Bithynia

Item set

Items

Advanced search
  • Orationes 2.49

    Dio Chrysostom
    νὴ Δία γε, ἦ δ᾽ ὃς ὁ Ἀλέξανδρος, οὐ μέντοι γυναικείανοὐδὲ ποικίλην, ἀλλὰ πορφύρᾳ μόνον ἐκόσμησε τὸν Ἀγαμέμνονα, καὶ τὸν Ὀδυσσέα δὲ μιᾷ χλαίνῃ τῇ οἴκοθεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 2.40-41

    Dio Chrysostom
    διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσί τε καὶ ὀπώραις δι᾿ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς ἐν νήσῳ καθ᾿ αὑτὴν ἀπῳκισμένης· τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων1 θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελον περιήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 2.35

    Dio Chrysostom
    τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἷος ἦν ὁ Σαρδαναπάλλου περὶ Νίνον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: prusa

  • Orationes 2.34

    Dio Chrysostom
    Τί δέ; εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις; Οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν· καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις κοσμοῦντα τοὺς θεοὺς1 ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν· ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω,καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 1.70

    Dio Chrysostom
    ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλ᾽ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι:

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • IK Prusias ad Hypium 162

    Unknown
    frg. a.1 [— — —]νης χο[— — —] frg. b.1 [— — — Καίσα]ρι Οὐεσ[πασιανῷ — — —] frg. c.1 [— — — σὺν παντί τῷ ἄν]ω̣θεν κόσ[μῳ ἀνέθηκεν — — —]

    Text Category: Inscription
    Century Range: 1st century CE
    Date: 69-79
    Location: Bithynia: Prusias ad Hypium

  • IK Prusias ad Hypium 72

    Unknown
    φάρεσι πορφυρέοις κοσμήσας σεμνὸν ἀγῶνα καὶ κροτάφοις φορέσας χρυσοῦν στέφαν<ον> μετὰ δόξης, βουλῇ καὶ δήμῳ μερίσαντα νομὴν μετὰ τειμῆς, καὶ δὲ πολειτείας ἑτέρας πράξας ἀμερίμνως, συμβιώσας δὲ φίλοις πλείστοις κείμενος, ὦ παροδεῖτα

    Text Category: Inscription
    Location: Bithynia: Prusias ad Hypium

  • IK Klaudiu polis 70

    Unknown
    τοῖς δ’ οἴκοθεν ἀγαθοῖς μηδ’ εἰς τάφου̣ καὶ νεκροῦ κό- σμον χρησάμενος ξέν- ῃ

    Text Category: Inscription: epitaph
    Century Range: 1st century CE
    Location: Bithynia: Klaudioupolis

  • IK Iznik 1319

    Asklepides Angelou
    Ἀσ[κ]ληπίδης Ἀν̣- γ̣έ̣λου ζῶν κατεσκε- ύασεν ἑαυτῷ καὶ Εἴᾳ συν- [β]ίῳ συνζησάσᾳ αὐτῷ βί̣- ον ἡδὺν ἄμεμπτον καὶ τέκνα ἐκόσμησα̣- ν μητέρα ἐν φθιμένοις.

    Text Category: Inscription: epitaph
    Century Range: late imperial?
    Location: Bithynia: Nikaia