Type of Thing Ornamenting
Item set
- Title
-
Type of Thing Ornamenting
Items
-
Life of Nicias 27.6
Plutarch
τοὺς δὲ φανερῶς ἑαλωκότας ἀθροίσαντες τὰ μὲν κάλλιστα καὶ μέγιστα δένδρα τῶν περὶ τὸν ποταμὸν ἀνέδησαν αἰχμαλώτοις πανοπλίαις, ἐστεφανωμένοι δὲ αὐτοὶ καὶ κοσμήσαντες τοὺς ἵππους διαπρεπῶς, κείραντες δὲ τοὺς τῶν πολεμίων εἰσήλαυνον εἰς τὴν πόλιν, ἀγῶνα λαμπρότατον ὧν Ἕλληνες πρὸς Ἕλληνας ἠγωνίσαντο καὶ νίκην τελεωτάτην κράτει πλείστῳ καὶ ῥώμῃ μεγίστῃ προθυμίας καὶ ἀρετῆς κατωρθωκότες.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Nicias 3.5
Plutarch
ἐκεῖνος, ὅτε τὴν θεωρίαν ἦγεν, αὐτὸς μὲν εἰς Ῥήνειαν ἀπέβη τὸν χορὸν ἔχων καὶ τὰ ἱερεῖα καὶ τὴν ἄλλην παρασκευήν, ζεῦγμα δὲ πεποιημένον Ἀθήνησι πρὸς τὰ μέτρα καὶ κεκοσμημένον ἐκπρεπῶς χρυσώσεσι καὶ βαφαῖς καὶ στεφάνοις καὶ αὐλαίαις κομίξων, διὰ νυκτὸς ἐγεφύρωσε τὸν μεταξὺ Ῥηνείας καὶ Δήλου πόρον οὐκ ὄντα μέγαν: εἶθ᾽ ἅμα ἡμέρᾳ τήν τε πομπὴν τῷ θεῷ καὶ τὸν χορὸν ἄγων κεκοσμημένον πολυτελῶς καὶ ᾁδοντα διὰ τῆς γεφύρας ἀπεβίβαζε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Nicias 3.3
Plutarch
λέγεται δ᾽ ἔν τινι χορηγίᾳ παρελθεῖν οἰκέτης αὐτοῦ κεκοσμημένος εἰς σχῆμα Διονύσου, κάλλιστος ὀφθῆναι καὶ μέγιστος, οὔπω γενειῶν: ἡσθέντων δὲ τῶν Ἀθηναίων τῇ ὄψει καὶ κροτούντων ἐπὶ πολὺν χρόνον, ἀναστὰς ὁ Νικίας εἶπεν ὡς οὐχ ὅσιον ἡγοῖτο δουλεύειν καταπεφημισμένον θεῷ σῶμα, καὶ τὸν νεανίσκον ἀπηλευθέρωσε.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Cimon 9.2-3
Plutarch
ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῷ Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτούς, χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ᾐτιῶντο τὴν διανομὴν ὡς ἄνισον. ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ᾽ ἂν ἐκεῖνοι καταλίπωσιν, ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Life of Cimon 4.6
Plutarch
αὑτοῦ γὰρ δαπάναισι θεῶν ναοὺς ἀγοράν τεΚεκροπίαν κόσμησ᾽ ἡμιθέων ἀρεταῖς.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Chaeronea -
Lives of Eminent Philosophers 6.2.46
Diogenes Laertius
πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ.Text Category: Literature: proseCentury Range: 3rd century CE -
Lives of Eminent Philosophers 6.1.10
Diogenes Laertius
εἰ δέ ποθι θεάσαιτο γύναιον κεκοσμημένον, ἀπῄει ἐπὶ τὴν οἰκίαν αὐτῆς καὶ ἐκέλευε τὸν ἄνδρα ἐξαγαγεῖν ἵππον καὶ ὅπλα, ὥστ᾽ εἰ μὲν ἔχοι ταῦτα, ἐᾶν τρυφᾶν: ἀμυνεῖσθαι γὰρ τούτοις: εἰ δὲ μή, περιαιρεῖν τὸν κόσμον.Text Category: Literature: proseCentury Range: 3rd century CE -
Lives of Eminent Philosophers 5.2.51
Diogenes Laertius
πρῶτον μὲν τὰ περὶ τὸ μουσεῖον καὶ τὰς θεὰς συντελεσθῆναι κἄν τι ἄλλο ἰσχύῃ περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιονText Category: Literature: proseCentury Range: 3rd century CE -
Lives of Eminent Philosophers 1.7.96
Diogenes Laertius
ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππῳ, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα.Text Category: Literature: proseCentury Range: 3rd century CE -
Lives of Eminent Philosophers 1.2.51
Diogenes Laertius
Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται: ὁ δέ "ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ ταώς: φυσικῷ γὰρ ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι."Text Category: Literature: proseCentury Range: 3rd century CE -
Lives of Eminent Philosophers 1.prologue
Diogenes Laertius
ἀλλὰ καὶ εἰδώλων πλήρη εἶναι τὸν ἀέρα, κατ’ ἀπόρροιαν ὑπ’ ἀναθυμιάσεως εἰσκρινομένων ταῖς ὄψεσι τῶν ὀξυδερκῶν· προκοσμήματά τε καὶ χρυσοφορίας ἀπαγορεύειν.Text Category: Literature: proseCentury Range: 3rd century CE -
On the Natural Faculties 2.3
Galen
Πραξιτέλης μὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δ᾽ ἀκόσμητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν μερῶν.Text Category: Literature: proseCentury Range: 1st century CE -
Civil Wars 5.1.6
Appian
οἱ δὲ Ἕλληνες ἔτι λέγοντος αὐτοῦ ταῦτα ἐρρίπτουν ἑαυτοὺς ἐς τὸ ἔδαφος, ἀνάγκην καὶ βίαν ἐς αὑτοὺς ἐκ Βρούτου καὶ Κασσίου γενομένας ἐπιλέγοντες οὐκ ἐπιτιμίων ἀξίας εἶναι, ἀλλ’ ἐλέου, δόντες δ’ ἂν τοῖς εὐεργέταις ἑκόντες ἀπορεῖν διὰ τοὺς πολεμίους, οἷς οὐ τὰ χρήματα μόνον, ἀλλὰ καὶ τὰ σκεύη καὶ τοὺς κόσμους ἐσενεγκεῖν ἀντὶ τῶν χρημάτων, τοὺς δὲ αὐτὰ παρὰ σφίσιν ἐς νόμισμα χαλκεῦσαι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.12.94
Appian
καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφ’ ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.6.45
Appian
καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.6.39
Appian
ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 4.5.33
Appian
ἃς ἡ μὲν φύσις ἀπολύει παρὰ ἅπασιν ἀνθρώποις, αἱ δὲ μητέρες ἡμῶν ὑπὲρ τὴν φύσιν ἐσήνεγκάν ποτε ἅπαξ, ὅτε ἐκινδυνεύετε περὶ τῇ ἀρχῇ πάσῃ καὶ περὶ αὐτῇ τῇ πόλει, Καρχηδονίων ἐνοχλούντων. καὶ τότε δὲ ἐσήνεγκαν ἑκοῦσαι, καὶ οὐκ ἀπὸ γῆς ἢ χωρίων ἢ προικὸς ἢ οἰκιῶν, ὧν χωρὶς ἀβίωτόν ἐστιν ἐλευθέραις, ἀλλὰ ἀπὸ μόνων τῶν οἴκοι κόσμων, οὐδὲ τούτων τιμωμένων οὐδὲ ὑπὸ μηνυταῖς ἢ κατηγόροις οὐδὲ πρὸς ἀνάγκην ἢ βίαν, ἀλλ᾽ ὅσον ἐβούλοντο αὐταίText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 3.2.17
Appian
ὅσα δὴ τῶν Καίσαρος εὐθέως ἐπὶ τῷ φόνῳ πρὸς σὲ μετενήνεκται ὡς ἐπ’ ἀσφαλὲς ἐξ ἐπικινδύνου τότε οἰκίας, τὰ μὲν κειμήλια αὐτῶν καὶ τὸν ἄλλον ἅπαντα κόσμον ἔχειν ἀξιῶ σε καὶ ὅσα ἂν ἐθέλῃς ἄλλα παρ’ ἡμῶν ἐπιλαβεῖν, ἐς δὲ τὴν διανομὴν ἀποδοῦναί μοι τὸ χρυσίον τὸ ἐπίσημον, ὃ συνηθροίκει μὲν ἐς τοὺς πολέμους ἐκεῖνος, οὓς ἐπενόει, ἀρκέσει δ’ ἐμοὶ νῦν ἐς τριάκοντα μυριάδας ἀνδρῶν μεριζόμενονText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 1.12.106
Appian
κόσμῳ δ᾽ ἄλλῳ τὸ τῶν καλουμένων ἱππέων πλῆθος εἵπετο καὶ ὁ στρατὸς ἐν μέρει πᾶς, ὅσος ὑπεστράτευτο αὐτῷ:Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Civil Wars 1.12.105
Appian
γίνεται δ᾽ εὐθὺς ἐν ἄστει στάσις ἐπ᾽ αὐτῷ, τῶν μὲν ἄγειν ἀξιούντων τὸ σῶμα διὰ τῆς Ἰταλίας ἐπὶ πομπῇ καὶ ἐς τὴν Ῥώμην ἐν ἀγορᾷ προτιθέναι καὶ ταφῆς δημοσίας ἀξιοῦν, Λεπίδου δὲ καὶ τῶν ἀμφὶ Λέπιδον ἐνισταμένων. ἐξενίκα δ᾽ ὁ Κάτλος καὶ οἱ Σύλλειοι, καὶ ἐφέρετο ὁ νέκυς ὁ τοῦ Σύλλα διὰ τῆς Ἰταλίας ἐς τὸ ἄστυ ἐπὶ κλίνης χρυσηλάτου καὶ κόσμου βασιλικοῦ, σαλπιγκταί τε πολλοὶ καὶ ἱππέες καὶ ἄλλος ὅμιλος ἐκ ποδὸς ὡπλισμένος εἵπετο. οἵ τε ὑποστρατευσάμενοι αὐτῷ πανταχόθεν ἐπὶ τὴν παραπομπὴν ὡπλισμένοι συνέθεον καί, ὡς ἕκαστος ἀφικνοῖτο, εὐθὺς ἐς κόσμον καθίσταντο: ἄλλο τε πλῆθος, ὅσον ἐπ᾽ οὐδενὶ ἔργῳ, συνέτρεχεν. ἡγεῖτο δ᾽ αὐτοῦ σημεῖα καὶ πελέκεις, ὅσοις περιὼν ἔτι καὶ ἄρχων ἐκοσμεῖτο.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Syrian Wars 33
Appian
ἑκάτερος δ’ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Punic Wars 20.133
Appian
ναῦν ὀξυτάτην κοσμήσας λαφύροις ἄγγελον τῆς νίκης ἔστειλεν ἐς ῬώμηνText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Punic Wars 19.131
Appian
τὴν δὲ γυναῖκα τοῦ Ἀσδρούβα λέγουσιν, ἀπτομένου τοῦ πυρὸς ἀντικρὺ τοῦ Σκιπίωνος γενομένην, κατακοσμήσασθαί τε ὡς ἐν συμφοραῖς ἐδύνατο, καὶ παραστησαμένην τὰ τέκνα εἰπεῖν ἐς ἐπήκοον τοῦ Σκιπίωνος… εἶτ᾽ ἐς τὸν Ἀσδρούβαν ἐπιστρέψασα εἶπεν: ‘ὦ μιαρὲ καὶ ἄπιστε καὶ μαλακώτατε ἀνδρῶν, ἐμὲ μὲν καὶ τοὺς ἐμοὺς παῖδας τόδε τὸ πῦρ θάψει: σὺ δὲ τίνα κοσμήσεις θρίαμβον ὁ τῆς μεγάλης Καρχηδόνος ἡγεμών;Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Punic Wars 19.80
Appian
ἐσαχθέντες δὲ αὐτῷ κόσμῳ τοῖς ὑπάτοις παρέστησανText Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt -
Mithridatic Wars 7.117
Appian
ἐπὶ τέλει δὲ ἐδείχθη καὶ ὡς ἀπέθανεν αἵ τε παρθένοι αἱ συναποθανεῖν αὐτῷ ἑλόμεναι παρεζωγράφηντο, καὶ τῶν προαποθανόντων υἱέων καὶ θυγατέρων ἦσαν γραφαί, θεῶν τε βαρβαρικῶν εἰκόνες καὶ κόσμοι πάτριοι.Text Category: Literature: proseCentury Range: 2nd century CELocation: Egypt