Architecture (Ornamented)

Item set

Items

Advanced search
  • Antiquitates Romanae 3.67.4-5

    Dionysius of Halicarnassus
    τήν τε ἀγοράν, ἐν ᾗ δικάζουσι καὶ ἐκκλησιάζουσι καὶ τὰς ἄλλας πολιτικὰς ἐπιτελοῦσι πράξεις, ἐκεῖνος ἐκόσμησεν ἐργαστηρίοις τε καὶ παστάσι περιλαβών, καὶ τὰ τείχη τῆς πόλεως αὐτοσχέδια καὶ φαῦλα ταῖς ἐργασίαις ὄντα πρῶτος ᾠκοδομήσατο3 λίθοις ἁμαξιαίοις εἰργασμένοις 5πρὸς κανόνα.

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Antiquitates Romana 1.64.5

    Dionysius of Halicarnassus
    καὶ αὐτῷ κατασκευάζουσιν οἱ Λατῖνοι ἡρῶον ἐπιγραφῇ τοιᾷδε κοσμούμενον: πατρὸς θεοῦ χθονίου, ὃς ποταμοῦ Νομικίου ῥεῦμα διέπει. εἰσὶ δ᾽ οἳ λέγουσιν ἐπ᾽ Ἀγχίσῃ κατασκευασθῆναι αὐτὸ ὑπ᾽ Αἰνείου, ἐνιαυτῷ πρότερον τοῦ πολέμου τούτου τελευτήσαντι

    Text Category: Literature: prose
    Century Range: 1st century BCE
    Location: Rome

  • Orationes 36.33

    Dio Chrysostom
    ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ᾿ ἔνδον παριοῦσιν

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 31.151

    Dio Chrysostom
    καίτοι φαίη τις ἄν, εἰ καὶ παρὰ τῶν βασιλέων ἀνῃροῦντο, μηδὲ οὕτως ἀδικεῖσθαι τοὺς ἄνδρας. οὐ γὰρ ὡς δώσοντες ἑτέροις, ἀλλὰ κόσμου δεόμενοι μετέφερον, ὥστ᾽ οὐδεὶς ἂν αὐτῶν ἀφῄρει τὸ ὄνομα, οὐδ᾽ αὖ χεῖρονἀπήλλαττον ἀντὶ Μεγάρων καὶ Ἐπιδαύρου καὶ τῆς Ἀνδρίων ἢ Μυκονίων ἀγορᾶς ἐν τοῖς Ῥωμαίων ἱεροῖς ἀνακείμενοι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 13.36

    Dio Chrysostom
    ταὐτὰ δὲ ταῦτα καὶ Σίβυλλαν εὑρήσετε μαντευομένην ὑμῖν καὶ Βάκιν, εἴπερ ἀγαθὼ χρησμολόγω καὶ μάντιε ἐγενέσθην. ὡς δὲ νῦν τὰ παρόντα διάκειται, χρημάτων ἕνεκα πλήθους, ἃ πάντα πανταχόθεν εἰς ἕνα τοῦτον ἤθροισται τὸν τόπον, τρυφῆς ἐπικρατούσης καὶ πλεονεξίας, ὅμοιόν ἐστιν ὥσπερ εἰ τὴν τοῦ Πατρόκλου πυρὰν κοσμήσας ὁ Ἀχιλλεὺς πολλῶν μὲν ξύλων, πολλῶν δὲ σωμάτων καὶ ἐσθῆτος, ἔτι δὲ πιμελῆς τε καὶ ἐλαίου πρὸς τούτοις, παρακαλεῖ τοὺς ἀνέμους σπένδων καὶ θυσίας ὑπισχνούμενος ἐλθόντας ἐμπρῆσαί τε καὶ ἀνάψαι.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 2.40-41

    Dio Chrysostom
    διὰ τοῦτο τὰ μὲν ἐν Φαίαξι βασίλεια ἐκόσμησεν ἄλσεσί τε καὶ ὀπώραις δι᾿ ἔτους καὶ κρήναις ἀενάοις, ἔτι δὲ μᾶλλον τὸ τῆς Καλυψοῦς, ἅτε ὡραίας καὶ φιλανθρώπου θεᾶς ἐν νήσῳ καθ᾿ αὑτὴν ἀπῳκισμένης· τοῦτο μὲν γὰρ εὐώδη διαφερόντως φησὶ τὴν νῆσον τῶν ἡδίστων ἐν αὐτῇ καιομένων1 θυμιαμάτων, τοῦτο δὲ σύσκιον δένδροις εὐθαλέσι, κύκλῳ δὲ περὶ τὸ σπήλαιον ἄμπελον περιήκουσαν ὡραίαν, βότρυσι βριθομένην, ἔμπροσθεν δὲ λειμῶνας ἁπαλοὺς ἀναμὶξ σελίνων τε καὶ ἑτέρων, ἐν δὲ τῷ μέσῳ κρήνας τέτταρας λαμπροῦ καὶ διαφανοῦς ὕδατος πάντοσε ἀπορρέοντος, ἅτε οὐκ ὄντος ἑτεροκλινοῦς οὐδὲ ἀνίσου τοῦ χωρίου.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Orationes 2.35

    Dio Chrysostom
    τῷ παντὶ γὰρ κρείττων οὗτος κόσμος τῶν ἱερῶν ἢ σμαράγδων καὶ σαρδίων καὶ ὀνύχων, οἷος ἦν ὁ Σαρδαναπάλλου περὶ Νίνον.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: prusa

  • Orationes 2.34

    Dio Chrysostom
    Τί δέ; εἶπεν ὁ Φίλιππος, ὦ παῖ, πάνυ γὰρ ἡδέως ἀκούω σου τὰ τοιαῦτα λέγοντος, οὐδὲ οἴκησιν ἀξιοῖς κατεσκευάσθαι τὸν βασιλέα πρὸς ἡδονὴν κεκοσμημένην χρυσῷ καὶ ἠλέκτρῳ καὶ ἐλέφαντι τοῖς πολυτίμοις; Οὐδαμῶς, εἶπεν, ὦ πάτερ, πολὺ δὲ μᾶλλον σκύλοις τε καὶ ὅπλοις πολεμίων ἀνδρῶν· καὶ τά γε ἱερὰ τοιούτοις κόσμοις κοσμοῦντα τοὺς θεοὺς1 ἱλάσκεσθαι καθάπερ ὁ Ἕκτωρ ἠξίου, προκαλούμενος τὸν ἄριστον τῶν Ἀχαιῶν· ὅτι κρατήσας τὸ μὲν σῶμα ἀποδώσει τοῖς συμμάχοις, τὰ δὲ ὅπλα, ἔφη, σκυλεύσω,καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο.

    Text Category: Literature: prose
    Century Range: 1st century CE
    Location: Bithynia: Prusa

  • Anabasis 7.3.4

    Arrian
    καὶ τὸν μὲν ἵππον τοῦτον ὅτου ἐπιβήσεσθαι ἔμελλε, βασιλικὸν ὄντα τῶν Νησαίων, πρὶν ἀναβῆναι ἐπὶ τὴν πυρὰν Λυσιμάχῳ χαρίσασθαι, τῶν τινι θεραπευόντων αὐτὸν ἐπὶ σοφίᾳ: τῶν δὲ δὴ ἐκπωμάτων ἢ στρωμάτων ὅσα ἐμβληθῆναι εἰς τὴν πυρὰν κόσμον αὐτῷ τετάχει Ἀλέξανδρος, ἄλλα ἄλλοις δοῦναι τῶν ἀμφ᾽ αὑτόν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome or Cappadocia or Athens

  • Anabasis 6.29.10

    Arrian
    καὶ λέγει Ἀριστόβουλος αὐτὸς ταχθῆναι πρὸς Ἀλεξάνδρου κοσμῆσαι ἐξ ὑπαρχῆς τῷ Κύρῳ τὸν τάφον. καὶ τοῦ μὲν σώματος ὅσαπερ ἔτι σῶα ἦν καταθεῖναι ἐς τὴν πύελον καὶ τὸ πῶμα ἐπιθεῖναι, ὅσα δὲ λελώβητο αὐτῆς κατορθῶσαι: καὶ τὴν κλίνην ἐντεῖναι ταινίαις καὶ τἆλλα ὅσα ἐς κόσμον ἔκειτο κατὰ ἀριθμόν τε καὶ τοῖς πάλαι ὅμοια ἀποθεῖναι καὶ τὴν θυρίδα δὲ ἀφανίσαι τὰ μὲν αὐτῆς λίθῳ ἐνοικοδομήσαντα, τὰ δὲ πηλῷ ἐμπλάσαντα, καὶ ἐπιβαλεῖν τῷ πηλῷ τὸ σημεῖον τὸ βασιλικόν.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Rome or Cappadocia or Athens

  • Greek Anthology 16.373

    Leontius of Byzantium via Maximus Planudes
    ἔνθεν ἑῶν τόδ᾽ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων, ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλοι, ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ᾽ ἐλατῆρσι, κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.

    Text Category: Literature: epigram
    Century Range: 6th century CE
    Location: Constantinople or Jerusalem

  • Greek Anthology 14.123

    Metrodorus
    ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων, ῥέζετε δ᾽ Οὐδαίῳ Ζανὶ θυηπολίην δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας, εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.

    Text Category: Literature: epigram
    Century Range: 6th century CE

  • Greek Anthology 9.658

    Paulus Silentarius
    ἐν τῷ μεγάλῳ Πραιτωρίῳ καλλωπισθέντι κόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήρας καὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένη

    Text Category: Literature: epigram
    Century Range: 6th century CE
    Location: Constantinople

  • Greek Anthology 9.323

    Antipater of Sidon
    τίς θέτο μαρμαίροντα βοάγρια; τίς δ᾽ ἀφόρυκτα δούρατα, καὶ ταύτας ἀρραγέας κόρυθας, ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον;

    Text Category: Literature: epigram
    Century Range: 2nd century BCE
    Location: Sidon?

  • Greek Anthology 9.293

    Philippus of Thessalonica
    πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτον Ξέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ: κἠκ νεκύων δ᾽ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως: οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενον ἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας: αἶρε τὰ Περσῶν χἤξω κεἰς ἀΐδην ὡς Λακεδαιμόνιος

    Text Category: Literature: epigram
    Century Range: 1st century BCE

  • Greek Anthology 9.322

    Leonidas of Tarentum
    παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰν κοσμείτω καὶ τὸν νυμφίδιον θάλαμον Ἄρευς δ᾽ αἱματόεντα διωξίπποιο λάφυρα νηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,.

    Text Category: Literature: epigram
    Century Range: 3rd century BCE
    Location: Tarentum

  • Greek Anthology 9.697

    Unknown
    εἰς ἕτερον μέρος τῆς αὐτῆς ἁψῖδος ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν; ἔργου κοσμῆσαι θαύματι τοσσατίου, δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ, ἥ ς᾽ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ.

    Text Category: Literature: epigram
    Century Range: 5th century CE
    Location: Constantinople

  • Greek Anthology 6.163

    Meleager of Gadara
    τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψε σκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ; οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξ ἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος: ἀλλ᾽ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳ οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα: οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳ λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.

    Text Category: Literature: epigram
    Century Range: 1st century BCE
    Location: Tyre

  • Greek Anthology 1.12

    Unknown
    ἐκ δέ με κείνης Πλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ:᾿: εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο, τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρων δῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδος μητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης, κόσμον ἀεξήσασα παλαίτερον.

    Text Category: Inscription
    Century Range: 6th century CE
    Location: Constantinople

  • Greek Anthology 1.10

    Unknown
    ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθλην καλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζειν

    Text Category: Inscription
    Century Range: 6th century CE
    Location: Constantinople

  • De Domo 9

    Lucian
    τὸν δὲ ἄλλον κόσμον καὶ τὰ τῶν τοίχων γράμματα καὶ τῶν χρωμάτων τὰ κάλλη καὶ τὸ ἐναργὲς ἑκάστου καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀληθὲς ἔαρος ὄψει καὶ λειμῶνι δὲ εὐανθεῖ καλῶς ἂν ἔχοι παραβαλεῖν:

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • Phaleris 2.5

    Lucian
    ᾧ καὶ δῆλον ὅτι προσίεται τὴν τοῦ μονάρχου εὐσέβειαν. χρὴ δὲ καὶ ὑμᾶς τὰ αὐτὰ ἐκείνῳ ψηφισαμένους προσθεῖναι καὶ τὸν ταῦρον τουτονὶ τῷ ἄλλῳ κόσμῳ τοῦ ἱεροῦ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De Syria Dea 39

    Lucian
    τὰ μὲν ὦν ἐντὸς τοῦ νηοῦ ὧδε κεκοσμέαται: ἔξω δὲ βωμός τε κέαται μέγας χάλκεος, ἐν δὲ καὶ ἄλλα ξόανα μυρία χάλκεα βασιλέων τε καὶ ἱρέων: καταλέξω δὲ τῶν μάλιστα ἄξιον μνήσασθαι.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De luctu 12

    Lucian
    οἰμωγαὶ δ᾽ ἐπὶ τούτοις καὶ κωκυτὸς γυναικῶν καὶ παρὰ πάντων δάκρυα καὶ στέρνα τυπτόμενα καὶ σπαραττομένη κόμη καὶ φοινισσόμεναι παρειαί: καί που καὶ ἐσθὴς καταρρήγνυται καὶ κόνις ἐπὶ τῇ κεφαλῇ πάσσεται, καὶ οἱ ζῶντες οἰκτρότεροι τοῦ νεκροῦ: οἱ μὲν γὰρ χαμαὶ κυλινδοῦνται πολλάκις καὶ τὰς κεφαλὰς ἀράττουσι πρὸς τὸ ἔδαφος, ὁ δ᾽ εὐσχήμων καὶ καλὸς καὶ καθ᾽ ὑπερβολὴν ἐστεφανωμένος ὑψηλὸς πρόκειται καὶ μετέωρος ὥσπερ εἰς πομπὴν κεκοσμημένος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens

  • De parasito sive artem esse parasiticam 51

    Lucian
    ὁ τοίνυν παράσιτος εἰς ἀγορὰν μὲν καὶ δικαστήρια οὐ πάρεισιν, ὅτι, οἶμαι, τοῖς συκοφάνταις πάντα τὰ χωρία ταῦτα μᾶλλον προσήκει καὶ ὅτι οὐδὲν μέτριόν ἐστιν τῶν ἐν τούτοις γιγνομένων, τὰς δὲ παλαίστρας καὶ τὰ γυμνάσια καὶ τὰ συμπόσια διώκει καὶ κοσμεῖ μόνος οὗτος.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Athens