Egypt

Item set

Items

Advanced search
  • SB 14 11858

    Heraclius, presbyter
    ἐγὼ Ἡράκλειος πρ(εσβύτερος) ὁμολογῶ ἐσχη- κέναι παρά σου τὴν βίβλον εἰς κόσμησιν ἐπεὶ(*) τῷ με πάλιν εἴσω μην̣ὸ̣ς ἀποκαταστῆσαί σοι ἄνευ̣ ε̣ὑρεσιλογίας.

    Text Category: Papyrus
    Century Range: 4th century CE
    Location: Egypt

  • PSI 15 1514

    Unknown
    ἱερὸν κόσμον συντετελεσμέ(νον) ὑπὸ Ἀκουσιλάου τ̣ο̣ῦ̣ Νίκω̣νος Αἰγυπ̣τ̣ί̣ο̣υ καὶ λογευτοῦ ἐπιστροφηι(*) οὐ γέγον(εν)... παρὰ τὰ ὑ[πὸ] τῶν βασιλέων προστεταγμέν(α), εἰσβιασάμενος ἔνδον παρʼ ἐμοὶ καὶ διαρπάσας τοῖς θεαταῖς πολὺ τῶν κόσμων καὶ τῶν ἄλλων ἀπεχρή- σατο... ἔστι δέ· θυμιατήρι(ον) κασι(τέρινον)(*) (δραχμῶν) ιβ, σπονδεῖον ἀργυ(ρίου) (δραχμῶν) μ, λιβανωτρίδα ἀξίαν (δραχμῶν) δ, κίστην στολιστοῦ θεῶν ἄξιον (δραχμῶν) ρ, ̣ ̣ ̣στολ̣ι̣με̣ν̣ ̣ (?) ἀξίαν ἀργυ(ρίου) (δραχμῶν) ζ.

    Text Category: Papyrus
    Century Range: 1st century BCE
    Date: 89-53
    Location: Egypt

  • P. Harris 2 197

    Unknown
    [ -ca.?- Λου]κρητίωι Βλάνδωι τριηράρχωι [πολλὰ χαίρειν -ca.?- ] [ -ca.?- πρὸ πολλοῦ κελε]ύσαντος τοῦ διασημοτάτου ἡγε[μόνος -ca.?- ] [ -ca.?- πλοῖα (?)-ca.?- ἀ]ναπέμψαι εἰς Ἀκῶριν πρὸς κα[ταγωγὴν λίθων -ca.?-(?)] [ -ca.?- εἰς] κόσμον τῆς λαμπροτάτης τῶν [Ἀλεξανδρέων πόλεως -ca.?- ]

    Text Category: Papyrus
    Century Range: 2nd century CE
    Date: 169-176
    Location: Egypt

  • Civil Wars 5.1.6

    Appian
    οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλ’ ἐλέου, δόντες δ’ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.12.94

    Appian
    καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφ’ ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.6.45

    Appian
    καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.6.39

    Appian
    ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 4.5.33

    Appian
    ἃς ἡ μὲν φύσις ἀπολύει παρὰ ἅπασιν ἀνθρώποις, αἱ δὲ μητέρες ἡμῶν ὑπὲρ τὴν φύσιν ἐσήνεγκάν ποτε ἅπαξ, ὅτε ἐκινδυνεύετε περὶ τῇ ἀρχῇ πάσῃ καὶ περὶ αὐτῇ τῇ πόλει, Καρχηδονίων ἐνοχλούντων. καὶ τότε δὲ ἐσήνεγκαν ἑκοῦσαι, καὶ οὐκ ἀπὸ γῆς ἢ χωρίων ἢ προικὸς ἢ οἰκιῶν, ὧν χωρὶς ἀβίωτόν ἐστιν ἐλευθέραις, ἀλλὰ ἀπὸ μόνων τῶν οἴκοι κόσμων, οὐδὲ τούτων τιμωμένων οὐδὲ ὑπὸ μηνυταῖς ἢ κατηγόροις οὐδὲ πρὸς ἀνάγκην ἢ βίαν, ἀλλ᾽ ὅσον ἐβούλοντο αὐταί

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 3.2.17

    Appian
    ὅσα δὴ τῶν Καίσαρος εὐθέως ἐπὶ τῷ φόνῳ πρὸς σὲ μετενήνεκται ὡς ἐπ’ ἀσφαλὲς ἐξ ἐπικινδύνου τότε οἰκίας, τὰ μὲν κειμήλια αὐτῶν καὶ τὸν ἄλλον ἅπαντα κόσμον ἔχειν ἀξιῶ σε καὶ ὅσα ἂν ἐθέλῃς ἄλλα παρ’ ἡμῶν ἐπιλαβεῖν, ἐς δὲ τὴν διανομὴν ἀποδοῦναί μοι τὸ χρυσίον τὸ ἐπίσημον, ὃ συνηθροίκει μὲν ἐς τοὺς πολέμους ἐκεῖνος, οὓς ἐπενόει, ἀρκέσει δ’ ἐμοὶ νῦν ἐς τριάκοντα μυριάδας ἀνδρῶν μεριζόμενον

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 1.12.106

    Appian
    κόσμῳ δ᾽ ἄλλῳ τὸ τῶν καλουμένων ἱππέων πλῆθος εἵπετο καὶ ὁ στρατὸς ἐν μέρει πᾶς, ὅσος ὑπεστράτευτο αὐτῷ:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Civil Wars 1.12.105

    Appian
    γίνεται δ᾽ εὐθὺς ἐν ἄστει στάσις ἐπ᾽ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων. ἐξενίκα δ᾽ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο: ἄλλο τε πλῆθος, ὅσον ἐπ᾽ οὐδενὶ ἔργῳ, συνέτρεχεν. ἡγεῖτο δ᾽ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Syrian Wars 33

    Appian
    ἑκάτερος δ’ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Punic Wars 20.133

    Appian
    ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς Ῥώμην

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Punic Wars 19.131

    Appian
    τὴν δὲ γυναῖκα τοῦ Ἀσδρούβα λέγουσιν, ἀπτομένου τοῦ πυρὸς ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην, κατακοσμήσασθαί τε ὡς ἐν συμφοραῖς ἐδύνατο, καὶ παραστησαμένην τὰ τέκνα εἰπεῖν ἐς ἐπήκοον τοῦ Σκιπίωνος… εἶτ᾽ ἐς τὸν Ἀσδρούβαν ἐπιστρέψασα εἶπεν: ‘ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει: σὺ δὲ τίνα κοσμήσεις θρίαμβον ὁ τῆς μεγάλης Καρχηδόνος ἡγεμών;

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Punic Wars 19.80

    Appian
    ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησαν

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7.117

    Appian
    ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7.116

    Appian
    καὶ παρῆγεν ἐς μὲν τοὺς λιμένας ἑπτακοσίας ναῦς ἐντελεῖς, ἐς δὲ τὴν πομπὴν τοῦ θριάμβου ζεύγη καὶ φορεῖα χρυσοφόρα καὶ ἕτερα κόσμου ποικίλου, καὶ τὴν Δαρείου τοῦ Ὑστάσπου κλίνην, καὶ τὸν τοῦ εὐπάτορος αὐτοῦ θρόνον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7.115

    Appian
    ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν ὁ Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν ἡ παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7.63

    Appian
    Ἰασσός γέ τοι καὶ Σάμος καὶ Κλαζομεναὶ καὶ Σαμοθρᾴκη Σύλλα παρόντος ἐλήφθησαν, καὶ τὸ ἱερὸν ἐσυλήθη τὸ Σαμοθρᾴκιον χιλίων ταλάντων κόσμον, ὡς ἐνομίζετο.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7. 47

    Appian
    τοσαῦτα μὲν ἡ ἐπιστολὴ περιεῖχεν, οἱ δ’ ἐβούλοντο μὲν ἐς αὐτὸν πρεσβεῦσαι, Ζηνοβίου δὲ κατακωλύοντος, ὅπλων τε ἀφῃρημένοι, καὶ παίδων σφίσι τῶν ἀρίστων ἐχομένων, στρατιᾶς τε βαρβαρικῆς τοσαύτης ἐφεστώσης, οἰμώζοντες ἔκ τε ἱερῶν κόσμους καὶ τὰ τῶν γυναικῶν πάντα ἐς τὸ πλήρωμα τῶν δισχιλίων ταλάντων συνέφερον.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Mithridatic Wars 7.23

    Appian
    Μιθριδάτης δὲ ἐς μὲν Κῶ κατέπλευσε, Κῴων αὐτὸν ἀσμένως δεχομένων, καὶ τὸν Ἀλεξάνδρου παῖδα τοῦ βασιλεύοντος Αἰγύπτου, σὺν χρήμασι πολλοῖς ὑπὸ τῆς μάμμης Κλεοπάτρας ἐν Κῷ καταλελειμμένον, παραλαβὼν ἔτρεφε βασιλικῶς, ἔκ τε τῶν Κλεοπάτρας θησαυρῶν γάζαν πολλὴν καὶ τέχνην καὶ λίθους καὶ κόσμους γυναικείους καὶ χρήματα πολλὰ ἐς τὸν Πόντον ἔπεμψεν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Wars in Spain 12.75

    Appian
    Οὐρίατθον μὲν δὴ λαμπρότατα κοσμήσαντες ἐπὶ ὑψηλοτάτης πυρᾶς ἔκαιον, ἱερεῖά τε πολλὰ ἐπέσφαττον αὐτῷ, καὶ κατὰ ἴλας οἵ τε πεζοὶ καὶ οἱ ἱππεῖς ἐν κύκλῳ περιθέοντες αὐτὸν ἔνοπλοι βαρβαρικῶς ἐπῄνουν, μέχρι τε σβεσθῆναι τὸ πῦρ παρεκάθηντο πάντες ἀμφ᾽ αὐτό.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt

  • Tetrabiblos 4.4

    Claudius Ptolemy
     ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κόσμοις τὰς πράξειςἔχοντας, οἷον μυροπώλας, στεφανηπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας, ... ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόηταςδὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ ... μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰπροειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους: ἐὰν δὲ ὁ τοῦ Διός,δικολόγους, λογιστηρίων προισταμένους,

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt: Alexandria

  • Tetrabiblos 2.3

    Claudius Ptolemy
    πὶ πᾶν καὶ τἄλλα μὲν τὰ περὶ τὰς στολὰς καὶ κόσμους καὶ ὅλωςτὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης... καὶ κοινὰς εἶναι τὰς γυναῖκαςπάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰτὸν τῆς Ἀφροδίτης

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Egypt: Alexandria

  • IGR I,5 1292

    Unknown
    ἀνε]- νεώθη καὶ ἐκοσμήθη [τὸ ἱερὸν ἐ]- πὶ Οὐικτωρίνου π(ραι)π(οσίτου) λεγ[εώνων γʹ] Γαλλικῆς καὶ αʹ Ἰλλυρικ[ῆς καὶ Ἐμεσην]- ῶ̣ν σαγιτταρίων τῇ προ[νοίᾳ

    Text Category: Inscription
    Century Range: 4th century CE
    Date: 323
    Location: Egypt: Koptos