Euboea
Item set
- Title
-
Euboea
Items
-
IG XII,9 906
Unknown
(I) ἐπὶ ἡγεμόνος Κλ(αυδίου) Ἀμιάντου, ἀμφιπολεύοντος Λαμύρουτοῦ υἱοῦ τοῦ νεωκόρου, ὁ διὰ βίου νεωκόρος τῆς ἀρχηγέτι-δος Χαλκίδος Αὐρ(ήλιος) Ἑρμόδωρος κατὰ τὰ γενόμενα ψηφί-σματα ἐν τοῖς συνεδρίοις εἰσηγησαμένων τοῦ δεκαπρώτουΚλ(αυδίου) Ἀμύντου καὶ Οὐλπίου Παμφίλου διά τε τὰ τειχοδομή-ματα ἃ ἐποίησεν περὶ τὸ ἱερὸν καὶ τὸν περίβολον ὃν πε-ριέθηκε τῷ τεμένει καὶ στοάν, ἣν μὲν ἐκ καινῆς κατεσκεύ-ασεν, ἣν δὲ ἐπεσκεύασεν συντετρειμμένην, καὶ τρίκλει-νον δειπνιστήριον ποιήσας καὶ θυρώσας εἰς κό-σμον τὸν πρέποντα τῇ θεῷ μετὰ φυτῶν καὶ ἄλσουςἀνέθηκεν ἐπὶ τῷ ἀΐδιον ἔχειν αὐτόν τε καὶ τὰ τέκνααὐτοῦ τὴν νεωκορείαν v (II) τὰ ψηφίσματα ἐγένον-το γραμματεύοντος Ἰουλίου Μαμερτείνου, στρα-τηγοῦντος τοῦ δεκαπρώτου Λ(ευκίου) Νοουίου Λυσανίουἐβ(όησαν) οἱ σύνεδροι.Text Category: InscriptionCentury Range: 3rd century CELocation: Euboea: Chalkis