Type of Thing Ornamented

Item set

Items

Advanced search
  • Antiquities of the Jews 15.279-280

    Flavius Josephus
    Ἡρώδης δὲ τεταραγμένους ὁρῶν καὶ μὴ ῥᾳδίως ἂν μεταπεσόντας, εἰ μὴ τύχοιεν παρηγορίας, καλέσας αὐτῶν τοὺς ἐπιφανεστάτους εἰς τὸ θέατρον παρήγαγεν καὶ δείξας τὰ τρόπαια, τί ποτ’ ἔστιν ὃ δοκεῖ ταῦτα αὐτοῖς ἐπύθετο. τῶν δὲ ἐκβοησάντων ἀνθρώπων εἰκόνες, ἐπιτάξας ἀφαιρεθῆναι τὸν περιθέσιμον κόσμον ἐπιδείκνυσιν αὐτοῖς γυμνὰ τὰ ξύλα. τὰ δ’ εὐθὺς ἦν ἀποσυληθέντα γέλως καὶ πλεῖστον εἰς διάχυσιν ἐδυνήθη τὸ καὶ πρότερον αὐτοὺς ἐν εἰρωνείᾳ τίθεσθαι τὰς κατασκευὰς τῶν ἀγαλμάτων.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.104

    Flavius Josephus
    ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ’ Αἰγύπτου προύπεμψεν Ἀντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.90

    Flavius Josephus
    χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ’ ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.61

    Flavius Josephus
    τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.51

    Flavius Josephus
    τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 15.5

    Flavius Josephus
    Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.284

    Flavius Josephus
    τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.173

    Flavius Josephus
    ὁ δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπ’ αἰτίᾳ τοιαύτῃ κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.107-108

    Flavius Josephus
    ἡ δὲ μνᾶ παρ’ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δ’ αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν, ἀγαθὸς γὰρ ἦν καὶ δίκαιος, ἀλλὰ πεπιστευμένος τὴν τῶν καταπετασμάτων τοῦ ναοῦ φυλακὴν ὄντων θαυμασίων τὸ κάλλος καὶ πολυτελῶν τὴν κατασκευὴν ἐκ δὲ τῆς δοκοῦ ταύτης κρεμαμένων, ἐπεὶ τὸν Κράσσον ἑώρα περὶ τὴν τοῦ χρυσίου γινόμενον συλλογήν, δείσας περὶ τῷ παντὶ κόσμῳ καὶ τοῦ ναοῦ τὴν δοκὸν αὐτῷ τὴν χρυσῆν λύτρον ἀντὶ πάντων ἔδωκεν, ὅρκους παρ’ αὐτοῦ λαβὼν μηδὲν ἄλλο κινήσειν τῶν ἐκ τοῦ ναοῦ, μόνῳ δὲ ἀρκεσθήσεσθαι τῷ ὑπ’ αὐτοῦ δοθησομένῳ πολλῶν ὄντι μυριάδων ἀξίῳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.76

    Flavius Josephus
    αὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, ἣ κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας ὁ Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 14.46

    Flavius Josephus
    καὶ δὴ μάρτυρας τούτων ἐκάλει τοὺς νέους καὶ σοβαρωτέρους, ὧν ἐβδελύττοντο τὰς πορφυρίδας καὶ τὰς κόμας καὶ τὰ φάλαρα καὶ τὸν ἄλλον κόσμον, ὃν ὥσπερ οὐ δίκην ὑφέξοντες, ἀλλ’ ὡς εἰς πομπὴν προϊόντες περιέκειντο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 13.304

    Flavius Josephus
    τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθ᾽ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι,

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 13.20

    Flavius Josephus
    ὡς δ’ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.249

    Flavius Josephus
    ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ’ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.233

    Flavius Josephus
    προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.231

    Flavius Josephus
    ἔπειτα οἴκους ἐν αὐτῇ τοὺς μὲν εἰς συμπόσια τοὺς δ’ εἰς ὕπνον καὶ δίαιταν ἐποίησεν, ὑδάτων δὲ διαθεόντων πλῆθος, ἃ καὶ τέρψις ἦν καὶ κόσμος τῆς αὐλῆς, εἰσήγαγεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.188

    Flavius Josephus
    ὁ δὲ ἀδελφὸς ἀσμένως δεξάμενος τὴν διακονίαν, κοσμήσας τὴν αὐτοῦ θυγατέρα νυκτὸς ἤγαγε πρὸς αὐτὸν καὶ συγκατεκοίμισεν.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 12.66-67

    Flavius Josephus
    ἐνδιέκειντο δὲ ταῖς σχοινίσιν τῆς τορείας λίθοι πολυτελεῖς παράλληλοι περόναις χρυσαῖς διὰ τρημάτων κατειλημμένοι. τὰ δ’ ἐκ πλαγίου τῆς στεφάνης καὶ πρὸς ὄψιν ἀνατείνοντα ὠῶν ἐκ λίθου καλλίστου πεποιημένων θέσει κατακεκόσμητο ῥάβδοις τὴν ἀναγλυφὴν ἐοικότων πυκναῖς, αἳ περὶ τὸν κύκλον τῆς τραπέζης εἴληντο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 11.235-236

    Flavius Josephus
    εἰσῄει δὲ πρὸς αὐτὸν μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ καθεζομένου ἐπὶ τοῦ θρόνου γίνεται τὸν βασιλικὸν περικειμένου κόσμον, οὗτος δ’ ἦν ἐκ ποικίλης μὲν ἐσθῆτος, χρυσοῦ δὲ καὶ λίθου πολυτελοῦς, φοβερώτερον καὶ δι’ αὐτὰ μᾶλλον θεασαμένη καί τι κἀκείνου προσιδόντος αὐτὴν ἀπηνέστερον καὶ διακεκαυμένῳ ὑπὸ τῆς ὀργῆς τῷ προσώπῳ, πάρεσις αὐτὴν εὐθὺς λαμβάνει καὶ τοῖς παρὰ πλευρὸν οὖσιν ἀχανὴς ἐπέπεσεν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 11.234

    Flavius Josephus
    Ταῦθ᾽ ἱκετεύουσα τὸν θεὸν ἐπὶ τρεῖς ἡμέρας ἀποδύεται μὲν τὴν ἐσθῆτα ἐκείνην καὶ τὸ σχῆμα μεταβάλλει, κοσμησαμένη δ᾽ ὡς ἐχρῆν τὴν βασίλισσαν σὺν δυσὶν θεραπαίναις, ὧν ἡ μὲν ἐπερειδομένην αὐτὴν κούφως ἔφερεν, ἡ δὲ ἑπομένη τὸ βαθὺ τοῦ ἐνδύματος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει τοῖς δακτύλοις, ἥκει πρὸς τὸν βασιλέα, μεστὴ μὲν τὸ πρόσωπον ἐρυθήματος, προσηνὲς δὲ καὶ σεμνὸν ἐπικειμένη τὸ κάλλος.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 11.80

    Flavius Josephus
    ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 10.225

    Flavius Josephus
    καὶ τειχίσας ἀξιολόγως τὴν πόλιν καὶ τοὺς πυλῶνας κοσμήσας ἱεροπρεπῶς κατεσκεύασεν ἐν τοῖς πατρικοῖς βασιλείοις ἕτερα βασίλεια ἐχόμενα αὐτῶν, ὧν τὸ μὲν ἀνάστημα καὶ τὴν λοιπὴν πολυτέλειαν περισσὸν ἴσως ἂν εἴη λέγειν, πλὴν ὅσον τὰ μεγάλα καὶ ὑπερήφανα συνετελέσθη ἡμέραις πεντεκαίδεκα. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 10.224

    Flavius Josephus
    αὐτὸς δ᾽ ἀπὸ τῶν ἐκ τοῦ πολέμου λαφύρων τό τε τοῦ Βήλου ἱερὸν καὶ τὰ λοιπὰ κοσμήσας φιλοτίμως τήν τε ὑπάρχουσαν ἐξ ἀρχῆς πόλιν καὶ ἕτερα καταχαρισάμενος καὶ ἀναγκάσας πρὸς τὸ μηκέτι δύνασθαι τοὺς πολιορκοῦντας τὸν ποταμὸν ἀναστρέψαντας ἐπὶ τὴν πόλιν κατασκευάζειν περιεβάλετο τρεῖς μὲν τῆς ἔνδον πόλεως περιβόλους, τρεῖς δ᾽ ἔξω τούτων δὲ τῆς ὀπτῆς πλίνθου. ’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 9.236-237

    Flavius Josephus
    Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆςἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼςκαλουμένης δὲ Ἰεράσης. οὗτος ὁ βασιλεὺς οὐδεμιᾶςἀρετῆς ἀπελείπετο, ἀλλ᾽ εὐσεβὴς μὲν τὰ πρὸς τὸνθεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν,ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν: ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦταφιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότατῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶδυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τικατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴνἐποιεῖτο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome

  • Antiquities of the Jews 9.122

    Flavius Josephus
    Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργου ‘καλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην.’

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Rome