Architecture (Ornamented)
Item set
- Title
-
Architecture (Ornamented)
Items
-
Helen 1414
Euripides
οὔκουν ὅδ᾽ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 412Location: Athens -
Electra 1000-1003
Euripides
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοιΦρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸςἐξαίρετ᾽, ἀντὶ παιδὸς ἣν ἀπώλεσασμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 410-419Location: Athens -
Orations 22.13
Demosthenes
οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά: ἃ δ᾽ οὖν πᾶσι μάλιστ᾽ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶν᾽ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλ᾽ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφ᾽ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτ᾽ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερ᾽ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδ᾽ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται.Text Category: Literature: proseCentury Range: 4th century BCEDate: 355-354Location: Athens -
Nicomachean Ethics 1123a.5-20
Aristotle
μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως τῷ πλούτῳ (κόσμος γάρ τις καὶ οὗτος), καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργων (κάλλιστα γὰρ ταῦτα), καὶ ἐν ἑκάστοις τὸ πρέπον· οὐ γὰρ ταὐτὰ ἁρμόζει θεοῖς καὶ ἀνθρώποις, οὐδ’ ἐν ἱερῷ καὶ τάφῳ. καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον <ἁπλῶς> μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι· σφαῖρα μὲν γὰρ ἡ καλλίστη ἢ λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον· διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐπέρβλητον) καὶ ἔχον κατ’ ἀξίαν τοῦ δαπανήματοςText Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Economics 1349b.34-36
Aristotle
Εἰς Τυρρηνίαν τε πλεύσας ναυσὶν ἑκατὸν ἔλαβεν ἐκ τοῦ τῆς Λευκοθέας ἱεροῦ χρυσίον τε καὶ ἀργύριον πολὺ καὶ τὸν ἄλλον κόσμον οὐκ ὀλίγον.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Economics 1349a.15-24
Aristotle
Διονύσιος Συρακούσιος βουλόμενος χρήματα υναγαγεῖν, ἐκκλησίαν ποιήσας ἔφησεν ἑωρακέναι τὴν Δήμητραν, καὶ κελεύειν τὸν τῶν γυναικῶν κόσμον εἰς τὸ ἱερὸν ἀποκομίζειν. αὐτὸς μὲν οὖν τῶν παρ᾿ αὑτῷ γυναικῶν τὸν κόσμον τοῦτο πεποιηκέναι· ἠξίου δὲ καὶ τοὺς ἄλλους, μή τι μήνιμα παρὰ τῆς θεοῦ γένηται· τὸν δὲ μὴ τοῦτο ποιήσαντα ἔνοχον ἔφησεν ἱεροσυλίας ἔσεσθαι. ἀνενεγκάντων δὲ πάντων ἃ εἶχον διά τε τὴν θεὸν καὶ δι᾿ ἐκεῖνον, θύσας τῇ θεῷ τὸν κόσμον ἀπηνέγκατο ὡς παρὰ τῆς θεοῦ δεδανεισμένος. προελθόντος δὲ χρόνου καὶ τῶν γυναικῶν πάλιν φορουσῶν, ἐκέλευσε τὴν βουλομένην χρυσοφορεῖν τάγμα τι ἀνατιθέναι ἐν τῷ ἱερῷ.Text Category: Literature: proseCentury Range: 4th century BCELocation: Athens -
Seven Against Thebes 473-479
Aeschylus
καὶ δὴ πέπεμπται, κόμπον ἐν χεροῖν ἔχων,Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους,ὃς οὔ τι μάργων ἱππικῶν φρυαγμάτωνβρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,ἀλλ᾿ ἢ θανὼν τροφεῖα πληρώσει χθονὶἢ καὶ δύ᾿ ἄνδρε καὶ πόλισμ᾿ ἐπ᾿ ἀσπίδοςἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.Text Category: Literature: poetryCentury Range: 5th century BCEDate: 467Location: Athens -
Chaereas and Callirhoe 3.10.8
Chariton
τὴν κοίτην ἡμῖν εὐτρεπίζουσι τὴν νυμφικήν, κοσμεῖται δὲ θάλαμος οἷς ἴδιος οὐδὲ τάφος ὑπάρχει.Text Category: Literature: proseCentury Range: 1st century CELocation: Aphrodisias -
Oration 1.16.C-D
Julian
Γενόμενος δὲ ἐφ᾿ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι.Text Category: Literature: proseCentury Range: 4th century CEDate: 356-357 -
Epistulae 21.379
Julian
εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ᾿ ὑμῶν παρώξυνεν, εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον.Text Category: Literature: letterCentury Range: 4th century CEDate: 362Location: Alexandria -
Heroicus 57.13
Philostratus the Lemnian
καὶ προσορμισάμεναι τῇ νήσῳ πρῶτον μὲν ἐκέλευσαν τοὺς Ἑλλησποντίους ξένους ἐκκόπτειν τὰ δένδρα, οἷς κεκόσμηται κύκλῳ τὸ ἱερόν·Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Sophistarum 605
Philostratus the Athenian
οῦτο μὲν δὴ τοὖργον ἀπὸ πολλῶν χρημάτων ἀποτελεσθὲν ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυναικός, τὸ δὲ ἐν τῷ ἱερῷ ἑστιατήριον αὐτὸς ἀνέθηκε μεγέθει τε ἐξάρας ὑπὲρ πάνθ᾿ ὁμοῦ τὰ παρ᾿ ἑτέροις καὶ λόγου κρείττω περιβαλὼν κόσμον,ὡράισται γὰρ Φρυγίῳ λίθῳ, οἷος οὔπω ἐτμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 5.25
Philostratus the Athenian
Ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφ᾿ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγενText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 2.25
Philostratus the Athenian
Περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰκοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλ᾿ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ τέτταρας, καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 6.15
Philostratus the Athenian
ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκαText Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Vita Apollonii 4.25.4
Philostratus the Athenian
“ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;”Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Rome -
Historiae Romaae 75.5.3
Cassius Dio
ὁ δ᾿ αὐτοκράτωρ ἐφ᾿ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπ᾿ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ ἤλαυνεν.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 75.4..2-3
Cassius Dio
ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ βῆμα ξύλινον ἐν χρῷ τοῦ λιθίνου κατεσκευάσθη, καὶ ἐπ᾿ αὐτοῦ οἴκημα ἄτοιχον περίστυλον, ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποικιλμένον, ἐτέθη, καὶ ἐν αὐτῷ κλίνη ὁμοία, κεφαλὰς πέριξ θηρίων χερσαίων τε καὶ θαλασσίων ἔχουσα, ἐκομίσθη στρώμασι πορφυροῖς καὶ διαχρύσοις κεκοσμημένηText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 64.4.2
Cassius Dio
ἡ γυνὴ δὲ αὐτοῦ Γαλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 62.5.6
Cassius Dio
καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἆλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφ᾿ οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπωνόμασανText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 56.34.1
Cassius Dio
κλίνη ἦν ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποιημένη καὶ στρώμασιν ἁλουργοῖς διαχρύσοις κεκοσμημένηText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 54.19.4
Cassius Dio
εἶπον δὲ τοῦτο ὅτι ἓξ καὶ ἑβδομήκοντα κίοσιν αὐτὸν ἐκόσμησεν, ὅσαπερ τὰ πάντα ἔτη διεβίω, κἀκ τούτου λόγον τισὶ παρέσχεν ὡς καὶ ἐξεπίτηδες αὐτὸ ἀλλ᾿ οὐ κατὰ τύχην ἄλλως πράξας.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romana 51.22.3
Cassius Dio
καὶ οὕτως ἡ Κλεοπάτρα καίπερ καὶ ἡττηθεῖσα καὶ ἁλοῦσα ἐδοξάσθη, ὅτι τά τε κοσμήματα αὐτῆς ἐν τοῖς ἱεροῖς ἡμῶν ἀνάκειται καὶ αὐτὴ ἐν τῷ Ἀφροδισίῳ χρυσῆ ὁρᾶται.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.19.2
Cassius Dio
τήν τε κρηπῖδα τοῦ Ἰουλιείου ἡρῴου τοῖς τῶν αἰχμαλωτίδων νεῶν ἐμβόλοις κοσμηθῆναι, καὶ πανήγυρίν οἱ πεντετηρίδα ἄγεσθαι, ἔν τε τοῖς γενεθλίοις αὐτοῦ καὶ ἐν τῇ τῆς ἀγγελίας τῆς νίκης ἡμέρᾳ ἱερομηνίαν εἶναιText Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia -
Historiae Romanae 51.17.8
Cassius Dio
τοῖς τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ ἱερὰ αὐτῶν ἐκοσμήθη.Text Category: Literature: proseCentury Range: 3rd century CELocation: Bithynia