Rhodes
Item set
- Title
-
Rhodes
Items
-
Orations 25.49
Aelius Aristides
ἂν τοῦτο ἑστηκὸς ᾖ, Ῥόδος ἕστηκε τοῖς ὀρθῶς ὁρῶσιν, ἐπεὶ καὶ αὐτὰ τὰ τείχη καὶ τὰ νεώρια καὶ τοὺς ἄλλους κόσμους τοὺς μετὰ τούτων φρόνημα ἄνδρες ἔχοντες ἐκτήσαντο καὶ λογισμοὺς οἵους χρὴ περὶ πραγμάτων, καὶ ἦν ταῦτα ἀναθήματα τῆς ἐκείνων τῶν ἀνδρῶν γνώμης, οἳ ζήλου καὶ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας ἕνεκα πάντας μὲν πόνους ᾠήθησαν, πάντας δὲ κινδύνους ὑποστῆναι δεῖν, ἐξ ὧν ἔπλευσαν μὲν ἅπασαν ὅση πλόϊμος θάλατταν, ἠγωνίσαντο δὲ καὶ καθ᾽ αὑτοὺς καὶ ἐν συμμαχίαις πολλοὺς καὶ μεγάλους καὶ ἐνδόξους ἀγῶνας:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.52
Aelius Aristides
οἱ μὲν γὰρ οὐδ᾽ ἡντινοῦν ἔχοντες ἀφορμὴν παρὰ τοῦ τόπου, οὐ λιμένας, οὐκ εἰκόνας, οὐ κόσμους, οὐ λίθους, ὡς εἰπεῖν, ἐν πολλῇ βουλῇ καὶ ἀπορίᾳ καταστάντες οἶμαι πρῶτον ποῖ ποτε τῆς χώρας οἰκήσουσιν, οὕτω ταύτην ἀπέδειξαν, καὶ τὸ μέγιστον ἁπάντων, πρὸς οὐδὲν ὑπάρχον παράδειγμα, ἀλλ᾽ εὑρόντες αὐτοὶ καὶ προθέντες πρῶτοι καθάπερ ὡς ἀληθῶς παράδειγμα πόλεως.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.9
Aelius Aristides
οἱ δ᾽ ἀνέχοντες τὰ λάφυρα ἑκασταχοῦ τοῖχοι τῷ κόσμῳ συναπολώλασιν:Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.5
Aelius Aristides
τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, τοιαῦτα δὲ τὸ κάλλος, ὥστ᾽ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν: ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστουςText Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.59
Aelius Aristides
οὐ γὰρ πολέμῳ ληφθεῖσα ὑμῶν ἡ πόλις οἴχεται οὐδ᾽ ἀνδρῶν χείρων φανεῖσα, οὐδ᾽ ἔστησεν ἀπ᾽ αὐτῆς τρόπαιον οὐδεὶς, οὐδ᾽ ἀπὸ τῶν ὑμετέρων ἀναθημάτων τὰ παρ᾽ αὑτῷ τις ἱερὰ κοσμήσει, ὥσπερ ὑμεῖς τοῖς ἔξωθεν λαφύροις τὴν ὑμετέραν αὐτῶν πόλιν κατεκοσμήσατε, ἀλλ᾽ ὥσπερ ἀνὴρ ἐν ἀκμῇ τελευτήσας τὸν βίον αὐτὴ καθ᾽ αὑτὴν οἴχεται θειοτέραν λαβοῦσα τὴν τελευτὴν, καὶ οὔτε αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.33
Aelius Aristides
ἁπλῶς δ᾽ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δ᾽ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους ἡ προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν ὅ φασι, γνωριζομένους, ὦ δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδ᾽ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδ᾽ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλ᾽ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε: καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Orations 25.1
Aelius Aristides
μὴ γὰρ ὅτι ὑμῖν, οἵ ποτε εὔχεσθε Ῥόδον οἰκεῖν, ἀλλὰ καὶ τοῖς ὅλως τελοῦσιν εἰς Ἕλληνας, τίς ἂν μείζων συμφορὰ τῆς παρούσης γένοιτο, τοῦ κόσμου τοῦ κοινοῦ γένους ἀπολωλότος;Text Category: Literature: proseCentury Range: 2nd century CEDate: 143Location: Rhodes -
Argonautica 3.45-47
Apollonius of Rhodes
λευκοῖσιν δ᾿ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοιςκόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺςπλέξασθαι πλοκάμουςText Category: Literature: poetryCentury Range: 3rd century BCEDate: earlyLocation: Rhodes -
Lindos II 2
Unknown
Λίνδιοι ἀπὸ τῶν ἐκ Κρήτας λαφύρων δεκάταν τάν τε χρυσέαν στεφάναν καὶ τοὺς ὅρμους καὶ τοῦ ἄλλου κόσμου, ὃν εἶχε τὸ ἄγαλμα, κατεσκευά- ξαντο τὸν πλεῖστονText Category: InscriptionCentury Range: 1st century BCEDate: 99Location: Rhodes: Lindos -
IG XII,1 832
Unknown
ἐπισκευάσαν-τα δὲ καὶ ἀνοικοδομήσαντα πάντα τὸν περι-κείμενον τᾷ ἀκροπόλει κόσμονText Category: InscriptionCentury Range: imperial periodLocation: Rhodes: Lindos -
Lindos II 51
Unknown
τοίδε ἐπ[έδο]σαν Λ[ιν]δίοις ἐς τὰν ἀποκατάστασιν τοῦ κόσμουτᾶι Ἀθάναι καὶ τῶμ ποτηρίων·Text Category: InscriptionCentury Range: 4th century BCEDate: 325Location: Rhodes: Lindos