ἐκπρεπῆ καὶ κλίνην πολυτελῆ παρασκευάσασα, καὶ προσέτι καὶ ἑαυτὴν ἠμελημένως πως κοσμήσασα (καὶ γὰρ ἐν τῷ πενθίμῳ σχήματι δεινῶς ἐνέπρεπεν) ἐκαθέζετο ἐπὶ τῆς κλίνης, πολλὰς μὲν εἰκόνας τοῦ πατρὸς αὐτοῦ καὶ παντοδαπὰς παραθεμένη, πάσας δὲ τὰς ἐπιστολὰς τὰς παρ᾿ ἐκείνου οἱ πεμφθείσας ἐς τὸν κόλπον λαβοῦσαText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.1.3
Cassius Dio
τό τε χωρίον ἐν ᾧ ἐσκήνησε, λίθοις τε τετραπέδοις ἐκρηπίδωσε καὶ τοῖς ἁλοῦσιν ἐμβόλοις ἐκόσμησεν, ἕδος τι ἐν αὐτῷ τοῦ Ἀπόλλωνος ὑπαίθριον ἱδρυσάμενος.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.45.7
Cassius Dio
οὔτε ἐξέδωκεν ἐξαιτηθέντα καὶ προσέτι καὶ ἐν τιμῇ μεγάλῃ ἤγαγε δακτυλίοις τε χρυσοῖς ἐκόσμησε καὶ ἐς τὸ τῶν ἱππέων τέλος ἐσέγραψε.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.42.5
Cassius Dio
κατακαυθὲν γὰρ αὐτὸ ἀνῳκοδόμησε καὶ καθιέρωσεν, ἄλλοις τέ τισι λαμπρῶς κοσμήσας καὶ εἰκόσιν, ἃς παρὰ τοῦ Καίσαρος ὡς καὶ ἀποδώσων ᾐτήσατοText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 44.31.3
Cassius Dio
ἐν δ᾿ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντεςText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romana 44.16.1
Cassius Dio
Ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ τήν τε εἰρηνικὴν ἐσθῆτα οἱ ἐν τῇ Ῥώμῃ ὄντες ἀνέλαβον (ἐκδεδυκότες γὰρ αὐτὴν ἄνευ ψηφίσματος ἀνάγκῃ τοῦ δήμου ἦσαν) καὶ αὐτοί τε ἑώρταζον, καὶ τὸν Καίσαρα ἔν τε στολῇ ἐπινικίῳ ἐς τὸ ἄστυ ἐσεκόμισαν καὶ δαφνίνῳ στεφάνῳ ἐτίμησαν, ὥσθ᾿ ὁσάκις οἱ τὰ νικητήρια πέμψαντες εἰώθεσαν αὐτῷ χρῆσθαι, καὶ ἐκεῖνόν οἱ κοσμεῖσθαι.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 44.11.2
Cassius Dio
ἐπειδὴ γὰρ ἐν τῇ τῶν Λυκαίων γυμνοπαιδίᾳ ἔς τε τὴν ἀγορὰν ἐσῆλθε καὶ ἐπὶ τοῦ βήματος τῇ τε ἐσθῆτι τῇ βασιλικῇ κεκοσμημένος καὶ τῷ στεφάνῳ τῷ διαχρύσῳ λαμπρυνόμενος ἐς τὸν δίφρον τὸν κεχρυσωμένον ἐκαθίζετο, καὶ αὐτὸν ὁ Ἀντώνιος βασιλέα τε μετὰ τῶν συνιερέων προσηγόρευσε καὶ διαδήματι ἀνέδησενText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.43.1
Cassius Dio
Τοῦτο μὲν δὴ τῇ Ῥώμῃ ἔδωκεν, αὐτὸς δὲ τήν τε στολὴν τὴν ἐπινίκιον ἐν πάσαις ταῖς πανηγύρεσι κατὰ δόγμα ἐνεδύετο, καὶ τῷ στεφάνῳ τῷ δαφνίνῳ ἀεὶ καὶ πανταχοῦ ὁμοίως ἐκοσμεῖτοText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 48.18.3
Cassius Dio
ἀλλ᾿ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ᾿ ὧν ἥ τε πόλις κοσμηθήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 37.21.2
Cassius Dio
καὶ αὐτὰ μὲν ἅπαξ ἀπὸ πάντων τῶν πολέμων ἤγαγε, τρόπαια δὲ ἄλλα τε πολλὰ καὶ καλῶς κεκοσμημένα καθ᾿ ἕκαστον τῶν ἔργων καὶ τὸ βραχύτατον ἔπεμψε, καὶ ἐπὶ πᾶσιν ἓν μέγα, πολυτελῶς τε κεκοσμημένον καὶ γραφὴν ἔχον ὅτι τῆς οἰκουμένης ἐστίνText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 30-35.102.9
Cassius Dio
καὶ ἦν τὸ θέαμα οὐδέν τι τοῦ ὀλέθρου αὐτῶν πραότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσπαρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπεκοσμεῖτο.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Orationes 30.31
Dio Chrysostom
διακονεῖσθαι δὲ τὰς Ὥρας, οἷα δὴ νεωτάτας οὔσας τῶν θεῶν, εὖ μὲν ἀμπεχομένας, καλὰς δὲ ἰδεῖν, οὔτι που χρυσῷ κεκοσμημένας, ἀλλὰ παντοίων ἀνθῶν στεφάνοις.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 28.6
Dio Chrysostom
καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν· ἀποδυσαμένου δ᾿ οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένωνText Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 18.3
Dio Chrysostom
πολλάκις γοὖν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 45.12-13
Dio Chrysostom
περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε· δεῖ δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 36.33
Dio Chrysostom
ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ᾿ ἔνδον παριοῦσινText Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 31.147
Dio Chrysostom
λήθει τῶν ἀνδριάντων, εἰκότως: οὐ γὰρ μόνον κόσμον φέρει τὸ τοιοῦτον, ὥσπερ ἄλλο τι τῶν ἀναθημάτων, ἀλλὰ καὶ τὴν ἰσχὺν τῆς πόλεως οὐχ ἥκιστα ἐπιδείκνυσι καὶ τὸ ἦθος. οὔτε γὰρ εὖ πάσχουσιν ὑπὸ πολλῶν οἱ τυχόντες οὔτε θέλουσιν οὔτε ἴσως δύνανται πολλοὺς τιμᾶν. τι δὲ κἀκεῖνό ἐστιν· οὐ γὰρ μόνον διὰ τὸ πλείστους εἶναι παρ᾿ ὑμῖν ἀνδριάντας τοῦτο συμβέβηκεν, ἀλλ᾿, οἶμαι, καὶ διὰ τὸ Ῥωμαίους πολλάκις πανταχόθεν εἰληφότας κατασκευὴν ἱερῶν καὶ βασιλείων μηδέποτε κινῆσαι τῶν παρ᾿ ὑμῖν μηδένText Category: Literature: proseCentury Range: 1st century CELocation: BIthynia: Prusa -
Orationes 31.55
Dio Chrysostom
τί οὖν; ἆρά γε καὶ λαμβάνουσιν ἐξ αὐτῶν, ὅταν ᾖ χρεία τις, ἢ δανείζονται γοῦν, ὃ τάχα δόξει μηδὲν εἶναι δεινόν; ἀλλ᾽ οἶμαι πρότερον ἂν περιέλοιεν τὸν κόσμον τῆς θεοῦ πρὶν ἢ τούτων ἅψασθαιText Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 13.34-35
Dio Chrystostom
ὡς τό γε νῦν τὸ μέγεθος αὐτῆς ὕποπτον καὶ οὐ πάνυ ἀσφαλές. ὅσῳ γὰρ ἄν, ἔφην, πλείων ἥ τε ἀνδρεία καὶ ἡ δικαιοσύνη καὶ ἡ σωφροσύνη γίγνηται παρ᾿ ὑμῖν, τοσούτῳ ἔλαττον ἔσται τό τε ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἐλεφάντινα σκεύη καὶ τὰ ἠλέκτρινα καὶ κρύσταλλος καὶ θύον καὶ ἔβενος καὶ ὁ τῶν γυναικῶν κόσμος καὶ τὰ ποικίλματα καὶ αἱ βαφαί, καὶ ξύμπαντα ἁπλῶς τὰ νῦν ἐν τῇ πόλει τίμια καὶ περιμάχητα, ἐλαττόνων αὐτῶν δεήσεσθε· ὅταν δὲ ἐληλυθότες ἦτε ἐπ᾿ ἄκρον ἀρετῆς, οὐδενόςText Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 31.151
Dio Chrysostom
καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι μετέφερον, ὥστ᾽ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδ᾽ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 13.36
Dio Chrysostom
ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa -
Orationes 4.114
Dio Chrysostom
προηγείσθω δὲ καὶ τούτου ἀπάτη, πάνυ ὡραία καὶ πιθανή, κεκοσμημένη κόσμοισπορνικοῖς, μειδιῶσα καὶ ὑπισχνουμένη πλῆθος ἀγαθῶν, ὡς ἐπ᾽ αὐτὴν ἄγουσα τὴν εὐδαιμονίαν, ἕως ἂν εἰς τὸ βάραθρον καταβάλῃ λαθοῦσα, εἰς πολύν τε καὶ ῥυπαρὸν βόρβορον, ἔπειτα ἐάσῃ κυλινδεῖσθαι μετὰ τῶν στεφάνων καὶ τοῦ κροκωτοῦ.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Bithynia: Prusa