Type of Thing Ornamenting

Item set

Items

Advanced search
  • Leucippe and Clitophone 8.17.4

    Achilles Tatius
    καὶ ταῦτα εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύασεν. ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος, καὶ ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγίστης καὶ τἆλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 8.16.2

    Achilles Tatius
    περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 2.11.4

    Achilles Tatius
    ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ αὐτὴν ἐκάλυπτε κόχλος ἐγκύκλῳ μυχῷ.

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Leucippe and Clitophon 2.1.2

    Achilles Tatius
    “Εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. γῆς ἐστι κόσμος, φυτῶν ἀγλάϊσμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα, κάλλος ἀστράπτον·

    Text Category: Literature: prose
    Century Range: 2nd century CE
    Location: Alexandria

  • Oration 1.16.C-D

    Julian
    Γενόμενος δὲ ἐφ᾿ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι.

    Text Category: Literature: prose
    Century Range: 4th century CE
    Date: 356-357

  • Oration 2.64.B

    Julian
    Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενο

    Text Category: Literature: prose
    Century Range: 4th century CE
    Date: 357-358

  • Misapogon 355.B-C

    Julian
    οἱ γὰρ ὑπαίθριοι στενωποὶ καὶ αἱ πλατεῖαι τῶν ὁδῶν οὐκ ἐπὶ τούτῳ δήπου πεποίηνται, τῷ χρῆσθαι αὐταῖς τοὺς κανθηλίους, ἀλλ᾿ ἐκεῖναι μὲν αὐτὸ δὴ τοῦτο κόσμου τινὸς ἕνεκα πρόκεινται καὶ πολυτελείας, χρῆσθαι δὲ ὑπ᾿ ἐλευθερίας οἱ ὄνοι βούλονται ταῖς στοαῖς, εἴργει δ᾿ αὐτοὺς οὐδεὶς οὐδενός, ἵνα μὴ τὴν ἐλευθερίαν ἀφέληται

    Text Category: Literature: prose
    Century Range: 4th century CE
    Date: 363
    Location: Antioch

  • Epistulae 21.379

    Julian
    εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ᾿ ὑμῶν παρώξυνεν, εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον.

    Text Category: Literature: letter
    Century Range: 4th century CE
    Date: 362
    Location: Alexandria

  • Imagines 11.1.15-17

    Philostratus Minor
    κιθάραν δὲ καὶ τιάραν ὁρῶντας καὶ τὸν δι᾿ ἀμφοῖν κοσμούμενον Ὀρφεὺς ὕπεισιν ἡμᾶς ὁ τῆς Καλλιόπης.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Imagines 2.8.24-28

    Philostratus the Lemnian
    καὶ ἡ δέρη ἔτι ἡδίων ὑπὸ τοῦ μὴ κεκοσμῆσθαι· ὅρμοι γὰρ καὶ αὐγαὶ λίθων καὶ περιδέραια ταῖς μὲν ἐν μετρίῳ τῷ κάλλει γυναιξὶν οὐκ ἀηδῶς προσανθοῦσι καὶ νὴ Δί᾿ ὥρας τι ἐς αὐτὰς φέρουσιν, αἰσχραῖς δὲ καὶ ἄγαν ὡραίαις ἀντιπράττουσι

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Images 1.16.34-36

    Philostratus the Lemnian
    φαιὸν γὰρ τρίβωνα τοῦτον ἀμπέχεται προσγεγραμμένης αὐτῷ καὶ ἀνυποδησίας, ᾗ μάλιστα δὴ οἱ Ἀττικοὶ κοσμοῦνται.

    Text Category: Literature:prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Imagines 4.1.19-20

    Philostratus Minor
    τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος καὶ ἡ ἐν μέσοις κόρη, νύμφη τις οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφ᾿ αὐτὴν κόσμῳ

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Imagines 2.9.31-34

    Philostratus the Lemnian
    ἤρων οὗτοι ἀλλήλων καὶ τὸν κόσμον ἡ γυνὴ τὸν ἑαυτῆς ὅπλα αὐτῷ ἐποιεῖτο ἐμάχετο δὲ ἄρα ὑπὲρ Κύρου πρὸς Κροῖσον ἐπὶ τετραρρύμου ἅρματος καὶ ἵππων ὀκτὼ

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Imagines 2.5.14-16

    Philostratus the Lemnian
    λίθων μὲν οὖν καὶ ὅρμων καὶ παντὸς ἁπαλοῦ κόσμου παρακεχώρηκεν ἡ Ῥοδογούνη τῷ ἵππῳ, ὡς ἀγάλλοιτο καὶ ἁβρῶς τὸν χαλινὸν διαπτύοι·

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Heroicus 57.13

    Philostratus the Lemnian
    καὶ προσορμισάμεναι τῇ νήσῳ πρῶτον μὲν ἐκέλευσαν τοὺς Ἑλλησποντίους ξένους ἐκκόπτειν τὰ δένδρα, οἷς κεκόσμηται κύκλῳ τὸ ἱερόν·

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Heroicus 47.1

    Philostratus the Lemnian
    Τὰ δὲ ὅπλα, ὦ ἀμπελουργέ, πῶς φησιν αὐτῷ κεκοσμῆσθαι;

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Heroicus 42.1

    Philostratus the Lemnian
    Περὶ δὲ Εὐφόρβου τοῦ Πάνθου καὶ ὡς γένοιτό τις ἐν Τροίᾳ Εὔφορβος καὶ ἀποθάνοι ὑπὸ τοῦ Μενέλεω, τὸν Πυθαγόρου, οἶμαι, τοῦ Σαμίου λόγον ἤκουσας· ἔλεγε γὰρ δὴ ὁ Πυθαγόρας Εὔφορβος γεγονέναι μεταφῦναί τε Ἴων μὲν ἐκ Τρωός, σοφὸς δὲ ἐκ πολεμικοῦ, κεκολασμένος δὲ ἐκ τρυφῶντος· τήν τε κόμην, ἣν σοφὸς γενόμενος ἐκόσμει τῷ αὐχμῷ, χρυσῆν ἐν Τροίᾳ ἐποιεῖτο ὁπότ’ ἦν Εὔφορβος.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Heroicus 40.5-6

    Philostratus the Lemnian
    τοῦτον γὰρ τὸν ταὼ (χαίρει δὲ ὁ Πρωτεσίλεως τῇ ἄνθῃ καὶ τῇ ὥρᾳ τοῦ ὄρνιθος) ἰδών ποτε ὑπερανεστηκότα καὶ περιβεβλημένον τὰ πτερὰ περιβλέποντά τε αὐτὰ καὶ καθαίροντα, ἔστι δ’ ἃ καὶ διατιθέντα, ἵν’ ὥσπερ οἱ τῶν λίθων ὅρμοι κεκοσμημένα φαίνοιτο, “ἰδοὺ” ἔφη, “οὗ πρώην ἐμνημονεύομεν, Πάρις ὁ τοῦ Πριάμου.” ἐμοῦ δὲ ἐρομένου αὐτόν· “τί ἔοικεν ὁ ταὼς τῷ Πάριδι;,” “τὸ φίλαυτον” εἶπε. καὶ γὰρ δὴ κἀκεῖνος κόσμου ἕνεκεν περιήθρει μὲν ἑαυτόν, περιεσκόπει δὲ τὰ ὅπλα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Sophistarum 615-616

    Philostratus the Athenian
    Μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέστη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγκε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Sophistarum 605

    Philostratus the Athenian
    οῦτο μὲν δὴ τοὖργον ἀπὸ πολλῶν χρημάτων ἀποτελεσθὲν ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυναικός, τὸ δὲ ἐν τῷ ἱερῷ ἑστιατήριον αὐτὸς ἀνέθηκε μεγέθει τε ἐξάρας ὑπὲρ πάνθ᾿ ὁμοῦ τὰ παρ᾿ ἑτέροις καὶ λόγου κρείττω περιβαλὼν κόσμον,ὡράισται γὰρ Φρυγίῳ λίθῳ, οἷος οὔπω ἐτμήθη.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Sophistarum 600-601

    Philostratus the Athenians
    διαπρεπὴς δὲ καὶ τὰ πολιτικὰ γενόμενος ἔν τε πρεσβείαις ὑπὲρ τῶν μεγίστων ἐπρέσβευσεν ἔν τε λειτουργίαις, ἃς μεγίστας Ἀθηναῖοι νομίζουσι, τήν τε ἐπώνυμον καὶ τὴν ἐπὶ τῶν ὅπλων ἐπετράπη καὶ τὰς ἐξ ἀνακτόρου φωνὰς ἤδη γηράσκων, Ἡρακλείδου μὲν καὶ Λογίμου καὶ Γλαύκου καὶ τῶν τοιούτων ἱεροφαντῶν εὐφωνίᾳ μὲν ἀποδέων, σεμνότητι δὲ καὶ μεγαλοπρεπείᾳ καὶ κόσμῳ παρὰ πολλοὺς δοκῶν τῶν ἄνω.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Sophistarum 556

    Philostratus the Athenian
    οὐ γάρ ποτε οὔτ᾿ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτ᾿ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπ᾿ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτ᾿ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμιασμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Sophistarum 603

    Philostratus the Athenian
    Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατ᾿ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνῃσιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέτας καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκοσμημένην.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Sophistarum 550

    Philostratus the Athenian
    μετεκόσμησε δὲ καὶ τοὺς Ἀθηναίων ἐφήβους ἐς τὸ νῦν σχῆμα χλαμύδας πρῶτος ἀμφιέσας λευκάς, τέως γὰρ δὴ μελαίνας ἐνημμένοι τὰς ἐκκλησίας περιεκάθηντο καὶ τὰς πομπὰς ἔπεμπον πενθούντων δημοσίᾳ τῶν Ἀθηναίων τὸν κήρυκα τὸν Κοπρέα, ὃν αὐτοὶ ἀπέκτειναν τοὺς Ἡρακλείδας τοῦ βωμοῦ ἀποσπῶντα.

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome

  • Vita Apollonii 6.19

    Philostratus the Athenian
    Κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ‘ἑτέρῳ’ φασὶ ‘τύφῳ.’

    Text Category: Literature: prose
    Century Range: 3rd century CE
    Location: Rome