Type of Thing Ornamenting
Item set
- Title
-
Type of Thing Ornamenting
Items
-
Greek Anthology 9.697
Unknown
εἰς ἕτερον μέρος τῆς αὐτῆς ἁψῖδοςἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν;ἔργου κοσμῆσαι θαύματι τοσσατίου,δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ,ἥ ς᾽ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ.Text Category: Literature: epigramCentury Range: 5th century CELocation: Constantinople -
Greek Anthology 7.679
St. Sophronius the Patriarch
τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτηςText Category: Inscription: epitaphCentury Range: 7th century CELocation: Alexandria -
Greek Anthology 7.230
Erycius of Cyzicus
ἁνίκ᾽ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ,πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα,αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχανεἶπε διὰ πλατέων ὠσαμένα λαγόνωνκάτθανε, μηδ᾽ ἐχέτω Σπάρτα ψόγον οὐ γὰρ ἐκείναἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.Text Category: Literature: epigramCentury Range: 1st century BCE -
Greek Anthology 6.163
Meleager of Gadara
τίς τάδε μοι θνητῶν τὰ περὶ θριγκοῖσιν ἀνῆψεσκῦλα, παναισχίστην τέρψιν Ἐνυαλίου ;οὔτε γὰρ αἰγανέαι περιαγέες, οὔτε τι πήληξἄλλοφος, οὔτε φόνῳ χρανθὲν ἄρηρε σάκος:ἀλλ᾽ αὔτως γανόωντα καὶ ἀστυφέλικτα σιδάρῳοἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα:οἷς θάλαμον κοσμεῖτε γαμήλιον ὅπλα δὲ λύθρῳλειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Tyre -
Greek Anthology 6.287
Antipater of Sidon
ξανθὰ δ᾽ Ἀντιάνειρα τὸν ἀγχόθι μήσατο κόσμον,πρὸς λαιᾷ ποταμοῦ κεκλιμένον λαγόνι:Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 6.246
Philodemus
κέντρα διωξικέλευθα, φιλορρώθωνά τε κημόν,τόν τε περὶ στέρνοις κόσμον ὀδοντοφόρον,κοἰσυΐνην ἔτι ῥάβδον ἐπὶ προθύροισι, Πόσειδον,ἄνθετο σοὶ νίκης Χάρμος ἀπ᾽ Ἰσθμιάδος,καὶ ψήκτρην ἵππων ἐρυσίτριχα, τὴν τ᾽ ἐπὶ νώτωνμάστιγα, ῥοίζου μητέρα καρχαλέην.Text Category: Literature: epigramCentury Range: 1st century BCELocation: Herculaneum? -
Greek Anthology 6.206
Antipater of Sidon
σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματοντὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον:ῥιπίδα δ᾽ Ἀντίκλεια: καλύπτειραν δὲ προσώπου,ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,ἁ καλὰ Ἡράκλεια: τὸν εὐσπειρῆ δὲ δράκοντα,χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,πατρὸς Ἀριστοτέλους συνομώνυμος: αἱ συνομήθειςἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.Text Category: Literature: epigramCentury Range: 2nd century BCELocation: Sidon? -
Greek Anthology 6.142
Anacreon
σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμονΘεσσαλίας μ᾽ ἀνέθηκ᾽ ἀρχὸς Ἐχεκρατίδας.Text Category: Literature: epigramCentury Range: 6th century BCELocation: Thessaly -
Greek Anthology 6.40
Simonides
τόνδε ποθ᾽ Ἕλληνες ῥώμῃ χερός, ἔργῳ Ἄρηος,εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμονἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.Text Category: Literature: epigramCentury Range: 5th century BCEDate: after 479Location: Athens -
Greek Anthology 2.1
Christodorus of Thebes
εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,καλὸς ἰδεῖν: πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοιςἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,χαλκῷ κόσμον ἄγουσαText Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷκόσμον ἄγεις: δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
ἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷχαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.Text Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 2.1
Christodorus of Thebes
Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖςἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,οἷά τε μυρομένηText Category: Literature: epigramCentury Range: 6th century CE -
Greek Anthology 1.12
Unknown
ἐκ δέ με κείνηςΠλακιδίη κόσμησε σὺν ὀλβίστῳ παρακοίτῃ:᾿:εἰ δέ που ἀγλαΐης ἐπεδεύετο κάλλος ἐμεῖο,τὴν δέ μοι ὀλβιόδωρος ὑπὲρ μνήμης γενετήρωνδῶκεν Ἰουλιανή, καὶ ὑπέρτατον ὤπασε κῦδοςμητέρι καὶ γενέτῃ καὶ ἀγακλέι μητρὶ τεκούσης,κόσμον ἀεξήσασα παλαίτερον.Text Category: InscriptionCentury Range: 6th century CELocation: Constantinople -
Greek Anthology 1.10
Unknown
ἀλλ᾽ ὡς θυμὸν ἔχουσα θεοπρόπον, ὅττι γενέθληνκαλλείψει δεδαυῖαν ἀμείνονα κόσμον ὀπάζεινText Category: InscriptionCentury Range: 6th century CELocation: Constantinople -
Prometheus es in verbis
Lucian
οἱ δὲ πρὸς μὲν τὴν κάμηλον εφοβήθησαν καὶ ὀλίγου δεῖν ἔφυγον ἀναθορόντες, καίτοι χρυσῶ πᾶσα ἐκεκόσμητο καὶ ἁλουργίδι ἐπέστρωτο και ὁ χαλινὸς ἦν λιθοκόλλητος, Δαρείου τινὸς ἢ Καμβύσου ἢ Κύρου αὐτοῦ κειμήλιονText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Navigium 5
Lucian
ὁ μὲν γὰρ ἄλλος κόσμος,αἱ γραφαὶ καὶ τοῦ ἱστίου τὸ παράσειον πυραυγές, πρὸτούτων αἱ ἄγκυραι καὶ στροφεῖα καὶ περιαγωγεῖς καὶ αἱκατὰ τὴν πρύμναν οἰκήσεις θαυμάσια πάντα μοι ἔδοξε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Quomodo historia conscribenda sit 8.11
Lucian
μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν, εἰ μὴ εἰδείη τις χωρίζειν τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ᾽ ἐπεισάγει τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα, τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς, ὥσπερ ἂν εἴ τις ἀθλητὴν τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑταιρικῷ καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ, Ἡράκλεις ὡς καταγέλαστον αὐτὸν ἀπεργάσαιτο αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De luctu 14
Lucian
πόσοι γὰρ καὶ ἵππους καὶ παλλακίδας, οἱ δὲ καὶ οἰνοχόους ἐπικατέσφαξαν καὶ ἐσθῆτα καὶ τὸν ἄλλον κόσμον συγκατέφλεξαν ἢ συγκατώρυξαν ὡς χρησομένοις ἐκεῖ καὶ ἀπολαύσουσιν αὐτῶν κάτωText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Philopseudes sive incredulus 27
Lucian
τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De Domo 15
Lucian
καὶ πρῶτόν γε ἐπειδὴ γυναικῶν καὶ κόσμου καὶ χρυσοῦ ἐκεῖνος ἐμνημόνευσεν, κἀμοὶ ἐπιτρέψατε χρήσασθαι τῷ παραδείγματι: φημὶ γὰρ οὖν καὶ γυναιξὶ καλαῖς οὐχ ὅπως συλλαμβάνειν ἐς τὸ εὐμορφότερον, ἀλλὰ καὶ ἐναντιοῦσθαι τὸν κόσμον τὸν πολύν, ὁπόταν τῶν ἐντυγχανόντων ἕκαστος ὑπὸ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν πολυτελῶν ἐκπλαγεὶς ἀντὶ τοῦ ἐπαινεῖν ἢ ' χρόαν ἢ βλέμμα ἢ δειρὴν ἢ πῆχυν ἢ δάκτυλον, ὁ δὲ ταῦτ᾽ ἀφεὶς ἐς τὴν σαρδὼ ἢ τὸν σμάραγδον ἢ τὸν ὅρμον ἢ τὸ ψέλιον ἀποβλέπῃ, ὥστε ἄχθοιτο ἂν εἰκότως παρορωμένη διὰ τὸν κόσμον, οὐκ ἀγόντων σχολὴν ἐπαινεῖν αὐτὴν τῶν θεατῶν, ἀλλὰ πάρεργον αὐτῆς ποιουμένων τὴν θέαν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De Domo 9
Lucian
τὸν δὲ ἄλλον κόσμον καὶ τὰ τῶν τοίχων γράμματα καὶ τῶν χρωμάτων τὰ κάλλη καὶ τὸ ἐναργὲς ἑκάστου καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀληθὲς ἔαρος ὄψει καὶ λειμῶνι δὲ εὐανθεῖ καλῶς ἂν ἔχοι παραβαλεῖν:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
Phaleris 2.5
Lucian
ᾧ καὶ δῆλον ὅτι προσίεται τὴν τοῦ μονάρχου εὐσέβειαν. χρὴ δὲ καὶ ὑμᾶς τὰ αὐτὰ ἐκείνῳ ψηφισαμένους προσθεῖναι καὶ τὸν ταῦρον τουτονὶ τῷ ἄλλῳ κόσμῳ τοῦ ἱεροῦText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De Saltatione 63
Lucian
ὅ δὴ καὶ Δημήτριον τὸν Κυνικὸν παθεῖν λέγουσιν. ἐπεὶ γὰρ καὶ αὐτὸς ὅμοιά σοι κατηγόρει τῆς ὀρχηστικῆς, λέγων τοῦ αὐλοῦ καὶ τῶν συρίγγων καὶ τῶν κτύπων πάρεργόν τι τὸν ὀρχηστὴν εἶναι, μηδὲν αὐτὸν πρὸς τὸ δρᾶμα συντελοῦντα, κινούμενον δὲ ἄλογον ἄλλως κίνησιν καὶ μάταιον, οὐδενὸς αὐτῇ νοῦ προσόντος, τῶν δὲ ἀνθρώπων τοῖς περὶ τὸ πρᾶγμα γοητευομένων: ἐσθῆτι σηρικῇ καὶ προσωπείῳ εὐπρεπεῖ, αὐλῷ τε καὶ τερετίσμασι καὶ τῇ τῶν ᾀδόντων εὐφωνίᾳ, οἷς κοσμεῖσθαιText Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens -
De Syria Dea 39
Lucian
τὰ μὲν ὦν ἐντὸς τοῦ νηοῦ ὧδε κεκοσμέαται: ἔξω δὲ βωμός τε κέαται μέγας χάλκεος, ἐν δὲ καὶ ἄλλα ξόανα μυρία χάλκεα βασιλέων τε καὶ ἱρέων: καταλέξω δὲ τῶν μάλιστα ἄξιον μνήσασθαι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Athens